Ancient Greek
Section 995
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 995
Not analysed yet
Ὅτι τὸν ποιμένα περιφράζων οὕτω φησίν· «ὃς σύριγγι κερώνυχα Πᾶνα γεραίρων μήλοις ἀγραύλοισιν ἐφέσπεται.» Κερώνυχα δὲ τὸν ὀξύκερών φασιν οἱ παλαιοὶ, ὡς τοῦ ὄνυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος, καθὰ καὶ ὅτε ἀκρωνυχίαν ὄρους φαμέν. Οὐ φιλοῦσι δὲ ἐκεῖνοι τὴν ἐπίθετον ταύτην λέξιν ὡς καὶ σκληρὰν καὶ οὐδὲν ἀστεῖον ἔχουσαν.