Ancient Greek
Page 94
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 94
Not analysed yet
αὐτήν; Ἣν Λέων τις, ἵππων ἀγαθὸς μελητής, ὁ Ἁγιοευφημίτης, ἰδὼν καὶ περιεργασάμενος, καὶ θυμῷ μὲν βληθείς, οὐκ ἔχων δ' ὅ,τι καὶ δράσειεν, ὡσιώσατο ἄμυναν τῇ πατρίδι, ἐξειπὼν τὸ κακὸν τοῖς μὴ τολμῶσι λαλεῖν τι πρὸς τὸν ἐπὶ δυσπραγίᾳ κοινῇ φοβερὸν Δαυΐδ. Ἀλλὰ ταῦτα μὲν οὕτως ἡμῖν ἀναγκαίως ἐπεμβεβλήσθω ἢ μάλιστα προειλήφθω. Οἱ δὲ πολέμιοι στερεῶς κατὰ τῶν ἑῴων μερῶν τῆς πόλεως τῶν κατ' αἰγιαλὸν ἕως καὶ τῶν κατὰ τοὺς Ἀσωμάτους πυλῶν ἐπέκειντο. Καὶ κατὰ τὴν πέμπτην καὶ δεκάτην, ὡς προέκκειται, τοῦ Αὐγούστου τὰς νῆας λιμενίσαντες, τῇ αὔριον πρωΐθεν ὧν ἐβουλεύσαντο εἴχοντο, καὶ ὀξυχειρίας ἐπιβαλόντες ἐποίουν τὰ τοῦ πολέμου. Καὶ ἦν ἰδεῖν κατὰ τὴν Ἡροδότειον Μοῦσαν νέφη βελῶν, τῶν τε κατὰ πέτρας τῶν τε κατὰ ὀϊστούς, δι' ὧν ὁ ἀὴρ ἐσκιάζετο. Καὶ ἐβάλλοντο μὲν καὶ οἱ ἐκ τῶν τειχέων, καὶ πῶς γὰρ οὔ; εἴγε ξυνὸς ὁ Ἐνυάλιος, ἐβλάπτοντο δὲ τῶν μὲν ἡμετέρων ἥκιστοι, τῶν δὲ ἐναντίων πλεῖστοι. Πάνυ γὰρ ἐδεξίωσεν ὁ Θεὸς οὐ τοὺς στρατιώτας μόνους, ἀλλὰ καὶ τὰ λοιπὰ τέκνα τῆς πόλεως, οἳ καὶ βάλλειν τοὺς πολεμίους εὐτύχουν καὶ εἰς μῆκος δὲ πολὺ ὅσον ἀφιέναι τὰ βέλη, ὡς ἐντεῦθεν τοὺς ἐχθροὺς τοξότας ἀναποδίζοντας ἄπρακτα βάλλειν καθ' ἡμῶν ἐκ μακρᾶς ἀποστάσεως. Ἀπὸ γοῦν τῆς Χρυσῆς Πύλης, τῆς περὶ δυσμάς, ἀφιέμενα βέλη ἐκ τόξων ἐφύλασσον μετέωρον τὸ πτερὸν ἕως καὶ εἰς τὸ καλόν ποτε σεμνεῖον, ὃ περιεῖπεν ὁ μυροβλύτης μέγας Νικόλαος, καὶ ἐνέπιπτον ταῖς τῶν βαρβάρων σκηναῖς, καὶ εὐθὺς ἐκεῖναι μεθίσταντο. Ὅμοια δέ τινα ἐγίνοντο καὶ περὶ θάτερον μέρος, ἔνθα τὸ ναύλοχον. Καὶ οἱ πλώϊμοι τὰς ἐπηρεαζομένας νῆας ἀνακωχεύοντες κατὰ σπουδὴν ἐξέστελλον. Ὅτι δὲ ἐξέτρεχον οἱ ἡμέτεροι καταπηδῶντες ἐκ τῶν τειχέων, ὡς οὐκ ἂν εἰδείη ὁ εἰρηνικὸς στρατηγός, ψιλοὶ ὅπλων οἱ πολλοί, καὶ ἠνδραγαθίζοντο, ἐν οἷς καὶ παῖδες τοῦ Μυροβλύτου, ἄλλοι τε καὶ ἐκ τῆς τῶν Σέρβων τεθέντες αὐτῷ, καὶ ὅτι περιεφρόνουν τοὺς ἐχθροὺς καὶ ὡς ἐξ αὐτῶν τῶν βαρβαρικῶν σκηνῶν ἁρπάζοντες ἀπήλαυνον ζῷα καὶ ὡς τοὺς ἀντεπεξιόντας ἠμύνοντο διώκοντες, βάλλοντες, ῥίπτοντες, καὶ ὅπως ἐντεῦθεν θυμὸς καὶ προθυμία τοὺς στρατιώτας ὑπεδύετο ἄπλετος, ὡς καὶ τὸν στρατηγὸν βαρύνειν οἷς ὤχλουν ἀφιέναι αὐτοὺς ἐξορμᾶν, καὶ ὡς ἐκεῖνος καθάπαξ ἐντυπωσάμενος ἐς ψυχὴν τὴν κατάδυσιν τῆς πόλεως οὐκέτι τὸ ἐμμαχθὲν ἐξαλείφειν ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς τῶν τῆς πόλεως, καθὰ προεκτέθειται, ὁ δὲ ἐφυλάξατο, ὡς οἷα περιέπων αὐτούς, τί δεῖ μακρότερον διαπεταννύειν εἰς συγγραφήν; βαρυνθείη δ' ἄν τις· καὶ ὅτι τοῦ τείχους ὑπονομευομένου κατημέλησεν ὁ Δαυΐδ, εἰς ὅσον καὶ ἀνάθεμα πρὸς τῶν θερμοτέρων καταψάλλεσθαι.