Ancient Greek
Page 4
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 4
Not analysed yet
ρικὸν οὔτ' ἄλλα, ὅσα πρὸς οὐκ ἄκαιρον φιλοτιμίαν καὶ πολυμαθίας ἔνδειξιν οἱ ἔξω πάθους τεχνάζονται. Εἰ τοίνυν καὶ ἐμὲ τοιονδέτινα ἡ παροῦσα συγγραφὴ διαδείξει, αὐτίκα φανεῖται. Ἄρξεται δὲ ὁ ὑποτεταγμένος λόγος ἀναγκαίως ἐξ αὐτοῦ πάθους, ὅτι μηδὲ ἦν τὸν ἐν ἐλεεινοῖς ὄντα μὴ τραγικεύσασθαι τό γε πρῶτον. Εἶτα καθιστάμενος τοῦ οἴκτου καί τι πρὸς βάρος ὑπομεμψάμενος τὸν αἴτιον καὶ συναίτιον τοῦ κακοῦ, γενήσεται τοῦ καὶ εὐκρινῶς καὶ σαφῶς, ἐπί τι δὲ καὶ μεγαλείως ἀφηγεῖσθαι· καὶ πῆ μὲν ἀφελῶς, ὡς ἐχρῆν, πῆ δὲ καὶ γλαφυρώτερον καὶ ἀπὸ κεφαλῆς ἠργμένος, ἧς οὐδὲν καιρίως πρεσβύτερον, καταβήσεται εἰς τὰ ἐχόμενα καθ' εἱρμὸν καὶ τάξιν οὐ πάντῃ ἀπεριλάλητον καὶ ἅψεται πάλιν τῶν τῆς ἁλώσεως πλατύτερον κατὰ πᾶσαν ἀνάγκην, ἐπεὶ καὶ αὕτη μάλιστα πρὸ ἔργου ὑποβέβληται τῇ συγγραφῇ. Ὅτι δὲ καὶ σημεῖα ἐν τοῖς τοιούτοις προφαίνει τὸ θεῖον, ἃ δὴ κἀνταῦθα ἐμφανῶς προέλαμψε, προσεφάψεται καὶ τοιούτων τινῶν ὁ λόγος εἰς σύμμετρον. Οὐκ ἀποστήσεται δὲ οὐδὲ τοῦ ἐκθέσθαι ἁμαρτητικὰς αἰτίας, ὧν ἕνεκεν τὰ δεινά, ὃ καὶ αὐτὸ οἱ συγγραφόμενοι ἐν ἔργῳ ἐλλόγως τίθενται. Ἀνασκαλεύσει δὲ ἀμυδρῶς ἡ συγγραφὴ τὰ τοιαῦτα αἴτια ἐν ὑστέρῳ τοῦ ὅλου λόγου κατὰ μέθοδον διδασκαλικήν. Οὐ γὰρ ἐν ἑτεροίῳ καιρῷ καὶ ἀνέγνωσται καὶ ἐκδέδοται, ἀλλ' ὅτε οἱ προεισόδιοι τῶν νηστίμων ἁγίων ἡμερῶν κατηχοῦνται εἰς ἀκοάς, ὡς ἀποτελευτᾶν τὸν λόγον εἰς διδασκαλίαν ἐκκλησιαστικήν, ἀρξάμενον ἄλλως ἀφ' ὧν κακῶν ἡ πόλις ἔπαθεν. Ἀρχὴ αὐτοῦ δὴ τοῦ συγγραφικοῦ λόγου τῆς ἁλώσεως Ἔφηνε καὶ ὁ καθ' ἡμᾶς ἄρτι χρόνος, εἴπερ τις ἕτερος τῶν πάλαι, ὑπόθεσιν, ἣν ἀπαθὴς μὲν ἄνθρωπος καὶ μακρὰν ἑστὼς τοῦ κατ' αὐτὴν κινδύνου μεγάλην εἴποι ἂν καὶ βαρυσύμφορον καὶ πάνδεινον καὶ ἀπευκταίαν καὶ οὐ ῥᾷον φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ ἂν εὐπορήσοι πρὸς ἀξίαν ὀνομάσαι τὸ κακόν, ἐκκρουόμενος οὗπερ ἐθέλει νοεῖν τῷ ποικίλῳ καὶ ἐπαλλήλῳ τῶν συμφορῶν, ὅσαι κατέχασκον ἑκάστου τῶν δυστυχούντων, πολλαῖς καὶ διαφόροις οἰκειούμεναι κλήσεσιν· εἰ δὲ καὶ δυνήσεται κατευστοχῆσαι τοῦ κακοῦ πρὸς ἔπος, ἐρεῖ ἂν αὐτὸ οὐκ ἀπεικότως