Ancient Greek
Page 54
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 54
Not analysed yet
ποίησιν, πολλαπλασιάζει τὰ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ παιδὸς Ἰωάννου, καὶ εἰς οὕτως ἄποπτον ἐκκορυφοῖ τὸν τῆς μανίας κολωνόν, ὡς καὶ τὸν Ἰωάννην ἀναβλέψαντά ποτε παθεῖν ἴλιγγον. Καὶ τοίνυν καὶ ἀνεκάλυψέ ποτε τῷ πατρὶ καὶ ἐκεῖνος τὸ κατὰ ψυχὴν πάθος καὶ ἔδειξε φόβον ἔχειν εἰς τὸ μέλλον, ἐφ' οἷς ὁ πατὴρ ἄρτι θρασύνεται. Καὶ ὑποκλαίει μὲν μαλθακώτερον, οὐκ ἀποκναίει δὲ τὸν πατέρα τοῦ ἐν κακοῖς ἀνδρίζεσθαι καὶ δεινὰ βούλεσθαι. Διὸ καὶ προαναφωνῶν τὸ καλὸν ἐκεῖνος βούλευμα γυναῖκάς τε τοὺς υἱοὺς προσέφη, ἐπιπλέξας ἐνταῦθα καὶ τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίους, εἰπεῖν κατ' ἐκεῖνον, καὶ μάγγιπας καὶ μύρων ἑψητὰς μέλλειν ἀφήσειν περιεῖναι καὶ τοιούσδε τινάς, ὧν αὐτοὶ ἄρξοντες ὕστερον εἰκῇ ἄρτι δειλαίνονται, μεγάλα σεμνύνων ἐκεῖνος τὴν βασιλείαν τοῖς παισίν, εἰ οὕτω μικροβασιλεῖς ἀποβήσονται, ὅμοιον ὡς εἰ καὶ Γιγάντων ἀποστερῶν ἐθέλοι παραμυθεῖσθαι οἷς Πυγμαίων ἄρξειν αὐτοὺς ὑπόσχοιτο. Γίνεται οὖν ὁ ἄνθρωπος ἐπὶ πλέον ἀπάνθρωπος, τὸν θῆρα μετενδυσάμενος. Καὶ οἷα μὴ ἀρκοῦν αὐτῷ στερεῶσαι βασιλείαν, εἰ τοσούτους καὶ τοιούτους λογάδας, τοὺς μὲν ἀπήγαγεν εἰς τοὺς πλείονας, τοὺς δ' ἄλλως ἐκ μέσου ἔστησε, προσεπικαταβάλλει καὶ ἄλλους μυρίους ὅσους, μάρπτων ἑξείης, οὐ κατ' αἰτίαν οὖσαν, ἀλλ' ὁποίας πλάσαιτ' ἂν κατὰ ζώντων ἄνθρωπος, αὐτὸς μόνος ἐφιέμενος ζῆν διὰ τὸ φύσει καχύποπτον, ὃ παγίως αὐτῷ ἐνερρίζωτο οἷς αὐτὸς ἀεὶ ἐδολίου κατὰ τῶν πρὸ αὐτοῦ· ὅθεν ᾤετο πάντας βασιλεῖς κατ' αὐτόν. Καὶ οὐ λέγω τὸ πλῆθος τῶν πεπονθότων, οὐ προσάπτομαι τῆς ποιότητος, οὐκ ἐκτίθεμαι τὰ κατ' ἐκείνων συμπλάσματα, οὐ περιηγοῦμαι τρόπους ἢ τόπους, καθ' οὓς καὶ ὅπως περανθείη τὸ κακόν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, μὴ καὶ ἀηδίας ἀναταράξω βόρβορον. Ἐκεῖνο μόνον λέγω, ὡς ἠρίστευεν ἀληθεύων ἐπὶ τῇ πρὸς τοὺς υἱοὺς ὑποσχέσει· οὐ πολλοῦ γὰρ ἐνέλιπε ψιλῶσαι ἀνθρώπων ἐπιδόξων τὴν Μεγαλόπολιν. Καὶ οὕτω μὲν κατὰ πάντων αὐτός· ἦσαν δὲ οὐδ' οἱ πάντες ἀπεοικότες ἐκείνου πρός γε τὸ μῖσος. Μισούμενοι γὰρ ἐφιλοτιμοῦντο ἀντιμισεῖν, οὐκ εὐαγγελικῶς μέν, κατὰ βασιλικὸν δὲ ἐκεῖνο παράδειγμα. Καὶ συλλεγέντες τῇ ἀμύνῃ πρός τι ἓν δρᾶν ἤθελον καὶ ἀντιλυπεῖν τὸν κατάρξαντα. Ἦσαν δὲ ἐν τοῖς δρῶσι πρὸς ἄμυναν, ὅτι καὶ ἐν τοῖς παθοῦσι, καὶ οἱ τῆς Ἄγαρ. Τὰ γὰρ κατὰ Νικαέων πάθη καὶ ὅσα οἱ Προυσαεῖς ἔτλησαν ἥψαντο