Ancient Greek
Page 118
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 118
Not analysed yet
ὁ πνιγμὸς ἐδικαίωσεν, ὧν ὁ ἀριθμὸς ἐρίζοι ἂν πρὸς τοὺς ἐπ' ἀκροπόλεως πεπνιγότας, ὡς ἡ ἀρχὴ τοῦ λόγου συνέγραψε. Τί ἂν λέγοιμι τοὺς τῶν τεγέων οἴκων ἄνωθεν καθαλλομένους ἐπὶ μελέτῃ θανάτου, ὅτε τὸ μέγα κακὸν καὶ αὐτοὺς περιεστοίχιζεν; Οἳ πτερύξασθαι εἰς αἰθέρα μὴ ἔχοντες, οὗπερ ἐφίεντο ἄν, τὸ τῶν βαρέων ἔπασχον καὶ ἐλάκουν εἰς θάνατον ἐκ μετεώρου κατασκήπτοντες. Τί δὲ τοὺς κατὰ φρεάτων ὡσεὶ καί τινος Κωκυτοῦ καὶ Ἀχεροντίου ὕδατος βυθιζομένους ἄνδρας τε καὶ γυναῖκας, τοὺς μὲν φόβῳ τοῦ μὴ ἄλλῳ πεσεῖν θανάτῳ, τὰς δὲ καὶ κατὰ σεμνότητα; Καινὸν δὲ οὐδὲν οὐδὲ ἡ τοιαύτη ἔμπτωσίς τε καὶ κατάπτωσις παρ' ἀνθρώποις, οἳ μὴ μόνον πέτρας εὔχοντο ἂν ῥαγῆναι εἰς ὑποδοχὴν αὐτοῖς καὶ βουνοὺς εἰς κρύψιν κατακυλισθῆναι καὶ οὐρανὸν δὲ αὐτὸν ἐπικαταπεσεῖν, ἀλλά που καὶ χάος καὶ τάρταρον ἐφαντάζοντο εἰς κατάδυσιν καὶ βίου κατάλυσιν. Τὸ γὰρ καθ' ἱστορίαν βάραθρον καὶ οἱ κρημνοὶ μικρὰ καὶ αὐτὰ ἦσαν τοῖς ἀφαντωθῆναι θέλουσιν. Ὤ μοι καὶ τῶν λίθων, οἵπερ ἐπαφιέμενοι τοῖς τοιούτοις πρὸς τῶν βαρβάρων ἀνανεύειν οὐκ ἀφίεσαν, ἀλλ' ἐπιπωμάζοντες κατεχώννυον τοὺς ἐλεεινούς. Οὐαὶ τότε καὶ ὅσαι κατὰ γαστέρων εἶχον, ἃς ἐν τῷ φεύγειν βαρύνων ὁ κατὰ φύσιν φίλιος φόρτος ἐξ ὀλιγηπελίης κατέρριπτε συμποδίζων εἰς ᾍδην, φθανούσας τὸν διὰ ξιφῶν ὄλεθρον. Οἰκτρὸν δὲ τούτων οὐκ ἔλαττον καὶ μητέρες, αἷς φευγούσαις καὶ ἁπαλοὶ παῖδες συνέτρεχον. Καὶ τέως μὲν ὁμοῦ ἦσαν, ἐπισπέρχοντος δὲ τοῦ κακοῦ, ἐνίκων τὸν δρόμον αἱ μητέρες, δυστυχῶς γε τοῦτο καὶ μάλα. Ἐπιστραφεῖσαι γὰρ ἢ οὐκέτ' ἔβλεπον τοὺς ποθουμένους ἀνθαμίλλους, Ἡρώδου δή τινι ψήφῳ περιπεπτωκότας, ἢ ἔπιπτον καὶ αὐταὶ πρὸς τῶν ἐπικαταλαβόντων, μισούμεναι, ὅτι μὴ ἐκείνων πρὸς ἔρωτα ἐπεστρέφοντο, ἀλλ' ἔκλαιον τὸν ὕστατον δόλιχον, ὃν οἱ παῖδες ἐστείλαντο. Ἔφευγον καὶ πατέρες, νεογνὰ μητέρων ὀρφανὰ ὀπίσω ἀφιέντες. Καὶ αὐτὰ μὲν ὡς ἐπὶ σωτηρίᾳ ἐγοῶντο, οἱ δὲ μὴ ἐπιστρεφόμενοι ἔθεον, καὶ ἡ φύσις ἐβόα κενά. Εἰ δὲ καὶ ἐξέδραμον ἐκεῖνα συμφεύγειν, αὐτὰ μὲν ἐποίουν τὸ δυνατόν, ὁ δὲ γενέτωρ ἦν ὁ αὐτὸς τοὺς πόδας, τοῦ κατὰ θάνατον φόβου τὴν φυσικὴν ἐκνικῶντος στοργήν. Καὶ εἴπερ ὁ τεκνωσάμενος περιποιήσεται ζωήν, ἀλλ' αὐτὰ συμπατούμενα καὶ πρὸς βίαν σκαρίζοντα ἐξώλλυντο εἰς ἐπιθήκην τῶν κατ' ἄνδρας νεκρῶν. Οὕτω καὶ θρέμμα τραχύ, λύκων ἐπιτρεχόντων, ἀφίησι τὰ οἰκεῖα νεογιλὰ καὶ φεύγει, καὶ ὁ λύκος οὐκ οἶδεν οὐδενὸς φείδεσθαι.