Ancient Greek · ~1 min
Fragment 77
Eustathius Scr. Eccl. et Theol., In Proverbia (fragmenta) 77
Not analysed yet
Ὁ μὲν γὰρ στρατηγὸς πόλιν ἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν, ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν τῇ ζωῇ· ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦ ἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γε πορθήσας ἀπεμερίμνησεν, ὁ δὲ πρὸς ἄπαυστον ἐχθρὸν ἔχων ἀγωνίζεται. Μέγα τοίνυν κατόρθωμα τὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατήγημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς.