Ancient Greek
Page 136
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 136
Not analysed yet
ἐξ ἡμῶν καὶ εἰς τοὺς λοιπούς, ὅσοι οὕτως ἔψαλλον. Μετὰ δὲ οὐ πολλὰς ἡμέρας, τῆς ἑορτῆς ἡμῖν ἐσαύριον ἀχθησομένης τῆς Ὑψώσεως τοῦ παντίμου σταυροῦ, ἀνῆλθον μὲν οἱ ἱεροκήρυκες εἰς τὴν τοῦ καθ' ἡμᾶς καθολικοῦ ἱεροῦ κορυφήν, τὰ συνήθη τελέσοντες ἐν ἐπιτομῇ· οὐδὲ γὰρ ἐξῆν πλατῦναι διὰ τὸ τῆς εὐφημίας οὐκ ἀπρόσκοπτον. Καὶ ὡς ἐσήμαναν τῷ ξύλῳ τὴν ἑορτὴν τρανέστερον, πάλιν οἱ βάρβαροι ξίφη γυμνὰ καὶ ἄνοδοι αὐτῶν ἐντρεχεῖς καὶ ἀνακρίσεις καὶ ἔρευναι τῶν κύκλῳ κατά τινα ἰχνηλάτησιν, μὴ καί τις δόλος ὑποκρύπτοιτο. Ὡς δὲ καὶ πολυπραγμονήσαντες καὶ κακολογήσαντες καὶ ἀπειλησάμενοι σταθεροὺς ἑρμηνευτὰς τοῦ πράγματος εὗρον τοὺς περὶ ἡμᾶς, ἐπραΰνθησαν καὶ κατῆλθον ἥμεροι καὶ οὐκέτι ἐνώχλησαν οὐδαμοῦ, οἷα λελυμένου τοῦ ἀπόρου σφίσι πρὸς ἀλήθειαν. Τότε δὴ καὶ ἐπῆλθεν ἡμῖν ἀπορῆσαι τί δήποτε τοὺς μὲν ἄνω περὶ τὸν τοῦ Μυροβλύτου ναὸν σημαντικοὺς τοῦ ψάλλειν μεγάλους κώδωνας οὐχ ὑποπτεύουσι, τὸ δὲ περὶ τὴν μητρόπολιν συνθηματίζον ξύλον τὴν ἱερὰν σύναξιν βαρέως φέρουσι. Καὶ διενοησάμεθα, ὡς εἰκός, μὴ τοὺς τυχόντας Λατίνους δυσαρεστηθῆναι, ἀλλὰ τῶν τινας ἐκ τῆς Μεγαλοπόλεως, οἳ τῷ ἱερῷ παρατυχόντες πολέμῳ, τῷ προεκτεθειμένῳ εἰς ἱστορίαν, καὶ μαθόντες ἐν τῷ μεγάλῳ ναῷ τότε ξύλα τοιαῦτα κροταλιζόμενα καὶ τὸν Ἀνδρόνικον προκαλούμενα ὡς εἰς ἐπικουρίαν τῶν τῆς ἐκκλησίας, ᾠήθησαν κἀνταῦθα ἡμᾶς τοιοῦτόν τι μηχανᾶσθαι. Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἡμερινὰ κακά, ἐξ ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν τὸν φρονοῦντα ἔσω καλύβης εἶναι, μοχλοῖς τὰς θύρας ἀσφαλισάμενον, ὡς εἴ γε μὴ οὕτως ἐποίει, οὐδεὶς ἂν ἐγγύην ἐδίδου περισωθήσεσθαι τὸν ἄνθρωπον. Ἀλλ' ὅτε καὶ κατ' οἶκον κρυβεὶς οὐκ ἔχοι σκότον, ἀλλὰ πυρὶ καταλάμποιτο ὑπουργῷ ἢ καὶ φωτί, ἕτερος τοῦτο κίνδυνος, περιιόντων τῶν Σαρακηνῶν καὶ εἴ τινες δὲ ἄλλοι κατ' αὐτοὺς κακοῦργοι (πολλοὶ δὲ οἱ τοιοῦτοι) καὶ ἀνακρινόντων τί ποιῶν ὁ οἰκοδεσπότης εἰς ὕπνον οὐ κατακέκλιται καὶ κατακλώντων τὰς θύρας καὶ εἰσπηδώντων ἔσω καὶ δρώντων ὅσα ἂν καὶ εἶεν βουλομένοις αὐτοῖς. Ἔχομεν δ' εἰπεῖν καὶ ὡς οὐχ οὗτοι μόνοι ἐκακοῦντο διὰ πρόφασιν τὸ πῦρ καὶ τὸ φῶς, ἀλλὰ καὶ οἱ ἀνεμπύρευτοι καὶ ἀφώτιστοι. Ἀνεξέλεγκτα γὰρ ἐπεισφροῦντες οἱ κακοὶ καὶ τὴν νύκτα ὡσεὶ καὶ Ἅιδου κυνέην εἰς ἐπίκρυψιν ἀμφιβεβλημένοι, γυναῖκάς τε ἀπῆγον τῶν συνεύνων, ἀφιέντες τὸν τοῦ γάμου ζυγὸν ἑτεροκλινῆ τῇ ἁρπαγῇ τῆς <ἀντιρρόπου> δυνάμεως, ἣν ὑπὸ ἡλίῳ διευκρινοῦντι κατα-