Ancient Greek
Page 60
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 60
Not analysed yet
εἰς τὸ γνήσιον καὶ μὴ ἂν ἀφέξεσθαί τινας αὐτοῦ, ἀλλ' ἅμα ἢ κατιδεῖν ἢ μηνύματι ἐρεθισθῆναι καὶ αὐτίκα ἐπιδιδόναι κατακύπτοντας ἑαυτοὺς εἰς ὑποταγήν. Ἐνεκρύπτετο δὲ τοῖς λόγοις τούτοις καὶ νοῦς, ὡς οὕτως ἔχων καὶ οὕτω φιλούμενος καὶ εἰς τὰ ἑκάστων παραδυόμενος σπλάγχνα βασιλεύσει αὐτός, ῥίψας τὸν Ἀνδρόνικον, παραγόμενος κἀνταῦθα τῆς ὀρθῆς. Ὁ γὰρ Σικελὸς ῥὴξ ἄλλα ἤθελε καὶ Σικελίαν μὲν καὶ τὸ κατ' αὐτὴν ῥηγᾶτον ἑτέροις, ὥς φασιν, ἀποκαταστῆσαι, αὐτὸς δὲ μετεμβῆναι εἰς τὴν Μεγαλόπολιν μεμελέτηκε. Συνέπεσε δέ τι ἐν τούτοις καὶ τοιοῦτον. Εἴδομεν ἡμεῖς μετὰ τὴν ἐν ἡμῖν μεγίστην δυσπραγίαν ἄνδρα τινὰ εὐσταλῆ, μελαγχρῆ πρὸς βάθος, ἐσταλμένον εὖ μάλα τὰ πάντα κατὰ Λατίνους, πλὴν ὅσον βαθυγένειον, ἐσχηματισμένον μὲν ὡσεὶ καὶ ἀποστολικῶς, λεγόμενον δὲ ὑπερπόνηρον εἶναι. Ἡ δὲ φήμη καὶ ἱππότην δεξιὸν αὐτὸν εἶχεν, ὡς καὶ ὁ εὐγενὴς ἵππος ὑπομαρτυρεῖν ἐῴκει, ὃς αὐτὸν ἔφερε, καὶ οἱ ἐκείνου ἐξελιγμοί, ὅτε ᾔρετο ἔφιππος. Ὑπισχνεῖτο δὲ τὸ κατὰ ζώνην αὐτῷ ξίφος καὶ ὁπλίτην αὐτὸν εἶναι. Οὕτω τὸν μοναχὸν ἐψεύδετο, εἰς ὃν ἐπιπολῆς ἐχρωμάτιστο. Ἀλεξίου δὲ κλῆσιν φέρων, Σικουντηνὸν ἑαυτὸν ἐπεκάλει Φιλαδελφηνόν, ἄλλα τινὰ πρὸς ἑτέρων καὶ γνωριζόμενος καὶ λεγόμενος. Οὗτος ὁ ἄνθρωπος, ὅστις ποτὲ καί ἐστι, πλέον τῶν ἄλλων κατά γε πονηρὰν μέθοδον τὸ πῦρ τοῦ καταιθαλώσαντος ἡμᾶς πολέμου ἐξηνέμωσεν εἰς αἰθέριον. Ἦν μὲν γὰρ ὁ δακρύων ἄξιος βασιλεὺς Ἀλέξιος κείμενος ὡς ὁ Ἀνδρόνικος ἔθετο, αὐτὸς δὲ ὁ μοναχός, οὐκ οἶδα σαφῶς ὅθεν πλεύσας εἰς τὰ ὑπὲρ τὸν Ἀδρίαν ἔθνη, ἐπεδείκνυέ τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐτὸς δὲ ταῖς ἡμῶν ἁμαρτίαις τὸ τοιοῦτον σόφισμα διδαχθεὶς καὶ παρίστατο δουλικώτερον τῷ ἀγεννεῖ ἐκείνῳ παιδίῳ καὶ τοὺς πόδας ἔνιπτε καὶ ὅσα ἄλλα πρὸς ὑπηρεσίαν ἐτέλει ὡς ἐπὶ βασιλεῖ, ῥᾳδιουργῶν κατὰ πονηρίαν. Καὶ ἀναδιδάξας ἐκεῖνον βασιλέα ἑαυτὸν ἐπιλέγειν καὶ θαρρύνας καὶ ἐγκελεύεσθαι τούτῳ ὅσα καὶ δούλῳ καὶ ἀπειλεῖσθαι δριμύτερον καὶ βασιλικὴν αὐτῷ σκηνὴν οὕτω πηξάμενος, περιέφερεν ἐξ ἔθνους εἰς ἔθνος, καὶ μάλιστα εἰς ὅσα κακῶς διέθετο ὁ Ἀνδρόνικος, καὶ συνέκλαιε τραγικώτερον καὶ σκηνοβατῶν ἀδικίαν μεγάλην ὡς ἐπὶ βασιλικῷ τούτῳ παιδί, ὀφειλομένῳ πιστὴν φιλίαν ὑπὸ Χριστιανῶν ἀγαθῶν, προεκαλεῖτο εἰς ἄμυναν, ὑποδεικνὺς κατὰ τὸ εἰκὸς καὶ σημεῖα, τριχῶν ξανθότητα, ὀδόντος λεῖψιν, ὁποίαν τινὰ καὶ ὁ ἀληθὴς Ἀλέξιος ἐκεῖνος δυσπραγεῖν εἴληχε, βλέμματος ἐμβρίθειαν, ὡσεὶ καὶ βασιλικοῦ, πλάσιν σώματος εὐπαγῆ, καθ' ἣν μάλιστα τὸ ἀγροτικὸν εὐδοκίμως ἔχει, καὶ ἄλλα τινά. Καὶ οἱ δυσωπούμενοι διετίθεντο πρὸς πένθος καὶ ἠλέουν, οἷα μὴ ἐξακριβοῦν ἔχοντες οἷς ἐπεπρό-