Ancient Greek
Page 146
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 146
Not analysed yet
νεται· ὅθεν καὶ συγγνωστά, εἰ καὶ οὕτω λαλοῦμεν. Λίθοι γὰρ ἐνταῦθα οὐκ ἂν παθήναιντο καὶ ὅσα κατ' αὐτούς. Πῶς γὰρ ἄνθρωπος, ἔνθα καὶ τῶν πολεμίων οἱ φαινόμενοι Θεὸν εἰδέναι καί τι ἔχειν οἴκτου καὶ ἀθηρίωτοι ἐδάκρυον καὶ κατεστέναζον, βλέποντες πόλιν τοιαύτην οὕτω κατῃκισμένην καὶ ἐζημιωμένην καλοῖς, ἅπερ, εἰ διενεμήθη, πλείστην ἂν τῆς οἰκουμένης εἰς εὐδαιμονισμὸν ἐξήρτυσαν; Οὐ γὰρ πόλις ἦν ἡ ἁπλῶς, ἀλλὰ μακάρων γῆ, ὁποίαν ὁ μαθὼν οὐκ ἂν ἔχοι λαθέσθαι αὐτῆς· ἣ θάλλουσα ἐσαεὶ τοῖς κατὰ κόσμον καλοῖς ἐξήνθησε τότε ἀτημελήτοις νεκροῖς, ὧν καὶ εἰσέτι σώματα ἀκηδέα κεῖται ἐν παραβύστοις, ἀνδρῶν, γυναικῶν, νηπίων, ἀκμαίων, μεσαιπολίων, γερόντων, εἰπεῖν τὸ ἀνηλεέστερον, παρειμένων ἢ καὶ ἄλλο τι σίνος παθόντων ἀποτυχίᾳ φύσεως, καὶ αὐτῶν δὴ τῶν ὁπηδήποτε νοσοκομουμένων, οὓς οὔτε τεῖχος εἶδεν οὔθ' ὅπλον ἔτριψε. Τὸν γοῦν ἐκκλησιαστικὸν ξενῶνα εἰσδραμόντες οἱ δεινοὶ καὶ κατὰ σκιῶν ἀνδρίζεσθαι, πρῶτον εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον καλὸν οὐκ ἔχει τινὰ ξεναγωγεῖν, ἀλλ' οἱ πρὸς νοσοκομίαν ἀπονεύοντες ἐρχόμενοι καὶ τὸ κένωμα βλέποντες καὶ τὸ πρὸς ὑγίειαν βοήθημα ὡσεὶ καὶ θανάτου καταγώγιον ἀποτροπιαζόμενοι, τύπτοντες τὰς αὑτῶν κεφαλὰς καὶ οἰμώζοντες ὡς ἐπιτελεύτια ἐπαναστρέφουσιν οἴκαδε καὶ κεῖνται θανάτῳ ἐπιτρέψαντες ἑαυτούς. Οὐδὲ γὰρ οὐδὲ ἔστι ῥανίδα ἢ ψῆγμά τι νοσήλειον οὐδ' ἄλλοθί που τῆς καθ' ἡμᾶς ἐρημοπόλεως εὑρέσθαι, πάντων ὑπὸ τῶν καὶ ἀγροίκων καὶ ἀπηνεστάτων ἐξηφανισμένων, οἳ οὐδεμίαν χάριν μὴ ὅτι γε καταπλουτοῦντες, ἀλλ' οὐδὲ οἶμαι εἰδότες, ἄνθρωποι ἀχαρίστεροι πάντων, ὦν ἂν εἴποι τις, καὶ λόγον ἄλλον ἀπειρόκαλοι, καθότι τῷ χυδαίῳ τῆς πολιτεύσεως καλοῦ παντὸς ἦσαν ἀπείρατοι καὶ τῶν τοιούτων ἁπάντων ἀγαθῶν τὴν καθ' ἡμᾶς πόλιν ἀπωρφάνισαν, ὡς μηκέτι θαυμάζεσθαι τί δήποτε αὐτοὶ κατ' ἀνθρώπων θάνατοι αὐτόχρημα ἐξέβησαν, εἰ δίχα τῶν τοιούτων καὶ ἀλόγων ἀφειδεῖς ἦσαν κατὰ μανίαν τὴν καθ' ἡμῶν καὶ ἀγγείοις ἐνύβριζον εἰς κατάκλασμα, μέχρι καὶ αὐτῶν λαγύνων καὶ ληκύθων καὶ εἴ τι φαυλότερον. Οἱ δὲ καὶ ἄλλως εἰς τόσον ἀγροικικῶς εἶχον, ὡς μηδὲ ὀφθαλμοῖς ποτε διαλαβέσθαι δοκεῖν τὰ σπουδαιότερα. Λινέοις γοῦν σπειράμασι καὶ σακκίοις καὶ ῥάκεσιν ἀγαθὰ καὶ πολλὰ καὶ τίμια ἐγκείμενα πρὸς ἔριν ἀναλεγόμενοι, τὰ μὲν ἔνδον ἐξερρίπτουν ἀνοίγοντες τὰ τῶν ἀγγείων στόματα καὶ συνεπάτουν, τὰ δὲ ἀχρεῖα δοχεῖα εἰς κόλπους παρέβυον, ὀβολιαῖα ὡς τὰ πολλὰ ὄντα. Καὶ τοιοῦτοι μὲν οἱ πλείους τὰ πρῶτα ἐν ἀκμῇ τῆς ἁρπαγῆς· ἐπελθόντες δὲ οἱ μετ' αὐτοὺς καὶ οἱ μετ' ἐκείνους ἔτι ἐφορτίζοντο τὰ ἐκκεχυμένα καλὰ καὶ πλοῦτον συνέλεγον. Ἦσαν δὲ καὶ αὐτοὶ ἀγεννεῖς ἄγροικοι καὶ οὐδὲν ἀστεῖον