Ancient Greek
Page 58
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 58
Not analysed yet
κῶν ὀνομάτων, ἐκεῖ ἀπέβλεπεν αὐτοῖς τὸ δεόμενον τῆς ψυχῆς καὶ οἱ πόδες αὐτίκα ἔτρεχον καὶ ἡ γλῶσσα ἐλάλει καὶ ἐνήργει πρὸς πειθώ. Μάλιστα δὲ τοιούτου ἐπειράθη ὄχλου ὁ τῶν Σικελῶν εἴτε ῥὴξ εἴτε τύραννος, ὡς οἱ Διονύσιοι καθ' ἱστορίαν βεβαιοῦνται καὶ οἱ Φαλάριδες, καὶ ὅσοις δὲ ἄλλοις τὸ ἐκεῖ ἄρχειν τυραννεῖν καὶ ἦν καὶ ἐλέγετο. Ἔνθα ὁ πρῶτος πρὸς βίαν κατάρξας καὶ τὸ ῥωμαϊκὸν ἐκεῖνο κομητᾶτον εἰς ῥηγᾶτον μεταγράψας Ῥογέριος ἦν, ῥέκτης ἀνὴρ καὶ τῷ ὄντι δραστήριος καὶ ἐν τοῖς ἐκεῖσε πολλὴν ἱστορίαν ὑπὲρ ἑαυτοῦ περικείμενος. Δεύτερος δὲ μετ' ἐκεῖνον καὶ χρόνῳ καὶ χειρὶ καὶ τύχῃ παῖς ἐξ ἐκείνου, οὐκ οἶδ' ὅπως ἥκων τοῦ ὀνομάζεσθαι. Ὁ δὲ ἄρτι ζῶν, Γελίελμον ἐκεῖνόν φασιν, μεγαλεπήβολος μὲν τὴν ἔφεσιν, μικροτελεστὴς δὲ ἐν ταῖς ἐπιβολαῖς. Ὀλίγα μὲν γάρ τινα ἠνδραγαθίσατο, τὰ πλείω δὲ ἔπταισε. Καὶ ὡς μὲν κατὰ τὴν σκέψιν Ἀριστοτέλους εἰς τριγονίαν τὰ πολλὰ τὸ τυραννικὸν φῦλον ἀνθοῦν εἶτα μαραίνεται συχνὴ πεῖρα παρέδειξεν· οὗτος δέ, οἷς ἄρτι εὐτυχῶς ἑαυτῷ ἐπέττευσεν, οἴοιτο ἂν τάχα οὐ μόνον οὐκ ἀπανθήσειν, τρίτος ὢν αὐτὸς τῷ γένει, ἀλλὰ καὶ κάρπιμος ἔσεσθαι· πάνυ γὰρ ἡμῶν κατευτύχησεν. Ὁ δὴ οὖν Γελίελμος οὗτος, κότον τε οἶμαι τρέφων οἷς ποτε ὁ Μανουὴλ κατεστράτευσε τῆς αὑτοῦ καὶ πολλὰ καὶ ἐλύπησε καὶ ἔβλαψε καὶ ἅμα καὶ ζηλῶν πατρικὴν διὰ θαλάσσης ὁρμήν ποτε παλαιὰν κατὰ τῆς Κωνσταντινουπόλεως, ἣν ὁ πατὴρ ἀνήνυτον ἐξετέλεσεν, ὁμοῦ δὲ καὶ συνάψας εἰς νοῦν τὴν καὶ διὰ γῆς καὶ διὰ θαλάττης μελέτην τοῦ Μανουὴλ κατὰ τῆς τῶν Σικελῶν (κατ' ἄμφω γὰρ ἐκεῖνος ἐπεχείρησε, καλῷ μὲν ἐπιβαλὼν πράγματι, κατακυβευθεὶς δὲ τύχαις πολέμου), προσίεται τὴν πρεσβείαν τῶν τοῦ Ἀνδρονίκου ἐχθρῶν, ὧν κατάρχειν ὁ Κομνηνὸς Ἀλέξιος ἠγλαΐζετο, πολυπλάνητος καὶ αὐτὸς καὶ μακρὰ περιοδεύσας, εἴγε πρὸς τοῖς ἄλλοις καὶ διὰ Ταυρικῆς καὶ Σκυθίδος γῆς ἐλθὼν διὰ τὸν Ἀνδρόνικον μυρία ἔκαμε. Καὶ τυγχάνει βαλὼν ἔπος ὁ Σικελός, τήν τε ξηρὰν τήν τε ὑγρὰν ἐμπλῆσαι τῆς κατ' αὐτὸν δυνάμεως, καὶ οἷόν τινα νέφη στρατοῦ ὑπερστῆσαι καὶ αὐτῆς τῆς Μεγαλοπόλεως, δι' ὧν ἐπιβρέξας ὄλεθρον κατακλύσει τοὺς ἀμφὶ τὸν Ἀνδρόνικον, φυσῶντος ἐνταῦθα μεγάλα καὶ τὰ τοιαῦτα νέφη συνελαύνοντος καὶ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἔλεγε γάρ, ἀλλὰ καὶ ἐδόξαζε, πρὸς αὐτοῦ εἶναι τὴν πᾶσαν Ῥωμαΐδα καὶ φιλεῖν αὐτὸν