Ancient Greek · ~2 min
Fragment 72
Eustathius Scr. Eccl. et Theol., In Joseph (fragmenta) 72
Not analysed yet
Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεν νόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περιεποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκει<ς>, ὀνόματι καὶ τῷ δοκεῖν ἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπάδοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶ τῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκει φρουρεῖν). Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι, μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸν ἐκδικῆσαι νόμον, ἐπειράθης ὑπερβολῇ σωφροσύνης ἀσκούμενος.