Ancient Greek · ~1 min
Fragment 37
Eustathius Scr. Eccl. et Theol., Commentarius in Psalmum 92 (fragmenta) 37
Not analysed yet
Αὖθις ἄρ' οὗτός ἐστιν ὁ μετὰ τὰς ὕβρεις ἀειδὴς, ἄμορφος ὁραθεὶς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν ἐν αὐτῷ Θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν.