Ancient Greek · ~2 min
Fragment 36
Eustathius Scr. Eccl. et Theol., Commentarius in Psalmum 92 (fragmenta) 36
Not analysed yet
Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ, τό· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν οὔτε εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἶτα διαρρήδην ἐκφαίνων ὡς εἰς τὸν ἄνθρωπον ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη παραυτίκα πάλιν ἐπάγει προσθείς· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν.