Ancient Greek · ~531 min
ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ ΤΩΝ ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ ΣΧΟΛΙΑ.
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ ΤΩΝ ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ ΣΧΟΛΙΑ..1
Not analysed yet
῾Η δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον. Εἴρηκεν ἤδη πολλάκις ὅτι τὴν ἀκρίβειαν τὴν ἀποδεικτικὴν οἱ τοιοῦτοι τῶν λόγων οὐκ ἐπιδέχονται· οὗ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει. εἴρηκε δὲ καὶ ὅτι δεῖ ἄρχεσθαι ἀπὸ τῶν φανερωτέρων, οὗ καὶ αὐτοῦ ἔοικεν ὑπο- μιμνήσκειν ἡμᾶς. οὕτω γοῦν καὶ τὴν ἀρχὴν ποιεῖται λέγων ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν λέγειν βουλομένους δικαιοσύνην, καὶ προελθὼν ἐπιφέρει διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον, ὑποθέμενος δικαιοσύνην μὲν ἕξιν εἶναι ἀφ’ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ βούλονται τὰ δίκαια, ἀδικίαν δὲ ἕξιν ἀφ’ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα, καὶ ταύτας αὐτῶν ἀποδοὺς ὑπογραφάς τινας· οὐ γὰρ ὡς ὁρισμοὺς εἶπεν αὐτά· οὐ γὰρ οἷόν τε ἕνα λόγον ἀποδοθῆναι οὔτε τῆς δικαιοσύνης οὔτε τῆς ἀδικίας, ἐπεὶ προιὼν δείξει ὅτι πολλαχῶς λέγονται, ἐπεὶ δοκοῦσιν αἱ αὐταὶ ἐπιστῆμαι τῶν ἐναντίων, ὁμοίως καὶ αἱ δυνάμεις· ἥ τε γὰρ ἰατρικὴ τῶν ὑγιεινῶν καὶ τῶν νοσωδῶν ἐστι γνωστική, ὁμοίως καὶ μουσικὴ μουσικῶν καὶ ἀμούσων καὶ οὐκ ἐν τῷ βούλεσθαι τὰ μουσικὰ ποιεῖν ἔστι τὸ μουσικῷ εἶναι· καὶ γὰρ τὰ ἄμουσα βουληθεὶς ὅμως μουσικὸς ὢν μένει· ὡσαύτως καὶ ἰατρὸς κἄν τὰ ἀνίατα βουληθῇ οὐ πέπαυται τοῦ ἰατρὸς εἶναι. ἀλλ’ οὐδὲ αἱ δυνάμεις, οἷον ἡ ῥητορικὴ ἡ διαλεκτικὴ ἐν τῷ τὸ ἕτερον τῶν ἀντικειμένων βούλεσθαί τε καὶ δύνασθαι †δεικνύναι εἰσί· πρὸς γὰρ τὰ ἀντικείμενα αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις ὁμοία. μὴ ὡσαύτως ἔχειν φησὶ καὶ ἐπὶ τῆς δικαιοσύνης, ἀλλ’ ἔστι καλῶς εἰρημένον τὸ εἶναι τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧ δίκαια πράττονται καὶ βούλονται. διὰ γὰρ τούτων δείκνυσι τὴν τῶν ἕξεων πρὸς τὰς τέχνας καὶ ἐπιστήμας καὶ τὰς δυνάμεις διαφοράν· αἱ μὲν γὰρ ἐπιστῆμαί τε καὶ δυνάμεις αἱ αὐταὶ τῶν ἐναντίων, αἱ δὲ ἕξεις αἱ ἐναντίαι τῶν ἐναντίων. οὐκ ἰδίως δὲ νῦν ἕξεις τὰς ἀρετάς τε καὶ κακίας λέγει τῆς τε ψυχῆς καὶ τοῦ σώματος, I ἐπεὶ κοινότερόν γε καὶ αἰ ἐπιστῆμαι ἕξεις λέγονται. ὅτι δὲ αἱ ὡς ἀρεταὶ ἕξεις λεγόμεναι οὐκ εἰσὶν αἱ αὐταὶ τῶν ἐναντίων, σαφῶς ἔδειξεν ἐπὶ τῆς ὑγείας· ἀπὸ γὰρ τῆς ὑγείας τὰ ὑγιεινὰ πράσσεται. οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὥσπερ γε καὶ ἀπὸ τῆς νόσου τὰ νοσώδη, οὐκέτι δὲ οἷόν τε καὶ τὰ ὑγιεινά· ὑγιεινῶς γὰρ βαδίζει ὁ οὕτως βαδίζων ὡς ὁ τὴν ὑγείαν ἔχων, καὶ νοσωδῶς ὡς ὁ τὴν νόσον. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην ἔχων τῶν δικαίων μόνων ἐστὶ καὶ ταύτης μόνης ἀποδεκτικός, ὁ δὲ ἀδικίας τῶν ἀδικίαν ἐχόντων· οὐκέτι δὲ ὁ μὲν μουσικὸς τὰ μουσικά, ὁ δὲ ἄμουσος τὰ ἄμουσα, σὰ, ἀλλ’ ὁ μουσικὸς καὶ ταῦτα. Πολλάκις μὲν οὗν γνωρίζεται. ᾿Αποδοὺς λόγον τῆς δικαιοσύνης ἕξιν ἀφ’ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια καὶ ἐνδειξάμενος τὴν οὐσίαν αὐτῆς ἀπὸ τῶν ἔργων τε καὶ τῶν ἐνεργειῶν τῶν ἀπ’ αὐτῆς οἷον τῶν δικαίων, περὶ ἃ ἡ ἐνέργεια αὐτῆς, ὅτι μὴ ἄτοπος ἡ τοιαύτη ἀπόδοσις, δείκνυσι νῦν δι’ ὧν λέγει. ἅμα δὲ δι’ ὃ λέγει χρῆσθαι ταῦτα πρῶτον δείκνυσι. πολλάκις γὰρ γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, οἷον ὁ εἰδὼς τί ποτέ ἐστιν ἡ εὐεξία, οἶδεν, ὡς καὶ αὐτὸς ἐπάγει, τί ἐστιν ἡ καχεξία. ὁμοίως καὶ ἡ ἕξις ἀπὸ τῶν ὗπ’ αὐτὴν δείκνυται. ᾿Ακολουθεῖ δ’ ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερον πλεοναχῶς λέγηται. Πάνυ ἀκριβῶς προσέθηκε τὸ ὡς ἐπὶ τὸ πολύ· ἔστι γὰρ ἐφ’ ὧν οὐχ οὕτως ἔχει. τοῦ γοῦν φιλεῖν, ὡς καὶ αὐτός φησι, πολλαχῶς λεγομένου τὸ μισεῖν ἐναντίον αὐτῷ ὂν οὐκ ἔστι πολλαχῶς. ἀλλὰ καὶ τοῦ ἀκουσίου πολλαχῶς λεγομένου ὅτι ἔστι τὸ ἀκούσιον τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν γινόμενον, τὸ ἑκούσιον ἐναντίον αὐτῷ ὂν οὐ λέγεται πολλαχῶς. ἀλλ’ ἐπί γε τῶν πλείστων συνδιαιρεῖται τὸ ἕτερον τῷ ἑτέρῳ· τοῦ γὰρ ὀξέος πολλαχῶς λεγομένου ἰσαχῶς καὶ τὸ βαρὺ λέγεται, καὶ τοῦ λευκοῦ δὲ τὸ μέλαν ἰσαχῶς λέγεται τῷ λευκῷ. ὁμοίως, φησί, καὶ εἰ τὸ ἄδικον καὶ ἡ ἀδικία, σύστοιχα δὲ ταῦτα, |ἔκειτο δὲ καὶ ἐπὶ τούτων τὸν ἕν τι αὐτῶν εἰδότα καὶ τὰ λοιπὰ ειοεναι. ᾿Αλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει. τὴν αἰτίαν λέγει τοῦ <τὴν> κτὰ τὴν δικαιοσύνην ὁμωνυμίαν μὴ εἶναι ριμον· διὰ γὰρ τὸ σύνεγγυς εἶναι ἀλλήλων καὶ ὁμοιότητα ἔχειν τὰς δικαιοσύνας λανθάνει ἡ κατ’ αὐτὰς ὁμωνυμία. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν ἀλλήλων πολὺ ἀφέστηκε γνώριμα ταῦτα ὄντα ὁμώνυμα· πολὺ δὲ πόρρω ἀλλήλων τὰ κατὰ τύχην ὁμώνυμα, ὡς ἔχει ἡ κλείς, ἣν παρέθετο· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων ταῦτα οὐκέτι δοκεῖ μόνον ὄνομα κοινὸν ἔχειν, ὡς τὰ ὄντα, ὡς αἱ κινήσεις, ὡς τὰ ἀγαθά. οὕτως καὶ αἱ δικαιοσύναι δειχθήσονται πρὸς ἀλλήλας ἔχουσαι· ἡ μὲν γάρ τίς ἐστιν ὥσπερ γένος δικαιοσύνη, κατὰ πάσης ἀρετῆς κατηγορεῖσθαι δυναμένη, ἡ δὲ ταύτης εἶδος. καθ’ ὅσον μὲν οὖν γένος καὶ εἶδος, συνώνυμά εἰσι, καθ’ ὅσον δὲ καὶ ἡ ὡς εἶδος λαμβανομένη ταὐτὸν ὄνομα τὸ δίκαιον ἔχον τῇ δικαιοσύνῃ, κατὰ τοῦτο δὲ ἔσονται ὁμώνυμοι· ἄλλο γὰρ ἀφ’ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς δικαιοσύνης σημαίνεται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας. γνωριμώτερον δέ ἐστι τὸ λεγόμενον προἰόντος τοῦ λόγου. εἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται. ῾Ως γνώριμον καὶ ἐναργὲς πρῶτον τὸ ἄδικον λαμβάνει ὁσαχῶς λέγεται, εἶτα τὸ δίκαιον. δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι. διὰ τούτων δείκνυσιν ὅτι μέσον ὁ δίκαιος καὶ ἡ δικαιοσύνη, ὅ ἐστιν ἀρετῆς γνώρισμα. εἰ γὰρ ὁ ἄδικος παράνομος καὶ πλεονέκτης, ἕπεται δὲ τῷ πλεονέκτῃ πρὸς τῷ παρανόμῳ καὶ ἀνίσῳ εἶναι, ὁ δίκαιος ἄρα μέσος τούτων ὑπάρχων καὶ ἴσος ἄν εἴη ἐν ἰσότητι τῇ δικαιοσύνῃ. ἐπεὶ δὲ καὶ πλεονέκτης ὁ ἄδικος. Εἰ ὁ ἄδικος πλεονέκτης, οὗτος δὲ ἄνισος, ὡς δείξει, συμπέραινε· καὶ γὰρ τὸ πλέον καὶ ἔλαττον ἄνισά ἐστι· διὸ καὶ ὁ ἄδικος ἄνισος, ἐπεὶ καὶ πλεονέκτης. ἃ αἰεὶ ἔστι μὲν ἁπλῶς ἀγαθά, τῇ μὲν |αὐτῶν φύσει ἀγαθά, ἀπλῶς τε καὶ αἰεὶ τῇ αὐτῶν φύσει ἀγαθὰ ὄντα, ἀπὸ τοῦ ὠφέλιμά τε εἶναι τοῖς ἀγαθοῖς τε καὶ κατὰ φύσιν ἔχουσι καὶ τὴν χρηστικὴν αὐτῶν ἔχουσι δύναμιν καὶ προσέτι αἱρετὰ τοῖς αὐτοῖς· τὸ γὰρ τούτοις ἀγαθὸν καὶ ἁπλῶς αἱρετόν, τὸ δ’ ἁπλῶς αἱρετὸν τῇ αὑτοῦ φύσει τοιοῦτον· οὐκ αἰεὶ δ’ ἐστὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἀγαθά, ὅτι τοῖς μὴ εἰδόσιν αὐτοῖς χρῆσθαι πρὸς ἃ πεφύκασι πολλάκις πρὸς κακοῦ γίνεται, ὥσπερ καὶ τὰ τῶν τεχνιτῶν ὄργανα τοῖς οὐκ ἔχουσι τὰς τέχνας τοιαῦτα βλαβερά, τοιαῦτα δὲ ἀγαθά ἐστιν, ὑγεία ἰσχὺς κάλλος εὐεξία πλοῦτος δόξα δύναμις πολιτική. προστίθησι δή τινα τῷ περὶ τῶν τοιούτων ἀγαθῶν λόγῳ, ἅμα μὲν δεικνὺς αὐτὰ καὶ διὰ τῆς προσθήκης ταύτης τίνα ἐστὶν ἀγαθά, ἅμα δὲ καὶ διδάσκων ἡμᾶς πῶς ἔχειν περὶ ταῦτα δεῖ. διὰ γὰρ τούτων τίνα τέ ἐστι πάλιν τὰ τυχηρὰ ἀγαθὰ ἐδήλωσε· περὶ γὰρ ὧν εὐχόμεθα τοῖς θεοῖς· οὐ γὰρ περὶ ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν εὔχεταί τις ἐνεργειῶν, ἀλλὰ μὴν [ἐστιν εὐχὴ καὶ] ἔστιν ἡ εὐχὴ αἴτησις ἀγαθῶν παρὰ τῶν θεῶν· ταῦτ’ ἄρα ἐστὶ περὶ ὧν ἡ εὐχὴ ἀγαθά. σπουδάζομεν οὖν ταῦτα αἱρεῖσθαι καὶ εὔχεσθαι μὴ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς· καὶ γὰρ τοῖς νοσοῦσιν οὐ τὰ ἁπλῶς ὑγιεινὰ ἀγαθὰ καὶ αἱρετὰ ἀλλ’ ὅσα τοῖς οὕτως ἔχουσιν ὑγιεινά· ἐστι γὰρ οἷς μᾶλλον ἀσθένεια ὑγείας καὶ νόσος ἰσχύος ὠφελιμωτέρα, τοῖς δηλονότι μὴ μέλλουσιν ἐκείνοις χρῆσθαι καλῶς, καὶ πενία πλούτου καὶ δυνάμεως καὶ δόξης τἀναντία· πολλάκις γὰρ ὑπὸ τῶν τοιούτων ἐκωλύθησάν τινες ποιῆσαί τε καὶ παθεῖν μείζω κακά. εἰπὼν δὲ ταῦτα ἐπάνεισιν ἐπὶ τὸ δεικνύναι πῶς ὁ ἄδικος ἄνισός ἐστι· καὶ ὅτι γε κυριώτερος ὁ ἄνισος ἡ ὁ πλεονέκτης |ἐνδείκνυται. αἱρούμενος γὰρ ὁ ἄδικος τῶν μὲν ἀγαθῶν τὸ πλέον, τῶν δὲ κακῶν τὸ ἔλαττον, εἴη ἂν ἄνισος. καλεῖται δὲ μόνον πλεονέκτης οὐκέτι δὲ καὶ μειονέκτης, ὅτι δοκεῖ καὶ τὸ ἐν τοῖς κακοῖς ἔλαττον πλεονεξία τις ἀγαθῶν εἶναι, ὡς εἴρηται. ἡ δὲ πλεονεξία τοῦ ἀγαθοῦ λέγεται. διὰ μὲν τοῦτο καλεῖται πλεονέκτης ὁ ἄδικος, ὡσανεὶ πλεῖον ἀγαθὸν νέμων ἑαυτῷ· ἔστι μέντοι ταῖς ἀληθείαις ἄνισος. τοῦτο γὰρ περιέχει τήν τε ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν καὶ κοινόν ἐστι καὶ γενικὸν αὐτό. οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσι, τουτέστιν αἱ ἀρεταὶ ἐπ’ αὐτοῖς εἰσιν οὐχὶ τοῖς θεοῖς δοῦναι μόνοις. ἀλλὰ καὶ ἔλαττον ἐπὶ τῶν ἀπλῶς κακῶν. τίνων ἔλαττον ἐπάγει, τῶν κακῶν ἁπλῶς· κακὰ εἶπεν ἁπλῶς ἀντιδιαστέλλων αὐτὰ τοῖς μὲν ἁπλῶς ἀγαθοῖς, οὐ πᾶσι δὲ τούτοις οἷς ἔστιν ἐναντίον· καὶ γὰρ ταῦτα ἁπλῶς μὲν καὶ τῇ αὐτῶν φύσει ἐστὶ κακά, ἔστι δὲ οἷς πρὸς ἀγαθοῦ τισι γίνεται· οἷς γὰρ τὰ ἐναντία αὐτοῖς ὄντα ἁπλῶς ἀγαθὰ κακά ἐστι, τούτοις τὰ τοιαῦτα κακὰ ὄντα ἀπλῶς κακὰ ἀγαθὰ ποιεῖ. τοῦτο γὰρ περιέχει καὶ κοινόν, δηλονότι τὸ ἄνισον. περιέχει γὰρ τὴν ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν. ὁ δὲ νόμιμος δίκαιος. δείξας τὸν ἄδικον ἄνισον, πιστούμενος ὅτι καὶ ὁ δίκαιος ἴσος, ἐπὶ τὸ τὴν διαφορὰν δεικνύναι τοῦ δικαίου τοῦ τε ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι· καὶ τίς ἐστιν ὁ νόμιμος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἀστι λαμβάνει πάλιν ἐκ τοῦ τὸν ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα πάντα δίκαια ἂν εἴη. προσέθηκε δὲ τὸ π ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια ἀλλὰ κατὰ τὴν κοινῶς καὶ διότι καθ’ ὅσον πειθόμενός τις τοῖς νόμοις αὐτὰ ποιεῖ, κατὰ τοῦτο λέγεται δίκαιος. αὐτὰ μέντοι καθ᾿ αὑτὰ ἢ ἀνδρεῖά ἐστιν ἢ σωφρονικὰ |ἢ ἐξ οἵας ἄν καὶ ἀρετῆς εἴη. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ τὰς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν αὐτῶν ποιούμενοι †ἐπεὶ ἔστι τῆς καθεστώσης πολιτείας εὐδαιμονία τε καὶ σωτηρία, ἡ μὲν δημοκράτεια, καθά φησιν αὐτός, τοῦ κοινῇ πᾶσι συμφέροντος στοχαζομένη· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν. τῷ γὰρ σκοπῷ τῆς ἠθικῆς ἡ πολιτική τε καὶ νομοθετικὴ διαφέρει· ἀμφοτέραις μὲν γὰρ περὶ ἀρετῶν ἡ πραγματεία, ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου ἡ διὰ τῶν ἀρετῶν εὐστάθειά τε καὶ εὐταξία σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργείας. ὁ δὲ τούτοις πειθόμενος νόμιμός τε καὶ δίκαιος· καὶ τὰ νόμιμα ἄρα δίκαια. ἀλλὰ μὴν τὰ κτὰ τὰς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν μορίων αὐτῆς μόρια γὰρ αὐτῆς αἱ κατ’ ἀρετὴν ἐνέργειαι), καὶ τὸ δίκαιον ἄρα ποιητικόν τε καὶ φυλακτικὸν εὐδαιμονίας ἐστὶ καὶ τῶν