Ancient Greek · ~1 min
Fragment 76
Eustathius Scr. Eccl. et Theol., In Proverbia (fragmenta) 76
Not analysed yet
Τὸν Χριστὸν λέγει Σοφίαν, τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγράφων τὴν ὁρατὴν φρόνησιν τήν τε ἐμπορίαν αὐτῆς <πρὸ> πάντων ἀσπαστέαν σημαίνων· καὶ οὐδὲν αὐτῇ κακίας εἶδος ἢ πανουργίας ἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρ ἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμα παριστῶν, ἐκβοᾷ μετ' εὐφημίας· εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.