Ancient Greek · ~1 min
Fragment 73
Eustathius Scr. Eccl. et Theol., In Joseph (fragmenta) 73
Not analysed yet
Ῥουβὴν καὶ Ἰούδας ἄριστα συνεβουλευσάτην, ἄλλως μέντοι, πρὸς ἄνδρας γὰρ εἶχον ἀνημέρους. Οἱ γὰρ ἀμφὶ τὸν Συμεῶνα καὶ τὸν Λευῒ, οὐ μετρίως ἀπογευσάμενοι τῆς ἀνδροφονίας, ἐν συνηθείᾳ μὲν ἤδη ποτὲ τοῦ πράγματος ἐγεγόνεισαν, ἕρπειν δὲ περὶ τὰς τοιαύτας ὠρέγοντο κνίσας ἰχνευτικῶς, οὕτω δὲ τολμηροὶ καὶ προπετεῖς ἦσαν ἄνδρες ὥστε μόνοι τοὺς Σικιμίτας ἀπέσφαζον ἐθνηδόν.