Ancient Greek
Fragment fr2
Eustathius Scr. Eccl. et Theol., Commentarius in Psalmum 15 [Sp.] (fragmenta) 2
Not analysed yet
Εὐσταθίου Ἀντιοχείας ἐξ ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ· Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· οὐ γενομένους, ἀλλὰ γενόμενον· μοναδικὸν γὰρ τὸ πρόσωπον· οὐκ εἶπον μοναδικὴν τὴν φύσιν· ἄπαγε, μὴ γένοιτο· οὐδὲ τὴν αὐτὴν οὐσίαν σαρκὸς καὶ θεότητος, ἀλλ' εἶπον ἕνα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα, ἐν τῷ διαφόρῳ τῶν φύσεων, γνωριζόμενον κατὰ πάντα.