Ancient Greek
Page 116
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 116
Not analysed yet
ἀκοντισμὸν ἀφῆκε ζῆν ἀνεχόμενος. Ὦ σταυροὶ τίμιοι, τὸ ἡμέτερον κράτος, ὅσοις καὶ ὑμῶν οἱ μιαροὶ ἐνέπαιξαν. Καὶ ἡ θεία δύναμις ἀτρεμοῦσα οὐκ ἔσθ' ὅπως οὐκ ἐξεγερθήσεται. Τί ἄν τις ἐνταῦθα ἐκθείη καὶ ταύτην <τὴν> μιαρίαν, ὡς τοῖς μὲν ἐξ ὑέλου ἐκκλησιαστικοῖς λαμπτῆρσιν ἐνεούρουν οἱ ἀσύντακτοι, ὅσα καὶ οὐράναις, εἴποι ἂν ἡ τραγῳδία, τοῖς δὲ τῶν οὔρων δοχείοις οἷα καὶ ποτηρίοις ἐκέχρηντο; Οἵ γε καὶ κατὰ φρεάτων ἀφιέντες προρρέειν τὸν τοῦ κατ' αὐτοὺς ἀσκοῦ προύχοντα πόδα, εἶτα ὑδρευόμενοι ἔπινον τοῦ μιασμοῦ καὶ τοῦτο πάλιν καὶ πάλιν, καὶ εἰσαεὶ κύκλον τοῦτον ἑλίττοντες ἀσελγῆ. Ἀλλὰ τοῦτο μὲν εἴη ἂν καὶ γελοῖον παραρριφὲν εἱρμῷ τινὶ καὶ αὐτό. Ἃ δὲ ἀνόπιν συγγεγράφαται, ἀλλ' ἐκεῖνα μυρία προκαλοῦντα δάκρυα· ὁποῖον καὶ τὸ τοῦ Μυροβλύτου, οὗ τῷ τάφῳ ἐμπεπαικότες μετὰ πελέκεων οἱ τοιούτων εἰς ποινὴν ἄξιοι, τόν τε πέριξ ἐπιπολάζοντα κόσμον ἐξ ἀργύρου κατέκοψαν καὶ τὸν ὑπὲρ κεφαλῆς δὲ περιείλοντο χρύσεον στέφανον καὶ μὴν καὶ τὸν ἕτερον ἀπήγαγον τοῖν ποδοῖν, ἵνα τάχα τὸ ποδῶκες τῆς ἐξ ἐκείνου δίκης ἐκκλίναιεν. Κἂν ἐξέπραξαν ἐς τὸ πᾶν, εἰ μὴ τὸ θεῖον ἀντέβη καὶ ταχὺ ὁδηγῆσαν τοὺς κρείττονας ἔν γε τοῖς βαρβάροις εἰς κωλύμην κατεπέτασε τοῦ κακοῦ. Εὐνοῦχος γὰρ τοῦ ῥηγός, ἀμιρᾶς τὴν ἀξίαν, πράττειν ὀξὺς καὶ θερμός, οἷος φόβον βαθὺν καταπέμπειν οἷς ἂν ἄγριος προσενεχθείη, ἔφιππος εἰσελάσας, ὡς οὐκ ἄν τις ἐλπίσοι, ἕως εἰς βαθὺ τοῦ θείου ναοῦ, ὡς μὲν οἱ πολλοὶ ἐνόμισαν, διὰ περιφρόνησιν καὶ αὐτὸς κατ' ἐκεῖνον, ὃς ἐν τῇ τῆς μητροπόλεως καθολικῇ καθιππεύσας τόν τε ἵππον ἀπέβαλε συγκατενεχθεὶς θραυσθέντα καὶ αὐτὸς οὐκ εὖ ἀπήλλαξεν, ἀληθῶς δὲ κατὰ προμήθειαν, ἵνα καὶ ῥᾷον οὕτω διὰ τῆς πυκνότητος τοῦ λαοῦ παρεισδύοιτο φευγόντων ἑκάστων συμπατηθῆναι τῷ ἵππῳ, καὶ ἄποπτος δὲ ὢν βλέποιτό τε καὶ ἀντιβλέποι τοὺς κακουργοῦντας, καὶ οὕτως αὐτοὺς ἀμύνοιτο· εἰσδραμὼν γοῦν ὁ εὐνοῦχος οὕτω μετ' εὐγενοῦς ἵππου καὶ τὴν μετὰ χεῖρα σιδηρέαν κορύνην κατάγων, συνεπιλαμβανομένων ἅμα καὶ τῶν ἐφεπομένων θεραπόντων, οἳ καὶ αὐτοὶ σφοδροὶ δρᾶν ἦσαν, φόνους τε πολλοὺς ἐκώλυσε καὶ γυμνώσεις ἀνδρῶν τε καὶ γυναικῶν, ἃ δὴ ἑτέρωθι κωλυθῆναι οὐκ ἔσχε, καὶ τοὺς ἐπιβούλους δὲ τοῦ ἁγίου τάφου ἀπήγαγεν, ὡς οὐκ ἂν ἐκεῖνοι ἤθελον, κερδήσαντας μόνα (μυρία δὲ ἦσαν ἐκεῖνα) ὅσα πρὸ αὐτοῦ κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθολικαῖς, οὕτω καὶ ταύτῃ οὐκ ὀλίγῃ μοίρᾳ τοὺς ζῶντας