Ancient Greek
Page 126
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 126
Not analysed yet
ζοντας ἡμῶν καὶ αὐτούς, ἀπειλουμένους, ἐπιτάσσοντας, ἀποστεροῦντας, τύπτοντας, ἄγχοντας τοῖς ὠνίοις. Ἀρτίσκον γὰρ παλάμῃ περιληπτόν, ὃν ὀβολοῦ ἄν τις τιμήσαιτο, πολλοῦ αὐτοὶ ἐσταθμῶντο, καὶ λατινικῶς καὶ αὐτοὶ ἡμᾶς ἀπέπνιγον. Καὶ ἀπολώλαμεν ἂν τηνικαῦτα, εἰ μὴ τὴν ὀπώραν κατ' ἄμμον πληθύνας ὁ Θεός, ἐν αἷς καὶ τὰς σταφυλάς, ἃς ἄλλων κεκοπιακότων ἕτεροι ἔδρεπον εἰς τοὺς κόπους ἐκείνων εἰσερχόμενοι, ἔθρεψε καὶ ἡμᾶς. Μὴ γὰρ ἐπὶ νοῦν ἀγέτω τις ἄλλο τι ἐς τροφὴν καὶ τρυφὴν ἐνδεδαψιλεῦσθαι ἡμῖν. Ὧν ἐκθλιβομένων μὲν οἶνον εἴχομεν, εἰ καὶ πνευματίαν ἐκεῖνον καὶ βρόμιον καὶ οὐ προσηνῆ πρὸς ὑγίειαν, ἀλλ' οὖν παραμυθητικώτερον ὕδατος, καὶ ἀλλοίαν δὲ τροφήν, ναὶ δὲ καὶ ἱματισμὸν τῇ ἀπεμπολήσει, καὶ εἴ τι δὲ ἄλλο ῥᾴδιον καὶ πρόχειρον πορίσασθαι. Οἱ δὲ ἐξώλεις Ἀρμένιοι λέγεται καὶ καταμιαίνειν ἡμῖν τοὺς ἄρτους. Ἦν δὲ αὐτὸ οὐχ ἱκανὸν τοὺς πτωχοὺς ἐκτρέπειν τοῦ προσίεσθαι τὰ πωλούμενα· δεινὴ γὰρ ἡ ἀνάγκη τὸ καθῆκον ἐκκρούεσθαι καὶ μόνου τοῦ πρὸς βίαν ἐγκειμένου γίνεσθαι. Τοιοῦτον δέ τινα μιασμὸν διαρρέει φήμη καὶ ἐκ τῶν Λατίνων πάσχειν ἡμᾶς. Ἔλαιον γὰρ πιμελαῖς καὶ στέασιν ἐγκατακεραννύντες ἐγίνοντο τοῖς ἀγαθοῖς Χριστιανοῖς αἴτιοι τοῦ παρανομεῖν τὴν νηστείαν, τὴν κατὰ τὰς Τετράδας καὶ Παρασκευάς, ἵνα μὴ μόνον τὴν τύχην ἡμῖν ἀλλοιώσωσιν οἶς ἡμᾶς κατεδουλώσαντο, ἀλλὰ καὶ τῇ ἁγίᾳ θρησκείᾳ ἐμπαροινήσωσιν. Ὤ, τίς ἂν ἀνάσχοιτο ἐκείνων; Καὶ ὅτε ἡμεῖς μὲν ἐν τῷ τοῦ μεγάλου Μυροβλύτου ναῷ ὕμνους ἱεροὺς ἐτελοῦμεν περιιστάμενοι τὸν περιώνυμον ἐλεήμονα, οἱ δ' ἐν ταῖς πλαγίαις τοῦ ἱεροῦ βήματος τὰ ἑαυτῶν ἐτέλουν, ἀντιφωνοῦντες ἡμῖν καὶ τὰς πολίτιδας φωνὰς ὑπερφωνεῖν ἐθέλοντες βοαῖς κορυζώσαις καὶ ἀπηχέσι, πολλάκις δὲ καὶ ταῖς τῶν καθ' ἡμᾶς θείων εὐαγγελίων ἐκφωνήσεσι πρὸς ἔριν οἱ ἀχαρίτωτοι ἀντεπεξαγόμενοι καὶ συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελῶντο τὰ θεῖα τῇ αὐτονομίᾳ τῶν παρ' αὐτοῖς ἱερέων, ἀνύσαι δὲ ἔσχον οὐδέν, εἰ καὶ ἄλλως ἐκεῖνος ἐῴκει ἐν οὐκ ὀλίγοις ἐθέλειν τὰ ῥωμαϊκὰ τάσσειν ὡς μὴ καταλύεσθαι. Ὅς γε καὶ δικαιοπραγεῖν εἴτε προσποιούμενος εἴτε καὶ πρὸς ἀλήθειαν βουλόμενος ἔν τε τῷ κρίνειν καὶ κολάζειν τοὺς ὑπαιτίους καὶ ἰσότητα διανέμειν καὶ μώλωψι καὶ λοιπαῖς αἰκίαις, ἀλλὰ καὶ σκόλοψι τῶν τινὰς κακούργων τιμᾶσθαι, καὶ τῷ τοῦ ἁγίου τάφῳ ἄργυρον καὶ χρυσὸν ἐχορήγησε, τὸν ἀρκοῦντα εἰς ἀναποίησιν τοῦ ἐλλείψαντος. Καὶ βίβλους δέ, εἰ καὶ μὴ τὰς ἀφῃρημένας καὶ οὐδὲ πάνυ τι εὐχρήστους, ἀλλ' οὖν ὅσας εὐηρεστήθη ἐφιλοτιμήσατο δοῦναι· καὶ πήγματα δὲ κηρῶν ἀργύρεα μεταφορητὰ ἐν ἱεραῖς εἰσόδοις λόγου ἄξια ἐχαρίσατο· καὶ ἡμῖν δέ τινα ζωαρκῆ ἐπένειμε σύν γε καὶ βίβλοις, ἃς οὔτι λίαν ἐποθοῦμεν,