Ancient Greek
Page 134
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 134
Not analysed yet
δίαν κεκόλλητο, καὶ οὕτω πόθῳ τοῦ οἴκου ἀγρευθεὶς καὶ ἀπαιωρηθεὶς καὶ μυρίας πληγὰς ἐντριβεὶς καὶ κατὰ ἑκάστην ἀπαιώρησιν ἐξεράσας χρήματα καὶ εἰς πολλὰ κορυφώσας αὐτά, εἶτα καὶ ἐλαφρίαν παθὼν λογισμοῦ καὶ ἐν τῷ ζητῆσαι λαβεῖν τι ἐκεῖθεν παρακρουσθεὶς καὶ ἀπειλησάμενος καταμηνῦσαι τὸ πρᾶγμα τοῖς κόμησιν, οὐκ ἔσχεν ἔτι κεφαλήν, ἀλλ' αὐτὴ μὲν κατεχώσθη που ἐκκοπεῖσα, ὁ δὲ λοιπὸς Κωνσταντῖνος ἐξερρίφη νεκρὸς ἀβοήθητος. Ἔσχε δὲ καὶ τοῦτο τὸ κακὸν ἑτεροίαν ἐπίτασιν. Γλυκανθέντες γὰρ οὕτω τῷ κέρδει τῶν οἰκοδεσποτούντων οἱ βάρβαροι, ἐνελόχων ἔσω πυλῶν καί, εἴ τινα παροδεύοντα ἴδοιεν δόκησιν ἀνδρὸς πέμποντα πλουτοῦντός ποτε, ἥρπαζον αὐτὸν ἔσω, οἷά τινες δεινοὶ θῆρες ἐκ φωλεοῦ, καὶ βιαζόμενοι ἐτυράννουν, ἕως τι τῶν κατὰ σκοπὸν ἀνύσαιεν. Εἰ δέ τινες καὶ συμβιοτεύειν αἰχμαλώτοις ἤθελον, εἶχε μέν τι καὶ τοῦτο βάρος, ὡς οἱ εὖ πάσχειν δοκοῦντες περιηγοῦντο, ἦν δέ πως φιλάλληλον αὐτὸ καὶ ἀνθρωπικώτερον. Οὐκ ἧν οὐδὲ τοὺς θείους ναοὺς ὕμνοις ἀσκύλτως περιᾴδεσθαι τότε, ἀλλ' εἶχε καὶ τὸ καλὸν ἔργον τοῦτο ἐπήρειαν. Καὶ τὰς μὲν ἀρχὰς ἱκαναὶ ἡμέραι καὶ οὔ τε ἐκλείοντο οὔτε σύναξις ἦν ἡ ἐθάς, ὡς ὑμνεῖσθαι Θεόν, ἀλλ' εἴ που ὡς ἐπὶ σκέπῃ καὶ ἀναπαύσει αἰχμαλωσίας, ὅσα καὶ κατ' οἴκους. Ὅτε δέ ποτε καί τις ἄδεια ἐξεφάνη καὶ θεῖοι πυλεῶνες ἐκλείσθησαν καὶ φῶς μυστικὸν ἀνήφθη καὶ ἡρμόσθησαν ψαλμοὶ καὶ ἱερεὺς ἐτέλει καὶ λαὸς ἡμέτερος εἶχε σχολὴν κατὰ ἰσχύν, τότε ὁ δαίμων ἀντέπραττε, τῶν φαύλων Λατίνων εἰστρεχόντων καὶ ταῖς ἱεραῖς φωναῖς ἐπιβουλευόντων καὶ λαλαγούντων καὶ συνήθη βαϋζόντων, εἴ πως ἐγκόπτουσι τὴν συνέχειαν τοῦ καλοῦ. Οἱ δ' αὐτοὶ καὶ τὸ ξύλον, ὅπερ εὔθετόν ἐστι κήρυκος δίκην σημαίνειν τῷ λαῷ τὴν ἐπ' ἐκκλησίας ἄθροισιν, κωλύειν ἤθελον. Ὅτε γοῦν τὴν ἀρχὴν ἐκρούσθη τοῦτο περὶ τὴν καθολικὴν πρὸς δείλην ἑσπερινήν, ξιφήρεις αὐτίκα ἐπὶ τὸν κρούσαντα κατὰ ῥιπὴν ὀφθαλμοῦ ἢ τάχος ἀστραπῆς οἱ βάρβαροι, καὶ τὸν διάβολον συνήθως μασώμενοι καθ' ὕβριν ἡμετέραν «τί τοῦτο;» ἔλεγον καὶ ἐκώλυσαν τότε τὸ ἔργον. Καὶ διέβη τὸ τούτων θέλημα κατὰ φόβον τὸν