μορίων αὐτῆς. μόρια δὲ τῆς εὐδαιμονίας ἐστὶ τὰ κατὰ πάσας τὰς ἀρετάς, ψυχικάς φημι καὶ σωματικὰς καὶ τὰς ἐκτός, ἃ τὴν εὐδαιμονίαν αὐτῷ βούλεται συγκροτεῖν. πρόσκειται δὲ τῇ πολιτικῇ κοινωνίᾳ, ὅτι οἱ νόμοι περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἀπλῶς ἀλλὰ στοχαζόμενοι τοῦ ἐν τῇ κοινωνίᾳ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι, ἀλλ’ οὐ κατὰ τὰ καθ’ αὑτὰ ἐξετάζοντες αὐτά, οἷον τίς φύσις αὐτῆς. χεῖρον δὲ ὁ ἀπεσχε- διασμένος, ὁ μὴ μετ’ ἐπιστάσεως καὶ ἐξετάσεως. Αὕτη μὲν οὗν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία ἀλλ’ οὐχ ἀπλῶς. ᾿Η δικαιοσύνη, φησί, τελεία ἀρετή, ἀλλ’ οὐχ ἁπλῶς· λέγεται μὲν γὰρ καὶ ἡ ἀντιδιαστελλομένη πρὸς τὴν φυσικήν τε καὶ κατ’ εὐφυίαν λεγομένην ἀνδρείαν, ἀλλ’ ἀτελὴς αὕτη. ἀτελὴς μὲν ἡ ἐν τῷ Ἀχιλλεῖ, τελεία δὲ ἡ μετὰ φρονήσεως |τε καὶ ὀρθοῦ λόγου ὑπομενητικὴ τῶν μεγίστων κινδύνων· αἱ οὖν τέλειαι ἀντακολουθοῦσιν ἀλλήλαις· ὁ γὰρ τούτων ἔχων μίαν πάσας ἔχειν λέγεται. τελεία δὲ ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα, ἧς καὶ νῦν μνημονεύει λέγων ἀρετὴ μέν ἐστι τελεία, ἀλλ’ οὐχ ἀπλῶς. ἡ γὰρ ἁπλῶς τελεία ἀρετή ἐστιν, ἣν προειρήκαμεν, τελεία οὖσα κατά γε τὸ τέλειον ἔχειν ἤδη καὶ τὸ πᾶσαν ἔχειν ὡς ἑκάστην αὐτῶν. τρίτη δέ ἐστιν, ἣν νῦν προτίθησιν, ἡ κατὰ τὴν νομιμότητα, ἥτις ἐστὶν ἄθροισμα μὲν ἁπασῶν τῶν ἀρετῶν, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ ἐφ’ ἑαυτὸν καὶ πρὸς ἑαυτοὺς λαμβανο- μένη ἀλλ’ ἐν τῇ πρὸς ἕτερον χρήσει. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς ἐνέργεια ἐπὶ σωτηρίαν γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγομένη τελεία ἀρετὴ καὶ ὡς νομιμότης δικαιοσύνη. ταύτην γάρ φησι τελείαν ἀρετὴν καὶ ἐκ πασῶν συγκεῖσθαι, τὴν ὅταν μὴ ἁπλῶς ἀλλ’ ὅταν πρὸς τὴν πολιτικὴν κοινωνίαν τὴν χρῆσιν ἀναφερομένην ἔχῃ. τῇ προσθήκῃ γὰρ ταύτῃ τῆς τελείας ἀρετῆς ἡ τοιαύτη δικαιοσύνη διαφέρει, καθὸ κἀκείνῳ δοκεῖ τελειότερον. τελειότερον γάρ ἐστιν ἕξις καὶ ἀρετή, ἣν ὁ ἔχων αὐτῇ καὶ πρὸς ἄλλον χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ μόνον καθ’ ἑαυτόν· τοιαύτη δὲ ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη. καὶ διὰ τοῦ τὸ, διὰ τὸ πρὸς ἕτερον δίκαιον. καὶ οὔθ’ ἕσπερος. τοῦτο ἐξ Εὐριπίδου Σοφῆς Μελανίππης· λέγει γὰρ ἐν αὐτῇ “δικαιοσύνας τὸ χρύσεον πρόσωπον”. καὶ παροιμιαζόμενοί φαμεν. τοῦτο Θεόγνιδος· εἴρηται δὲ οὕτως· βούλεο δ’ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος· ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσα ἀρετή· χώραν μέντοι παροιμίας ἐπέχει καὶ μέμνηται αὐτῆς ὡς παροιμίας Θεό- φραστος ἐν τῷ πρώτῳ Περὶ ἠθῶν, ἐν δὲ τῷ πρώτῳ τῶν ᾿Ηθικῶν ὡς Φωκυλίδης αὐτῷ ἐχρήσατο, ἢ καὶ ὁμοίως ἀμφότεροι χρῶνται Φωκυλίδης καὶ Θέογνις τούτῳ. Πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται χρῆσθαι. Οὐ γὰρ ὥσπερ |ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἡ γνῶσις αὐτῷ τε [καὶ] ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτω καὶ ἐπὶ τῶν πρακτικῶν ἀρετῶν ἔχει καὶ ὅλως τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα πρακτέα ἢ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἄν πραχθείη εἰδέναι <χρή> ἡ γνῶσις περιγίνεται δι’ ἐμπειρίας· διὸ δεῖ καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο οὖν τῷ πολιτικῷ δεῖ κοινωνοῦ. ἐν δὲ τοῖς πρὸς ἕτερον ἀδυνατοῦσιν, ἐν κοινωνίᾳ, διὰ τὸ μὴ ἐμπειρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας ὡς καὶ ἰατρὸς καὶ κυβερνήτης πείρας καὶ τῆς ἀπὸ τῆς τῶν πραγμάτων τριβῆς ἐμπειρίας. ὅτι ἀρχὴ τὸν ἄνδρα δείξει· εἷς οὗτος ὁ Βίας τῶν ἑπτὰ σοφῶν, εἰς ὃν ἀναφέρεται τὸ εἰρημένον, ὡς ἐπὶ Πιττακὸν μὲν τὸν Μιτυληναῖον τὸ ῾χαλεπὸν ἐσθλὸν ἔμμεναι᾿, εἰς Χώνα δὲ τὸν Λάκωνα τὸ ‘τὴν κατὰ σαυτὸν ἔλα᾿. πρὸς ἕτερον δέ φησι τὸν ἄρχοντα Ἀριστοτέλης· ὁ γὰρ ἄρχων ἤδη πρὸς ἕτερον· τινῶν γὰρ ὁ ἄρχων καὶ ἐν κοινωνίᾳ, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι. Κάκιστος μὲν οὖν καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους χρώμενος τῇ μοχθηρίᾳ. Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ κάκιστος ὁ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ πονηρίᾳ, οὕτω δὴ καὶ ἄριστος ὁ πρὸς ἑαυτὸν καὶ τοὺς κοινωνούς τε καὶ φίλους τῇ ἀρετῇ χρώμενος. τρόπον γάρ τινα καὶ τότε πρὸς αὑτὸν χρῆται τῇ ἀρετῇ, χρώμενος αὐτῇ πρὸς τοὺς φίλους. ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑτέρους μὴ μόνον πρὸς αὑτὸν καὶ τὰ αὑτοῦ. αὑτοῦ γὰρ οἵ τε φίλοι καὶ τὰ τῶν φίλων· καὶ ἔοικε τοῦτο μᾶλλον λέγειν· καὶ τοῦτο δὲ κατασκευαστικόν ἐστι I τοῦ μάλιστα τὴν τοιαύτην δικαιοσύνην τελείαν ἀρετὴν εἶναι, εἴ γε ἄριστος ὁ τῆ ἀρέτη πρὸς ἄλλους χρώμενος, ὃ ἴδιον τῆς δικαιοσύνης. αὕτη μὲν οὖν ἡ δικαιοσύνη, ὡς ἡ ἀνδρεία φέρε καὶ ἡ σωφροσύνη· τοῦτο γὰρ βούλεται λέγειν, ὅτι ἡ δικαιοσύνη ὅλη καὶ πᾶσα ἀρετή ἐστιν, ἀλλ’ οὐ μία τις καὶ μέρος. τί δὲ διαφέρει ἡ δικαιο- σύνῃ αὕτη καὶ ἡ ἀρετή, δῆλον ἐκ τῶν εἰρημένων. τί δὲ διαφέρει ὅλη ἡ ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη δῆλον ἐκ τῶν προειρημένων εἶναι. ἔστι μὲν γὰρ κατὰ τὸ ὑποκείμενον ἡ αὐτή ἀμφότεροι γάρ εἰσιν ἡ ὅλη ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα), κατὰ δὲ τὸν λόγον καὶ τὸ εἶναι διαφέρει ἀλλήλων, καθόσον ἡ ὅλη ἀρετή ἐστιν ἕξις ψυχῆς λογικῆς ἀρίστη, ἡ δὲ δικαιοσύνη χρῆσίς ἐστι τῆς τοιαύτης ἕξεως πρὸς ἕτερον. