Ancient Greek
Page 6
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 6
Not analysed yet
φωστῆρος μεγάλου ἀφάνειαν, οὐδὲν μὲν ἐκεῖνος λέγων πρὸς πάθος (ἐχρῆν γὰρ ἄλλοις ὀνόμασιν ἐνταῦθα παθήνασθαι), τῷ μεγαλείῳ δὲ ὅμως ὀρθῶς ἐπιβάλλων τοῦ δυσπραγήματος. Ἦ γὰρ οὐ τοιοῦτόν τι τὸ τὴν ἐν ταῖς ὑπ' οὐρανὸν πόλεσι πάνυ λαμπρὸν φαίνουσαν Θεσσαλονίκην οὕτω παθεῖν, ὡς νῦν ἔχει; Ἔχει δὲ ὡς ἂν ἀπεύξαιντο καὶ ἐχθροί, ὡσεὶ καὶ καλὸν εἶδος ἀφανισθὲν λυπεῖ καὶ τὸν ἦν ὅτε ἀπόστοργον. Ὤμοι δαίμονος, ὃς οὕτω βριθὺς τηλικαύτης πόλεως εὐετηρίᾳ ἐνήλατο καὶ κατέστρεψεν. Ἀπήγαγε μὲν οὖν αὐτὴν τέλεον, ὡς μηδὲ λείψανον ἐναπομεῖναι παλαιᾶς καλλονῆς. Καὶ τείχη μὲν αὐτῆς ἠχρειωμένα καὶ ἱερὰ τὰ πάντα κατῃκισμένα εἰς ὅσον οὐδὲ τόποι τολμητοὶ πᾶσι καὶ οἶκοι εὐπρεπεῖς κατῃσχυμένοι καὶ περιουσίαι πολιτῶν, αἱ μὲν ἠντλημέναι, αἱ δ' ἐκκεχυμέναι καὶ ἄλλως δὲ διεσπαρμέναι, τί ἂν λέγοιντο, ἔνθα οὐκ ἔστιν ὡς ἐχρῆν αὐτὰ διίξεσθαι; Τὸ δὲ ἐν τῇ πόλει πλῆθος, οὐ μόνον τὸ στρατιωτικὸν ἀλλὰ καὶ τὸ λοιπόν, ὅσον ἐν ἱερᾷ πολιτείᾳ τῇ κατὰ κόσμον καὶ ὅσον δὲ λαϊκόν, τίς ἂν ἐς ἄξιον δακρύσειε; Ναὶ μὴν καὶ ὅσον τοῦ βίου τὸν φλοῖσβον διακρουσάμενον ὡς εἰς λιμένα κατήντησε τὸ ἀπρόϊτον τῆς ἐνοικήσεως, πάντες οὗτοι, ὡσεὶ καὶ ἀκρίδες πυρὶ κατὰ λήϊον ἐλαυνόμεναι, τῇ καυστηρᾷ μάχῃ πρὸς ὄλεθρον ἐξετινάσσοντο. Καὶ οἱ μὲν πολέμιοι περιστοιχίζοντες θυμοῦ πῦρ ἐξέκαιον ἐπὶ τὸ πολιτικὸν ἅπαν, ἐκεῖνοι δέ, οἱ μὲν ἐπικαταλαμβανόμενοι καί που καὶ σπαργανούμενοι πυρὶ τοιούτῳ πάντοθεν οὐκ εἶχον διεκπίπτειν, ἀλλὰ πολυειδῆ τὸν κίνδυνον εἶχον, οἱ δὲ ὅσα καὶ σπινθῆρσι τοῖς βέλεσι πόρρωθεν ἔπασχον τὸ κακόν. Ἠέλιος μὲν νέον προσέβαλλεν ἀρούρας, οὐκ ἔσχε δὲ τὴν θανάσιμον διαλῦσαι νύκτα, ἀλλὰ κατεκαυχᾶτο τοῦ φωτὸς ἡ τῶν πιπτόντων ζόφωσις. Οὔπω τις ἔφθη τὸν γλυκὺν ὕπνον ἀποθέσθαι, ὁ πικρὸς καὶ ἀνέγερτος αὐτὸν διεδέχετο καὶ ὄναρ κακὸν ἐφίστατο ὕπαρ τῇ κεφαλῇ καὶ ὁ βλέπων αὐτὸ κατέμυεν εἰς θάνατον. Ἀπηλλάττετο κλίνης ἐγρηγόρσεως λόγῳ καὶ ὁ πολέμιος σίδηρος ἄλλως αὐτὸν κατέκλινεν, ὡς ἐκεῖνος χαίρει κοιτάζων. Πολλοῖς δὲ καὶ ἡμιγύμνοις ἔτι τὸ κακὸν τοῦτο θηρίον ἐνεφύετο, ἵνα μηδὲ κάμοι τοὺς ὀδόντας ἐντρίβον σωμάτων καλύμμασι. Καὶ στρατιωτῶν μέν, ἤδη δὲ καὶ τῶν ἄλλως ῥωμαλέων ἢ καὶ ὅλως ἀκμαίων, εἴπερ ὁ πόλεμος ἐδράττετο καὶ διέσπα ἐμπείρας ὀξέας ὄνυχας, ἐκαινοπράγει οὐδέν. Φιληδεῖ γὰρ σώμασι τοιούτοις ἐκεῖνος, ὑφ' ὧν καὶ συγκροτούμενος θεραπεύεται ὡς τὰ πολλά. Εἰ δὲ καὶ ἄνδρας ἀθλίους ἐφιλοτιμεῖτο ἀπάγειν, ἤδη τυμβογέροντας ὄντας καὶ εἰς γῆν κεκυφότας καί που πρὶν ἢ καὶ πληγῆναι γινομένους τοῦ Χάρωνος οἷς τῷ δέει παρίεντο, καὶ γραῦς δὲ τὰς πλείους καὶ