Ancient Greek
Page 148
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 148
Not analysed yet
πεπαιδευμένοι. Τοῖς γοῦν κατ' ἐμπορίαν παρατετυχηκόσι καὶ εἴτε ἰσχνότερον ἢ πρὸς πάχος δυναμένοις κτᾶσθαι τὰ ἐμπολώμενα βραχύ τι λαμβάνοντες κατήλλαττον τὰ τῷ βίῳ τίμια. Καὶ ἔστι μαθεῖν ὡς διπλοὺς μὲν ὁ χρυσός, ὁ δὲ ἄργυρος καὶ εἰς πολλαπλοῦν πονηροῖς εἰς ἄλλαγμα χαλκείοις προΐετο. Βίβλοι δέ, ἃς ἀπολωλεκώς τις δάκνοιτο ἂν τὴν ψυχὴν διὰ βίου, καὶ φάρεα, οἷς πρὸ τῶν ἄλλων φιληδοῦσιν οἱ Σῆρες, καὶ λοιπὰ ἔργα ἱστοῦ, οἷς ἀραχνῶν μίτος ἐρίσειεν ἄν, καὶ ὅσα δὲ ῥίζαν γενέσεως φέρουσι σκώληκα ἐργάτην τρυφεροῦ μηρύματος, οὐδ' αὐτὰ ἐφολκὰ ἦσαν τοῖς μηδὲν εἰδόσι καλόν, ἀλλὰ παρερριπτοῦντο εἰκαίου τιμήματος. Παρ' οἷς καὶ ὁ τριγέρων οἶνος διὰ τὸ ἀγλευκὲς ἐξουθενεῖτο, οἶα καί τι φάρμακον οὐκ ἀγαθόν· οἵου δὴ οἴνου χρεία καὶ μάλιστα ἦν τά τε ἄλλα καὶ διὰ τοὺς ἐν πληγαῖς. Ἐξεχεῖτο γὰρ τὸ καλὸν ἐκεῖνο ὑγρὸν ὡς εἰς ποταμούς· ὅθεν οὔτε αὐτὸς ἦν οὔτε τι ἀκόλουθον μάλαγμα οὔτε ὁ καθ' εἱρμὸν κατάδεσμος. Διόπερ οὐ μόνον κύκλῳ τοῦ τείχους τῶν νεκρῶν κειμένων καὶ περὶ σύμπαν δὲ τὸ τοῦ τοιούτου κύκλου ἐμβαδὸν οὐκ ἦν ὁ θάπτων, ἀλλὰ καὶ οἱ πεπληγμένοι προσθήκην ἐποίουν τῷ Ἅιδῃ καὶ πράγματα προυξένουν τοῖς θάπτουσιν. Ὢ γοῦν ὅσας ἐξεκένωσαν οἰκίας καὶ οἱ τραυματίαι κατὰ πολυμερῆ ποσότητα ἐκλείποντες. Καὶ οὕτω μὲν ὁ γέρων οἶνος ἐκφορὰν ἔπαθε, συντεθνηκὼς οἷον καὶ αὐτὸς τοῖς κινδυνεύσασι κατ' ἔνδειαν αὐτοῦ, ὁ δὲ νεογνὸς ὑπεσκίρτα ζέων καὶ βραττόμενος καὶ τὸ βράσμα ἦν τοῖς προσιεμένοις καθὰ καί τι ἐμβόημα καὶ ἀπειλὴ βίου ὑπεξαγωγῆς. Οἱ γὰρ τούτου ὑποπιμπλάμενοι εἶτα τοῦ τῆς λήθης ἔπινον πόματος, ὃ θάνατος οἰνοχόει, οὐ τοῖς ἡμετέροις μόνοις, ἀλλ', ὃ καὶ προφέρων τῷ στόματι χαίρω, καὶ μάλιστα τοῖς Λατίνοις, οἷς μέγα τι καλὸν αὐτὸς ἐκρίνετο, ἅμα ἐκπιέζουσι χερσὶ σταφυλὰς καὶ ῥοφοῦσι χανδὸν τὸ νεόθλιπτον, ἵνα μηδὲ ταῖς λαγύνοις πρωτείου ὑποδοχῆς ἐκχωρήσωσι. Καὶ ὁφείλομεν ἡμεῖς τῷ τοιούτῳ βρασματίᾳ οἴνῳ χάριτας, οἷα προσεταιρισαμένῳ κατὰ Λατίνων τὸν θάνατον· ὃν ἐπώτρυνεν αὐτοῖς καὶ τὰ ὕεια κρέα, οἷς τὰς γαστέρας πλησμίως ἔσαττον· οὕτω δὲ καὶ τὰ ἐκ βοῶν καὶ τὰ καλὰ σκόροδα, δι' ὧν ὁ καθ' ἡμᾶς κλῆρος ἐσῴζετο καταψάλλων καὶ καρπιζόμενος τὰ ἐς ζωὴν καὶ οὕτω τιννύμενος τοὺς φόνους, οἷς ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτετίμητο, εἰ καὶ μηδεμίαν χάριν οἶδε θάνατος κατὰ τὸν τραγῳδόν. Τὸν δὲ συχνὸν τοῦτον λατινικὸν θάνατον αὐτὸς ὁ Ἀλδουΐνος ἐτράνωσε περίλυπος φάμενος ὑπὲρ χιλιάδας τρεῖς μεγάλων αὐτοῖς ἀνθρώπων ἐκ νόσου πεσεῖν. Σωρὸς οὗτος ἡδὺς ἡμῖν, εἰ καὶ μὴ ἀντεσήκου πρὸς τὴν ἐξ ἡμῶν στοι-