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις ταὐτὸν ὄντα κατὰ τὸ ὑποκείμενον τὸ εἶναι οὐ ταὐτὸν ἔχουσιν, οὕτω καὶ ἡ ὅλη ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη. ἐπεὶ τοίνυν ἡ μὲν τοιαύτη δικαιοσύνη ἐστὶν ὅλη ἀρετή, ἡμεῖς δὲ ζητοῦμεν τὴν ἐν μέρει λεγο- μένην οὕτω γὰρ καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης καθ’ ἑαυτὴν εἰρήκαμεν), δῆλον ὡς περὶ ἄλλης ἡμῖν δικαιοσύνης ὁ λόγος λεκτέος ἐστίν, ἀλλ’ οὐ περὶ ταύτης. ὁμοίως δὲ καὶ περὶ ἀδικίας. καὶ πρῶτον μὲν δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν προειρημένην, εἶτα τίς ἐστιν ἐρεῖ. Κατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δὲ οὐδέν. Θέλων δεῖξαι ἄλλην τινὰ δικαιοσύνην οὖσαν παρὰ ταύτην τὴν κοινήν τε καὶ προειρημένην ἀπὸ τοῦ ἀδίκου πάλιν δείκνυσι τοῦτο. δείξας γὰρ ἄδικόν τινα ὄντα παρὰ τὸν παράνομον ἄλλον, δείξει καὶ τὸν τούτῳ ἀντικείμενον δίκαιον ἄλλον τοῦ ὡς νομίμου δικαίου λεγομένου. ὅτι μὲν οὖν ἔστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν πλεονεξίαν ἄλλη οὖσα ἐκείνης καὶ ὑπ’ ἐκείνην, διὸ καὶ ὁμώνυμος αὐτῇ, πρῶτον μὲν οὕτω δείκνυσιν. εἰ μήτε οἱ κατὰ |τὰς ἄλλας μοχθηρίας πλεονεκτοῦσιν ἐνεργοῦντες καίτοι ἀδικοῦντες καὶ παρανομοῦντες (οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιῶν καὶ κατὰ τοῦτο ἀδικῶν, οὔτε ὁ κακῶς εἰπών τινα, καίτοι δι’ ὕβριν τοῦτο ποιῶν, οὔτε ὁ μὴ ἐπικουρήσας ἀξίῳ τινὶ εἰς χρήματα, καίτοι δι’ ἀνελευθερίαν ποιήσας τοῦτο, ἀλλὰ μηδὲ οἱ πλεονεκτοῦντες κατά τινα τῶν προειρημένων κακιῶν μίαν τοῦτο ποιοῦσιν ἀλλὰ μηδὲ κατὰ πάσας ἅμα τὰς κακίας, κατὰ κακίαν μέντοι τινὰ τοῦτο ποιοῦσι καὶ κατὰ πονηρίαν· ψέγομεν γὰρ αὐτοὺς καὶ λέγομεν ἀδίκους τε καὶ κατ’ ἀδικίαν τοῦτο ποιεῖν), εἴη ἄν ἄλλη τις αὕτη ἀδικία, καθ’ ἣν ἡ πλεονεξία τῆς κοινῆς ἐκείνης κοινωνεῖ ***κακίᾳ ἐνεργοῦντες ἅμα καὶ τῷ ἄδικοι εἶναι καὶ πλεονέκται κατά τι. ἐν μέρει οὖν τοῦ κοινοῦ ἀδίκου τοῦ περὶ τὸν νόμον ταῖς ἄλλαις κακίαις ἀνάλογον ἔχουσα πρὸς τὴν κακίαν (ἡ γὰρ δειλία, ἡ θρασύτης, ἡ ἀκολασία κακία τῷ καθόλου ὀνόματι κέκληται) ὁμώνυμός ἐστιν αὐτῇ, οὐ δοκεῖ δὲ ὁμώνυμος αὐτῇ εἶναι διὰ τὸ καθόλου εἶναι ὡς μέρος καὶ ὑποτετάχθαι αὐτῇ ὡς εἶδος γένει. εἶτα ἐπάγει ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας· οὕτω γὰρ αὐτὴν χωρίσει καὶ τῆς ἄλλης ἀδικίας, οὐ μόνον τῶν ἄλλων ἀδικιῶν ἁπασῶν. εἰ ἄλλη ἐστίν, εἴη ἄν τις ἀδικία παρὰ πάσας τὰς ἄλλας κακίας, τήν τε κοινὴν καὶ τὰς ἄλλας τὰς ὑπὸ τὴν κοινήν. ὅτι οὖν μὴ κατὰ πάσας, δῆλον ἐκ τούτου· εἰ κατὰ πάσας καὶ κατὰ τὴν κοινὴν ἰδίως· τούτῳ γὰρ εἰ τὸ κατὰ πάσας, κατηγοροῖτ’ ἄν καὶ κατὰ τῶν ἄλλων πασῶν ἡ πλεονεξία· καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἁμαρτανόντων