Ancient Greek
Page 92
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 92
Not analysed yet
πάρεσιν, ἀλλὰ καὶ διότι πρόληψις ἤδη ἅπασιν ἐνεγένετο ἐς αὔριον τὴν πόλιν ἁλώσεσθαι. Καὶ ὡς οἷα καὶ εἰς κοινὴν ἦλθε τοῦτο ἔννοιαν, ὀψέ ποτε ἁπάντων ἐπεγνωκότων τὸν εἱρμὸν τῆς κατὰ τὸν στρατηγὸν ἀτρόπου Κλωθοῦς, καὶ αὐτῶν δὲ τῶν πολεμίων τὴν προηγουμένην ἡμέραν ἀναβοώντων στεντόρειον ἐν τῷ μαθεῖν, οὐκ οἶδ' ὅθεν, τὴν ἐς νέωτα καθ' ἡμῶν βλάβην· λέγεται δ' ὅτι ἐκ προδοσίας τινός, οὐκ οἶδα μὲν ἀκριβῶς εἰ καὶ ἄλλης, ἐθνικῆς δὲ καὶ μάλιστα. Καὶ ὁ μὲν εἰπὼν Λατῖνος ὡς ἐκ τοῦ κατὰ τοὺς Βουργεσίους πύργου θέλημα ἐπέμφθη τοῖς ἔξω κατὰ τῶν τῆς πόλεως καὶ καταμήνυμα τῶν ἐντὸς οὐκ ἂν ἀπιστοῖτο ἡμῖν, τεκμαιρομένοις ἐξ ὧν ἠκριβώμεθα· τοιοῦτοι γάρ τινες πυργοφύλακες ἐπίτριπτοι νεανίαι ἀδελφοὶ ἐκ Χουναβιτῶν, ἔχιδναι γεννηταὶ τῇ πόλει ταύτῃ, κατ' αὐτὴν τὴν τῆς ἁλώσεως ὥραν κατήσθιον αὐτὴν καὶ αὐτοὶ ξίφη γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ δίκη αὐτούς. Καὶ ὁ μὲν τοιοῦτος Λατῖνος ὧδε συγκροτεῖται πρὸς ἀλήθειαν, καὶ ἄλλως οὐχ οἷός τε ὢν ψεύσασθαι· ὁ δὲ Ἀβούδιμος Μανουήλ, ἀνὴρ ἰχθύων τιμῆς μελόμενος, νῦν μὲν ὠμογέρων, πάλαι δέ ποτε περιᾳδόμενος μέγας εἶναι τὴν χεῖρα καὶ βριαρὸς αὐτὴν κατενεγκεῖν τῶν ἀνθισταμένων, οὗ καὶ τὸ κατὰ σῶμα εὐσταλὲς ἔτι κατηγορεῖ τὴν ῥώμην, ἣν λέγεταί ποτε πλουτεῖν ὁ ἄνθρωπος, αὐτὸς δὴ ἐφανέρωσε πρόδοτον εἶναι τὴν πανταχοῦ γῆς περιφόρητον τῷ κλέει Θεσσαλονίκην. Οὔπω γὰρ ἀκραιφνὴς ἡμέρα ἡ κατὰ τὴν ἅλωσιν, ἀλλ' ἔτι νὺξ ἀμφιλύκη, καθ' ἣν ἔτι καὶ τὸ ἑῷον τεῖχος ἀπρόσβατον ἐχθροῖς ἦν, καὶ αὐτὸς τοῦ ὕπνου ἀνεθεὶς καὶ τὴν οἰκίαν ἀφεὶς ὀπίσω, ἵνα ἔργων ἅπτοιτο, εὗρε πέντε ἄνδρας Ἀλαμανοὺς ἐνόλπους ἐφίππους, ὁμοῦ συνεστῶτας καὶ ὁμιλοῦντας τὰ σφίσι δοκοῦντα. Καὶ ὁ μὲν παρῴχετο ἐκείνους ὁδοῦ λόγῳ, οἱ δὲ προσεκαλέσαντο καί, ὡς ἐπέλασεν αὐτοῖς, μετὰ πολλὰ τὰ ἐν μέσῳ ἀπήγαγον αὐτοῦ τὴν δεξιὰν χεῖρα δυστυχῶς τῷ ἀνδρί· γυμνώσας γὰρ εἶς ἐκείνων ξίφος καὶ καταγαγὼν ἀπήραξεν αὐτήν. Οὐκ ἔσχε δὲ καὶ εἰς πλέον βλάψαι, πτερωθέντα οἷον εἰς φυγήν. Τοιοῦτον καὶ τὸ τοῦ Ἀλαμανικοῦ τάγματος προδοτικόν, οὗ πρόδρομοι τὴν χθὲς δείλην τρεῖς τῶν δυσμικῶν πυλῶν τῆς πόλεως κατεπήδησαν καὶ πάντων τῶν ἐκεῖ βλεπόντων τοῖς βαρβάροις φιλίως συνέμιξαν. Ἡ δὲ πρὸ δυοῖν ἡμέραιν τῆς ἁλώσεως περὶ πέμπτην τῆς ἑβδομάδος βαθείας ἑσπέρας ἐπιφάνεια Θεοφάνους τοῦ Προβατᾶ ἔσω πόλεως, ὃς ἐκ Δυρραχίου συνωμάρτει τοῖς Λατίνοις φίλιος, τίνας οὐκ ἂν εἰς νοῦν προδοτικὸν ἐναγάγῃ μαθόντας