Ancient Greek
Fragment fr1
Eustathius Scr. Eccl. et Theol., Commentarius in Psalmum 15 [Sp.] (fragmenta) 1
Not analysed yet
Ἐκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ· Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα, καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει, ἐκ τῆς Μαρίας προελθοῦσα.