Ancient Greek
Page 114
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 114
Not analysed yet
τῆς ἄγαν ἐντρεχείας καὶ ὑποπαιζόντων πικρότερον κατὰ γαίας, ὃ δὴ λέγεται, κωφῆς καὶ ἑτεροῖα νεκριμαῖα ἐπέκειντο. Καὶ ὁ μέν τις νεκρὸς ἄνθρωπος ὄνῳ κειμένῳ συνεδυάζετο, ἕτερος δὲ κύνα εἶχε συμπαρακείμενον. Καὶ τούτων τὰ πλείω καταπεπαιγμένα ἦσαν ὡς εἰς διάθεσιν συμπλοκῆς καὶ φιλήματος. Ἄλλος ὁμοῦ ἦν αἰλούρῳ κατοικιδίῳ· οὐδὲ τοιούτων γὰρ τὸ βάρβαρον ἐφείδοντο, καὶ μάλιστα κυναρίων, ὡς καθυλακτούντων καὶ ἐπιτρεχόντων· διὸ καὶ αὐτῶν ἡ καθ' ἡμᾶς πόλις ἐσπάνισεν. Εἴ τι δέ που καὶ περιλέλειπτο, ἀνδρὸς μὲν Ῥωμαίου κατεβάϋσεν ἂν καὶ κατέδραμε, Λατίνῳ δὲ ὑπεξεχώρει κνυζώμενον. Κατέγνω γὰρ καὶ τὰ τοιαῦτα οἷ κακοῦ ἦσαν. Καὶ εἶχε παροιμιάσασθαί τις τότε κατὰ τοὺς ἐν Σερίφῳ σιγῶντας βατράχους καί τινας τοιούτους Ἰταλοὺς τέττιγας, οὕτω καὶ κύνας ἀφώνους τοὺς παρ' ἡμῖν. Καὶ ἀμφόδους μὲν κατατρέχεσθαι καὶ οἰκίας οὐκ εὖ πάσχειν οὐκ ἂν εἰς μάχης καινοπράγημα θείη τις, θείους δὲ ναοὺς τυραννεῖσθαι, ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Καὶ ὅσους μὲν ἱεροὺς ἄνδρας, τεθωρακισμένους οἷον ταῖς ἁγιωτέραις τῶν στολῶν, κατέκοπτον, τοὺς πλείους εἰς θάνατον, τοὺς μὲν ἐπ' αὐτοῦ τοῦ ἐνθέου βήματος, τοὺς δὲ καὶ ἐκτός, ὅποι τύχῃ εὕροιεν οἱ φονευταὶ ἐνστάτας παρὰ Θεῷ, καὶ ὅσον δὲ λαϊκόν, οἳ τοῦ στόματος πλήρους ὄντος τοῦ «κύριε ἐλέησον» ἀπηράσσοντο τὰς κεφαλάς, ἐπανακρινόμενοι τί τὸ «κύριε ἐλέησον» καὶ γελώμενοι. Αἱ δὲ κατὰ λαγνείαν χρανθεῖσαι, σεμναὶ γυναῖκες ἐν τοῖς ἱεροῖς καὶ εἰς ἁγνείαν ἐπηρεασθεῖσαι, ἰδού εἰσι, καὶ πρεσβευέτωσαν κατὰ τῶν αἰτίων, αἱ ὑπὸ γάμου ζυγόν, αἱ διὰ παρθενίαν ἄνετοι, αἱ νύμφαι τοῦ Θεοῦ. Καὶ μιᾷ μὲν ἕνα τινὰ συγχρωσθῆναι εἴη ἂν μεῖόν τι κακόν, αἱ δ' ἐν τοιούτοις κοιναί, καθά τις ἂν εἴποι, ἀμίδες οὐκ ἂν εὕροιεν κλαυθμὸν ἐπάξιον. Ἔχω καλόν τι ἐνταῦθα τῶν βαρβάρων εἰπεῖν, ὅτι φονεύειν τοὺς ἐν τοῖς ἱεροῖς ἐπιβαλόμενοί τινες ἀπέσυρον αὐτοὺς ἔξω γοῦν, καὶ οὕτω καθῄρουν τοῦ ζῆν, μετριάζοντες τὸ κακόν. Οἱ δὲ τοῖς θείοις ἐνυβρίζοντες καὶ τὰ μὲν τῶν σεβασμίων τυπωμάτων κατασχίζοντες, ὅσα μηδέν τι γλαφυρὸν ἐκ τιμίας ὕλης εἶχον, τὰ δὲ ψιλοῦντες τοῦ κατ' αὐτὰ κόσμου μετὰ πληγῶν, οὔτε ταῦτα δρᾶν διεγνωσμένοι ἐχώρουν εἰς εὔφημον ἡμετέραν μνήμην, καὶ νῦν δὲ εἰς νοῦν ἐλθόντες ἡμῖν ἀποπτύονται. Καὶ πῶς γὰρ ἄν τις γυμνοῦσθαι ἀνθρώπους ἐπ' ἐκκλησίας μαθὼν καὶ ἀχθόμενος ἀνάσχοιτ' ἂν μὴ οὐ χόλῳ διαρραγῆναι, γύμνωσιν κειμηλίων θείων ἐγνωκώς; Ὢ Θεοῦ ἀνεξικακίας, εἰ βάρβαρον ἄνδρα κατὰ τῆς ἱερᾶς καὶ φρικτῆς τραπέζης ἀναπηδήσαντα καὶ ἐκκαλύψαντα τὴν αἰδὼ καὶ ἐνουροῦντα εἰς