Ancient Greek · ~1 min
Fragment 35
Eustathius Scr. Eccl. et Theol., Commentarius in Psalmum 92 (fragmenta) 35
Not analysed yet
Πρόδηλον οὖν εἴπερ ὁ χρίων ἀποδεικνύει Θεὸν οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει Θεὸς ἐκ Θεοῦ γεννηθεὶς ὁ χρίσας, ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετὴν ἐκκρίτῳ ναουργίᾳ κοσμηθεὶς ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος.