Ancient Greek
Page 158
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 158
Not analysed yet
τοὺς μὴ τοιούτους καὶ οὐδ' ἂν ἀνήσει ποτὲ συχναῖς μεθόδοις μετερχόμενος τοὺς ὅσοι τοῖς ἀδικοῦσι συνεξετάζονται. Δοκῶ μοι, ὦ πολῖται καὶ δι' ὅλων συναεθλευταί, καὶ ὑμεῖς δέ, ὦ νεήλυδες, ἠκριβωσάμην διαγράψας τὰ καθ' ἡμᾶς τεχνικῶς καὶ εἰκόνα ταύτην ἐν ἡμῖν ἀνεστήλωσα διδασκαλικὴν ὧν ἐπάθομεν· καὶ ἔστιν ἀπὸ τῆς ἄρτι ὄφελος διαβαίνειν εἰς τὸν τῇ ζωγραφίᾳ ταύτῃ ἐπεντρανίζοντα καὶ μὴν καὶ ἀγαπῶντα. Ὡς ὅ γε τὴν ἀκριβῆ διαζωγράφησιν μεμισηκὼς οὐδὲν ἧττον, φασί, καὶ τὴν ἀλήθειαν συνεμίσησεν. Οἶμαι δὲ καὶ ὡς εὐλαβητέον μὴ τῇ περιφρονήσει τῶν ἐνταυθοῖ διεζωγραφημένων καὶ τῇ ἐντεῦθεν ἀπαλοιφῇ τοῦ τυπώματος ὧν πεπόνθαμεν ἀνάγκη ἐστὶ καὶ ἑτέρῳ μεταχρονίῳ ἀρχιζωγράφῳ τῶν τοιούτων πινακογράφημα ἕτερον ἐφ' ὁμοίοις παθήμασιν ἐν ὑμῖν στήσασθαι. Εὖ γὰρ ἴστε πάντως ὡς οὐ μίαν πληγὴν Θεὸς ἐντήκειν οἶδε τοῖς ἀνεπιστρόφως κακοτρόποις, οὐδὲ εἰσάπαξ, ἀλλὰ πολλὰ βέλη παρ' αὐτῷ ἡ μυστικὴ φαρέτρα κρύπτει, ἐξ ὧν ἀεὶ κατασκοπεύονται αὐτῷ καὶ βάλλονται, συνεκπολεμούσης αὐτῷ καὶ τῆς ἀρᾶς <τοῦ Μυροβλύτου. >Ἀλλὰ μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐξελοῦ θλιβομένους ἡμᾶς, καὶ οὕτω δοξαζόμενος κατὰ τὸ «καὶ ἐν ἡμέρᾳ θλίψεώς σου ἐπικάλεσαί με <καὶ ἐξελοῦμαί σε> καὶ δοξάσεις με», τὸν ὄντως ὑπερδεδοξασμένον εἰς πάντας τοὺς αἰῶνας.