Ancient Greek
Page 144
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 144
Not analysed yet
ὄρεξιν, ἵνα δοκῇ πάνυ περιποιεῖσθαι τὴν πόλιν ἐφ' ἅπασιν, εἴ γε θέλει καὶ εὐχάς, τὰς ὑπὲρ αὐτῆς· οἶμαι δὲ καὶ ἐνδεικνύμενος οὕτω καταστῆσαι τὰ τῆς πόλεως, ὡς εὐχῶν καὶ μόνων αὐτὴν δέεσθαι, ὅμοιον ὡσεὶ καὶ ἰατρὸς κατεργασάμενος ἔκ τινος φαυλότητος ἐπὶ θανάτῳ ἄνθρωπον, εἶτα ἐπιτάσσει προσκαλεῖσθαι ἱερέα, ἐφοδιάσοντα ἤδη θνήσκοντα σωστικῷ ἁγιάσματι. Οὐδὲ γὰρ ἦν ἐπιπόλαιος, ἀλλὰ καὶ λίαν βαθὺς εὐτραπελεύεσθαι, ὅσα γε πειράσασθαι τοῦ ἀνδρὸς τοὺς δεινοὺς γνωματεύειν ἤθη τῶν οἷς ἂν περιτύχωσι. Διὸ καὶ ταύτην προσεποιεῖτο τὴν θεοκλύτησιν, ὡς οὐκ ἂν τὸ θεῖον θεραπεύοιτο. Ὅπως δ' ἂν εἶχε τὸ πρᾶγμα, ὁ μὲν εἶπεν, οἱ δ' ἐκκλησιαστικοὶ ἐπήκουον. Καὶ δὴ χρεὼν προλάμπειν τοῦ ψάλλειν τὸν γλυκὺν μελῳδὸν Δαυΐδ, ἐπῆλθεν οὔτι κατὰ αἴσιον τοῖς δεησομένοις (ἦν δὲ βαθὺς ὄρθρος τότε, οὗ λαμφθέντος ἡλίῳ ἑάλωμεν) ἐπιλέξασθαι ψαλμὸν ἐκεῖνον, οὗ κατάρχει μὲν τὸ «ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου», ἐφέπεται δὲ τὸ «ἐμίαναν τὸν ναὸν τὸν ἅγιον σου, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου», καὶ τὸ ἑξῆς, μονονοὺ χρησμῳδοῦντος τοῦ προφήτου καὶ θεοπάτορος δι' ὑποφητείας τῶν ἠθροισμένων εἰς δέησιν καὶ λέγοντος «τί ἂν ἔτι δεοίμεθα πρεσβειῶν εἰς Θεόν, ἔνθα ἐκείνῳ τὰ καθ' ἡμῶν ἀποπέφανται;» Εἶχεν οὕτω ταῦτα, πλείοσιν ἑτέροις παρασπιζόμενα συγκροτήμασι τῆς τοῦ κακοῦ δηλώσεως. Καὶ τοίνυν τῷ συχνῷ τούτων ἅπαντες ἀνεφρονοῦμεν, ὄψιμον συνάγοντες νοῦν καὶ τὸ πρῴην θράσος ἀποποιούμενοι, οὐ γὰρ ἂν ἐκεῖνο θάρσος εἴποιμι, ἐλλόγως εἴχομεν καὶ ἐνοοῦμεν οὐκέθ' ἡμῖν εἶναι φυκτά. Οὔκουν ἔφθησαν καταντῆσαι εἰς πέρας αἱ τῶν ἐκκλησιῶν δεητήριοι ἁρμονίαι καὶ ὁ πόλεμος, ἔτι τῶν ψαλμῶν εἰλουμένων ἐν τοῖς τῶν δεομένων στόμασι, θρήνους παρέβυσε καὶ εἰς γόους οἰκτροὺς καὶ ἀλαλαγμοὺς Ἅιδου ἀντιπεριέστησε καὶ εἰς φυγὴν αὐτοὺς ἀθροισθέντας ἔπτυρε καὶ τοιαῦτα διέθετο ὧνπερ ὀΐω μεμνήσεσθαι τοὺς ζῶντας ἔν περ ὀνείροις, εἴπερ οὐ τὰ ἡδέα μόνον προπίπτουσι τῆς καθ' ὕπνον φαντασίας, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ φόβον ἐνδειξάμενα. Καὶ οὕτω ἐξ ἰδίας ἔχθρας, τῆς τε κατὰ τὸν βασιλέα Ἀνδρόνικον καὶ τῆς κατὰ τὸν δοῦκα Δαυΐδ, κοινὸν κακὸν κατέσκηψεν ἀνάπαλιν τῷ γνωματευσαμένῳ πολλὰ τῶν κοινῶν κατά τινας ἰδίας ἔχθρας λαγχάνειν ἐπανόρθωσιν, καὶ οὐκ εὐφραδὴς ἡμέρα, ἡ τῆς πανωλεθρίας, κατερράγη ἡμῖν. Ἣν ἤθελον μὲν ἐκ τῶν τοῦ καλοῦ ἐνιαυτοῦ ἀναπληρωμάτων αὐτίκα ἐκκοπῆναι, ὁποῖόν τι λελυπημένος καὶ ὁ καρτερικὸς Ἰὼβ εὔξατο, ἀλλ' ὁ ἐπιτάξας τῷ ἡλίῳ ὁρίζειν τὰ τοῦ ἐνιαυτοῦ καθ' εἱρμὸν τὸν ἀπ' αἰώνων ἐξουδενώσει πάντως τὸ τῆς εὐχῆς ταύτης, πεπαιδευκὼς ἄλλως εὔχεσθαι, ἀνθρωπικώτερον. Τὸ γὰρ οὕτω γονυπετεῖν ἐν δεήσεσιν οὐκ ἂν εἴη ψυχῆς μὴ παραφερομένης οἷς παθαί-