Ancient Greek
Page 8
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 8
Not analysed yet
ἐξ ὀμμάτων οὔσας καὶ κωφευούσας διὰ βαθὺ γῆρας καὶ οὔτε βλεπούσας τὸ τῶν ὅπλων ἀστραπαῖον οὔτε βροντῆς αἰσθομένας τῆς ἐξ ἀπειλῶν, ἀλλὰ τοῦτο οὐ φρενήρης Ἄρης ἀλλὰ δόρυ ἐνήργει μαινόμενον καὶ ξίφος οὐκ εὐδιάκριτον. Οἴκτιστα δὴ ταῦτα βροτοῖς. Ἐλεεινότατον δὲ ὅτι καὶ βρέφη συνέκειντο τοῖς παντοδαπῶς πίπτουσι, τὰ μὲν συνεκκεντούμενα ταῖς φερούσαις ἀγκάλαις, τὰ δὲ τῷ καταρρίπτεσθαι ὑπὸ δέους ἢ καὶ φόνου τῶν βασταζόντων, τὰ πλείω δὲ συγκαταπατούμενα. Ἡ γὰρ τοῦ φεύγειν ἀνάγκη καὶ τοιοῦτον ἀπλῆγα φόνον ἐτυράννει, τὸν μὲν ἔσω τῶν ἐκκλησιῶν ὠθιζομένου τοῦ λαοῦ καὶ τῇ συμπιλήσει δυστυχοῦντος ψυχῶν ἀπαγωγήν, τὸν δὲ περὶ τῆς ἀκροπόλεως τὴν εἴσοδον, ὅτε, πολεμικοῦ δόρατος ἄνω τοῦ κατὰ θάλασσαν ἑῴου πύργου ἀρθέντος τοῖς ἀντιμάχοις εἰς σύσσημον τοῦ τὴν πόλιν ἤδη καταπεπονῆσθαι, ὡς καὶ ἀναρριχᾶσθαι τοὺς βουλομένους ἔξωθεν, τὸ μὲν κάτω περιεῖναι ἀπέγνωστο, ἦραν δὲ τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ, τοῦτ' ἦν ὅτι ταῖς νεκρικαῖς θημωνίαις καὶ ἀλόγων ζῴων σώρευμα παρετέθειτο. Ἀχωρήτου γὰρ ὄντος μιᾷ πύλῃ τοῦ συνερρευκότος ἄνω λαοῦ καὶ βιαζομένων μὲν παραβύεσθαι ὥστε σῴζεσθαι, μὴ ἐχόντων δὲ παραδύεσθαι ἑκάστων, τῶν τε πεζῶν τῶν τε καθ' ἵππους, ὁ κατόπιν θέων βαρὺς ὄχλος τὸν προάγοντα καὶ τῇ ἐπιπτώσει πάσχων ἐκεῖνος τὸ ὅμοιον ὑπὸ τῶν ὀπισθαίτερον ἐγκειμένων, οὐδ' αὐτῶν ἀπηλλαγμένων τοῦ καθ' εἱρμὸν οὕτω πάσχειν, εἰς κολωνὸν θανατουμένων ἐκορύφου τὸ σύμπτωμα, πάντων ὁμοῦ πεφυρμένων, ἀνθρώπων, ἵππων, ἡμιόνων, ὄνων, οἷς ἐπισεσαγμένα ἦσαν τὰ τοῖς πολλοῖς ἀναγκαῖα. Καὶ βουνὸς ἐκεῖνος τοιοῦτος ἀντανίστατο τῷ τῆς πόλεως ἐκεῖσε πυργώματι, μικροῦ παρεοικὼς τοῖς ἐγειρομένοις πρὸ τειχέων χώμασιν, ἃ δὴ καὶ αὐτὰ σκευωρεῖ ποτε πόλεμος. Καὶ ταῦτα μὲν πρὸς τῇ πύλῃ τῆς ἀκροπόλεως, τῇ γε προφαινομένῃ. Οὓς δὲ συνέσχε καὶ ἡ ἐνδοτέρω, ὅτε ὁ ἀχρεῖος αὐτὴν ἀκαίρως κατήραξε στρατηγός, παρεισφθαρεὶς ἐν τῷ φεύγειν, ἄλλη τραγῳδία οὗτοι καινότροπος. Ὥσπερ γὰρ μὴ ἀρκούντων τῶν ἄλλως πεπτωκότων, προσεπηύξησε τὸ κακὸν ἐκεῖνος, ὁ μικρὸς μὲν τὰ καλά, μέγας δὲ τὴν πονηρίαν, καὶ οἷόν τινα κορωνίδα καὶ αὐτὸς τῷ δυστυχήματι ἐκεφαλαιώσατο, οὐκ ἀνασχόμενος μὴ καὶ αὐτόχειρι φόνῳ προσεπιβλάψαι οὓς δυσβουλίαις κατεστρατήγησε, μάλιστα δ', εἰπεῖν τἀληθές, ταῖς εἰς μάχην καὶ φυλακὴν καθυφέσεσιν, ὡς ὁ λόγος προβαίνων ἐκφανῶς διαγράψεται, ὡς ἄν, οἶμαι, τοὺς πολεμίους πρὸς ἑαυτοῦ ποιησά-