Ancient Greek
Page 128
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 128
Not analysed yet
καὶ εἰκονίσματα θεῖα, ὧν τὰ πεφροντισμένα τοῖς ἐκείνου ἡμεῖς αὖθις ἐπεμερίσαμεν, αἰτηθέντες καὶ μὴ ἔχοντες ἀπανήνασθαι· ἔτι δὲ καὶ ἱερὰ ἔπιπλα, μὴ γὰρ κρυπτέον τὸ ἀληθές, ἐξ ὧν ἐπικοσμήματός τι πολλαῖς τῶν ἁγίων ἐκκλησιῶν διεμοιρασάμεθα. Τοῦ δὲ κόμητος τούτου ἐκεῖνο μάλιστα τὸ καλόν, εἰ καὶ ἄλλως εἶχέ τι καὶ κακὸν συμμιγές, παρὰ καὶ καλῷ κακὸν θεμένης τῆς φύσεως, κρατῆρα τοιοῦτον κερασαμένης αὐτῷ. Εἶχε μὲν γὰρ τὸ Λατινικὸν ὑπούλως περὶ τοὺς καθ' ἡμᾶς καὶ συχνὸν αὐτοῖς ὑπ' ὀδόντας ὡς ἀνάθεμα τοῖς μὴ κατὰ τὴν ἡμέραν τῆς ἁλώσεως ἅπαν τὸ πολιτικὸν κατασφάξασι καὶ τὸ διὰ τί κεφαλαὶ τοιούτοις ἐπικάθηνται σώμασι καὶ ὅτι τὸ τούτων αἷμα οὐ ποιεῖ σύγκρασιν πρὸς τὸ ἡμέτερον καὶ ὅτι παρακλητεύσομεν τὸν ῥῆγα καὶ πεσοῦνται μὲν πάντες οὗτοι, ἀντεισοικισθήσονται δὲ καταμόνας Λατῖνοι, καὶ οὕτως ἅπαντα καλὰ ἔσονται. Οὐκοῦν ἀκόλουθοι τούτοις ἀπειλαὶ καθ' ἡμῶν καὶ ῥίπισμα ὅσαι ὧραι τοῦ κατὰ τὸν κόμητα θυμοῦ ἐκ διαβολῶν καὶ ἀναφώνησις τῶν ἐνδιαβαλλόντων τὸ αὔριον, αὔριον, καὶ ὁ τοῦ Θεοῦ λαὸς ἅπας εὐθὺς περὶ ἡμᾶς. Καὶ ἦν ἀνάγκη κοπιᾶν καὶ λαλεῖν, καὶ ἐποιοῦμεν οὕτω συχνά, πολυτρόπως πονούμενοι. Καὶ Θεοῦ χαριτοῦντος ἐπείθομεν, καὶ τοῦτο πλειστάκις διὰ τὸ τὸν ἄρχοντα ῥέπειν ἐκεῖσε. Καὶ οὐ πρῴην ἀνήκαμεν, ἕως τὸ τελευταῖον παντοῖοι (οὐ λέγω τὰ εἰς ὁμιλίαν ἀλλὰ δημηγορίαν) γενόμενοι καὶ δικαιολογησάμενοι καὶ οὐδὲ κολακείας ἀπεσχημένοι καὶ χαριεντισάμενοι καὶ ἐμβριθῶς δέ τι λαλήσαντες καὶ μεμψάμενοι μὲν τὴν τῶν συγκλύδων Λατίνων δεινότητα, ἔπαινον δὲ τῶν Θεσσαλονικέων προενεγκόντες καίριον καὶ ὅλως τοὺς λόγους πολυειδῶς ἁρμοσάμενοι καὶ οἰκονομήσαντες πρὸς ἀνθρώπους ἀγρίους κατά τι ἀμυδρὸν ἀπήχημα γραφικῆς ἐλέγξεως καὶ ἐπιτιμήσεως καὶ παρακλήσεως, οἱ καὶ κατὰ καιρὸν εἰρήνης ἐπὶ τῶν ἡμετέρων ἄτολμοι ὄντες ποιεῖν τὰ εὐαγγελικὰ εἰς ἄκρατον, ἵνα μὴ πάσχοιμεν ἀβούλητα, ἐβεβαιώσαμεν τὸν ἄνδρα καὶ εἰς ἔμπεδον καταστήσαντες περιηγάγομεν διομόσασθαι ἦ μὴν μηκέτι φόβον ἐπαρτηθήσεσθαι φόνου ἤ τινος ἑτέρου κακοῦ τοῖς ἑαλωκόσι. Καὶ τὸ ἐντεῦθεν ἀνεπαυόμεθα εἰς ὅσον ἦν ἐγχωροῦν. Ἐνεχώρει δὲ μὴ εἰς τὸ πᾶν παρά γε τοῖς οὕτω μισορωμαίοις Λατίνοις. Ἀλλ' ἐπανιτέον πάλιν ἐκ τῶν τοῦ κόμητος ἐπὶ τὰ πρότερον. Διχῇ διῃρημένων τῶν κατὰ βίον εἴς τε τὰ καθ' ἡμέραν καὶ τὰ νύκτερα, αἱ μὲν ἡμέραι ἡμῖν ἐψεύδοντο τὸ ἥμερον διὰ τὴν ἐν τοῖς Λατίνοις ἀγριότητα, τὴν ἀμυδρῶς