Ancient Greek · ~1 min
Fragment 78
Eustathius Scr. Eccl. et Theol., In Proverbia (fragmenta) 78
Not analysed yet
Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας· ὅταν γὰρ ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγει στόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ.