Ancient Greek
Page 52
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 52
Not analysed yet
Βραχὺς ὁ ἐν μέσῳ χρόνος καὶ περιγίνεται· καὶ ὡς ἂν μὴ θρήνου μεγάλου ἔξαρχος καθισταίμην τοῖς φιλαλεξίοις εἴτ' οὖν φιλοβασιλεῦσι λεπτοτομῶν παχεῖαν σκυθρωπότητα, ἐκ ποδῶν ἀπάγει τὸ συμβασιλέα. Καὶ τοῦ ζυγοῦ τὸν Ἀλέξιον ἐκτινάξας εἴτε πνιγμῷ τῷ δι' ἀγχόνης, ὡς διαρρέει λόγος ὁ πλείων, εἴτε καὶ ἄλλως, ὡς ἐκεῖνος οἶδε καὶ οἱ συγκακοῦργοι, ἀντεμβάλλει τὸν υἱὸν Ἰωάννην, τὸν τοῦ Μανουὴλ ὕστερον, οὐχ ὅτι καλλίων ἦν, ἀλλ' ὅτι ὁ μὲν Μανουὴλ ἀπεστύγει τὰ τοῦ πατρὸς καί πως ἔβλεπεν εἰς τὸ μέλλον καὶ τὸν Θεὸν ἐπίστροφον εἶναι τῶν γινομένων κακῶν ὑπελάλει, ὁ δὲ Ἰωάννης ἔστεργε καὶ τοῖς πλημμελουμένοις ἔχαιρε συνεφαπτόμενος. Ἃ δὲ τὸ ἐντεῦθεν ὁ Ἀνδρόνικος, οὐ λέγω ἥμαρτεν ἢ ἐπλημμέλησεν, ἄλλως γὰρ οἱ θερμότεροι ὀνομάσαιεν ἄν, γλώττης δεῖται νεανικῆς φράζειν καὶ πρὸ αὐτῆς λογισμοῦ βαθέος καὶ οἵου εὔστοχα βάλλειν καθ' ὧν ἂν ἐπιβαλεῖ· ἅπερ ἡμεῖς ἀπολωλεκότες τῷ γήρᾳ τοσοῦτόν φαμεν ἐπιτέμνοντες ὅτι, ὁποῖά τις Δαυῒδ μεμελετηκὼς ἀπεκβῆναι ἔν γε τῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν γαμετήν, τὸν μὲν ἄνδρα βασιλέα τὸν Ἀλέξιον προϊάπτει κάτω, παραστείλας τοῦ ζῆν, εἶτα καὶ βυθῷ θαλάσσης πιστεύσας, καθά τινές φασιν, ὡς οὐκ ἂν ἐγὼ ἀνακρίναιμι, καθάπαξ ἀπεστυγηκὼς τὴν φαύλην ταύτην περίστασιν. Καὶ ἐκεῖνος μὲν οὕτω τὸν παῖδα βασιλέα συνέστειλεν, εἰ καὶ λόγοι τινὲς ὕστερον ζωὴν ἐκείνου κατεψεύσαντο· εἰς ὃ παίζων ὁ Ἀνδρόνικος ἐξελάλησέ τι δριμύ· ὅς, ἀκούσας περί που τὰ κατὰ Σικελίαν τημελεῖσθαι τὸν Ἀλέξιον βασιλικῶς, ἡδὺ γελάσας «ἦ δή, ἔφη, ἄριστος κολυμβητής, εἴπερ ἐν Κωνσταντινουπόλει κατακυβιστήσας εἰς βαθεῖαν θάλασσαν ἀπνευστὶ διεξέδυ περὶ τὸν ἐκεῖσε πορθμόν.» Ἀποικίσας δὲ οὕτω τὸν ἄνδρα Ἀλέξιον, εἰσοικίζεται τὴν αὐτῷ μνηστήν, ὢ καὶ ἐκείνου κακοῦ, νεάνιδα θυγατέρα τοῦ τῆς Φραγγίας ῥηγός, ὀκνοῦσαν μέν, ὡς περιᾴδεται, τὴν συναφήν. Ἤδη γὰρ καὶ φρενῶν ὑπεπίμπλατο καὶ πεπειραμένη δὲ ἄλλως λειότητος ἐραστοῦ τὸν τραχὺν ἀπέστεργε. Καί ποτε, φασί, καθ' ὕπνους φαντασαμένη τὸν νεανίαν καὶ «ὦ Ἀλέξιε» ἀνακράξασα, οἷα ἔπαθεν οἶδεν αὐτή. Καὶ ἦν μὲν ἴσως μέτριος τὴν κακίαν, εἴπερ ἐνταῦθα ἐλθὼν ἀδικήματος ἔληξε καὶ ἐστράφη πρὸς τὸν ἀληθῶς ἄνθρωπον, ἀδικήσας εἰς βασιλείαν καὶ μεγάλου τυχὼν πράγματος. Ὁ δ' ἀλλὰ πρὸς δεινὸν μέγα μεταπλασθεὶς τῇ θηριωδίᾳ τὸ κατὰ πάντων φοβερὸν πραγματεύεται· καὶ ἀφίησι μὲν πατὴρ ὡς ἤπιος εἶναι, ἀνθαιρεῖται δὲ μαίνεσθαι οὐκέτ' ἀνεκτῶς. Καὶ ὡς εἴπερ μικρὰ ἐποίει κακά, ὅτε πρόφασιν εἶχε τὴν τοῦ βασιλέως Ἀλεξίου περι-