Ancient Greek
Page 156
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 156
Not analysed yet
Προσλογιστέον τοῖς φαύλοις ἐν ἡμῖν αἰτίοις καὶ τὸ τῆς φιλίας εὐπεριφρόνητον καὶ οὐ μακρόβιον, ἀλλ' ἐφήμερον· ὅθεν κεκινημένοι τὸ ἄγριον βάρβαρον διέθεντο εἰς ἡμᾶς τὰ διὰ βίου θρηνηθησόμενα. Συντακτέον τούτοις καὶ τὸ ἀχάριστον καὶ ἁπάσης χάριτος εὐεπίληστον καὶ οἶον θνῄσκειν ταχύ, ὡς ἅμα ἠλεῆσθαί τινα καὶ τεθνάναι τὴν χάριν κατὰ τὴν παροιμίαν. Διὸ ἥρπασεν ὁ Θεὸς ἀφ' ἡμῶν τὰς χάριτας, αἷς ἐκ μακροῦ τὸ καθ' ἡμᾶς λάχος ὡράϊστο. Προσγραπτέον καὶ τὸ ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες, οὐ τοσαῦτα τίνομεν. Προσενθυμητέον οὐχ ἥκιστα καὶ τὴν τῶν θείων περιφρόνησιν, τὸ χείριστον, καὶ τὸν ἐπ' αὐτοῖς γέλων, ἐξ ὧν περιπεφρονήμεθα οὐ πρὸς κατάγελων, ἀλλὰ πρὸς ὄλεθρον. Ἢ γὰρ οὐκ οἴδαμεν τοὺς ἐν ἡμῖν ὁρογλυφοῦντας τὰ τῶν ἁγίων καὶ ὑποσπωμένους αὐτὰ εἰς κληρονομίαν καὶ καυχωμένους ὡς, ἐφ' οἷς Θεὸς ὑπνοῦν προσποιεῖται, αὐτοὺς νηφαλίους ὄντας καὶ πρακτικούς. Ἀναβάλλομαι περιηγήσασθαι νῦν κατ' ἐξαίρετον καὶ τὰ κατὰ τοῦ πολιούχου ἡμῶν Μυροβλύτου, καὶ τὰς θρασείας ἀναιδείας ἐκείνας, καὶ ταῦτα ἐπὶ πράγμασιν, ἃ προυκαλεῖτο καὶ ἐγκαλύπτεσθαι, ὧν μάρτυρες ἀπαράγραπτοι καὶ πύλαι περίοπτοι, κολαφθεῖσαι ἀξίναις εἰς βαθύ ποτε καὶ προτιτλοῦσαι θράσος ὕψιστον· ἔτι δὲ καὶ τὰς περιέργους συνδρομὰς καὶ καταδρομάς, ἃς τὸ ἔναγχος οἶδε θέρος, εἰς οὐδὲν δέον. Ἀλλ' ὥστε οὐ τοῦτο δὴ τὸ ἐλαφρὸν δῆσαι δίκαιον ἄνδρα, οἷα δύσχρηστον τοῖς δυσαρέστοις, ἀλλὰ καὶ κρύψαι εἰς γῆν τὸ βαρύτατον. Προσεπιλεκτέον τοῖς αἰτιατέοις καὶ τοὺς κατ' ἀλλήλων ψιθυρισμούς, ἐφ' οἷς οὐκ ἐχρῆν, οἳ βοὰς μάχης ἀφύκτου ἡμῖν ἐπέρρηξαν, τὰς ἐπὶ παραθήκαις ἀποστερήσεις, ὧν ἕνεκεν ἀπεπλουτίσθημεν, εἰ καὶ γελῶσι κἀνταῦθα πάντες οἱ ἔτι ἄνδρες τοῦ πλούτου, τὰς τῶν γραμματίων ἀποπροσποιήσεις, ὧν σταυροῦ τιμίου τύπος προλάμπων εἶτα καὶ μνήμην τῆς Ἁγίας Τριάδος τοῦ ἑνὸς καὶ μεγάλου Θεοῦ ἐπεισάγει προγεγραμμένην πρὸς ἑκάστου τῶν οὕτω συναλλαττόντων, ὡσεὶ καὶ ὤμνυον· ὅπερ κατ' ἐπιορκίας ἔγκλημα ἐξεπολέμωσεν ἡμῖν φανερῶς τὸν Θεόν. Τί μοι ἀναμετρεῖν τὰ πλείω αἴτια, ἔνθα μὴ πάνυ καιρός; Ἀρκέσει μόνον εἰπεῖν ὡς δίκαιος ὁ Θεὸς καὶ δικαιοσύνας ἀγαπᾷ. Διὸ οὔτε μερὶς αὐτῷ πρὸς