Ancient Greek
Section 994
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 994
Not analysed yet
Ὅτι ἐπαινῶν τὴν Μεσοποταμίαν γῆν φησιν ὡς «οὔτε τοὺς νομοὺς ἐκείνης ἀνὴρ βουκόλος μέμψεται, ἢ μήλοις ἀγραύλοις ἐφεπόμενος.» Ἄλλαι δὲ πάντως νομαὶ βουσὶν ἀγαθαὶ, καὶ ἄλλαι μήλοις, ὡς καὶ ἡ τῶν Λαιστρυγόνων γῆ δηλοῖ παρὰ τῷ Ποιητῇ· λέγει δὲ καὶ ὅτι οὐδὲ μὴν ὕλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσατο καρπῶν. Ἄροσίς τε γὰρ, φησὶν, ἐκεῖ ἀγαθὴ, καὶ πόαν αὔξει πολλὴν, καὶ οἱ νομοὶ εὐανθεῖς, καὶ ἡ τῶν ἀνδρῶν φύτλη καλλίστη καὶ ἀθανάτοις ὁμοία (ταὐτὸν δὲ εἰπεῖν θεοειδὴς, διὰ τὸ ἀξιοθέατον καὶ εὔδαιμον). Καὶ τὴν τῶν Ἀρμενίων δὲ καὶ Ματιανῶν χθόνα πρὸς βορέαν τῆς Μεσοποταμίας οὖσαν καὶ ὄρεσι περιειλημμένην λιπαρὰν καλεῖ, καὶ τοὺς ἐκεῖ ἄνδρας ἀφνειούς τε λέγει καὶ ἄρεος εὖ δεδαῶτας καὶ πίονας, ὡς καὶ τὸν Ἀραβικὸν δῆμον πίονα εἶπεν. Ἐξ Ὁμήρου δὲ ἡ τοιαύτη ἀφορμὴ, λιπαροὺς πόδας τοὺς τῶν ἡρώων λέγοντος. Τὸ δὲ ἀθερίσατο Ὁμηρικὴ λέξις ἐστὶ, καὶ ἐρρέθη ἐν τοῖς εἰς τὸν Ὅμηρον. Δηλοῖ δὲ τὸ ἀποδοκιμάσαι καὶ ἀπορρῖψαι.