ὡς ἄδικος, οὕτω καὶ πλεονέκτης ἐλέγετο. ὅταν δὲ πλεονεκτῇ, πολλάκις κατ’ οὐδεμίαν τούτων· πρόσκειται τοῦτο· οὐ γὰρ ἅπαξ ἤδη καὶ πλεονέκτης· ἔθει γὰρ ἡ ἕξις ἐγγί- νεται. τὸ δὲ ἅπαξ οὐ δυνατὸν ποιεῖν τὸ ἔθος. Ἔτι εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει. ᾿Η δευτέρα ἐπιχείρησις |τοιαύτη ἐστίν· εἰ ἡ αὐτὴ πρᾶξις οἷον μοιχεία διὰ μὲν κέρδος καὶ πλεονεξίαν γινομένη δι’ ἀδικίαν γίνεται, διὰ δ’ ἐπιθυμίαν, δι’ ἀκολασίαν καὶ οὐχὶ δι’ ἐπιθυμίαν ἄδικον, τὴν δὲ πλεονεξίαν δι’ οὐδὲν ἢ διὰ κέρδος, ἄλλη δηλονότι ἐστὶν ἀκολασία καὶ ἄλλη ἀδικία ἡ διὰ κέρδος. ἀμφότεραί τε τῆς κοινῆς ἀδικίας διαφέρουσιν, ὅτι ἐκείνη μὲν κατ’ ἀμφοτέρων λέγεται, τούτων δὲ οὐδετέρα κατὰ τῆς ἑτέρας. τὸ δὲ δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ἴσον ἐστὶ τῷ ὡς εἰ ἔλεγε, δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ὁ ἄδικος ἄδικος ἀλλ’ οὐ διὰ ἀκολασίαν· ἄλλως ἄρα τὸ κερδαίνειν ἄδικον καὶ ἄλλως τὸ ἀκολασταίνειν· ἀλλ’ εἰ τῶν κατὰ διφόρους αἰτίας ἀδικούντων ὁ ἕτερος ἐν οἰκείᾳ κακίᾳ ἐστὶ παρὰ τὴν κοινὴν κακίαν δῆλον ὡς καὶ ὁ ἕτερος. Ἔτι παρὰ μὲν τἄλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορὰ. ᾿Ο νοῦς τῆς τρίτης ἐπιχειρήσεως τοιοῦτος· εἰ δὲ αἱ μοχθηρίαι τε καὶ κακίαι πᾶσαι πρὸς τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγονται καὶ ἡ πλεονεξία ὁμοίως (ὑπάγεται δὲ καὶ κατὰ τὸ προσεχὲς ἴδιον τῇ ἀδικίᾳ), ἔστιν ἄρα τις παρὰ τὴν κοινὴν ἀδικίαν ἄλλη ἀδικία ἐν μέρει οὖσα ἐκείνης ἀναλογίαν ἔχουσα πρὸς αὐτὴν ὡς καὶ ἀκολασία δειλία τῶν ἄλλων ἑκάστη κακιῶν ἑκάστῃ συνώνυμος. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει. τὴν ἐν μέρει κακίαν τῇ καθόλου ἀδικίᾳ οὖσαν ὁμώνυμον· ἐπὶ τοσοῦτόν φησιν αὐτὴν ὁμώνυμον εἶναι καὶ λόγου πὼς τοῦ αὐτοῦ κοινωνεῖν, καθόσον ἑκατέρα αὐτῶν ἐν τῷ αὐτῷ γένει ἐστί. πῶς δὲ ἐν τῷ αὐτῷ γένει καὶ ἐν τίνι, αὐτὸς ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον, καὶ εἰ κατὰ πλεονεξίαν, ἐν τῷ πρὸς ἄλλους ἁμαρτάνειν τὸ εἶναι αἱ κακίαι ἔχουσιν. εἰπὼν δὲ κοινὸν γένος αὐτῶν καθ’ ὃ δοκοῦσι συνώνυμοι, ἐφεξῆς πάλιν διαφορὰν αὐτῶν λέγει καθ’ ἣν ὁμώνυμα γίνεται. ἡ μὲν γὰρ ἐν μέρει ἀδικία, ἡ κατὰ πλεονεξίαν, περὶ τιμήν, |φησίν, ἐστιν ἢ χρήματα (εἴη δ’ ἄν λέγων τὰ τυχηρὰ τῶν ἀγαθῶν ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ταῦτα γίνεται), ἡ δὲ ἑτέρα περὶ ἃ ὁ σπουδαῖος πρακτικός· καὶ τοῦτό ἐστι τὸ ἔμπροσθεν εἰρημένον, ἀλλ’ ὅσα τῷ σύνεγγυς αὐτῶν εἶναι δι’ ὁμωνυμίαν λανθάνειν δύναται καὶ κατὰ τὸ μὴ ἐν τῷ αὐτῷ γένει εἶναι λέγεσθαι· οὕτω γὰρ ἂν συνώνυμα ἔσται καὶ τὰ ἐναντία, ἀλλὰ καθόσον ἀμφοτέροις ὁ αὐτός πὼς λόγος κοινός. ἕξεις γὰρ πρακτικαὶ ἄμφω, διαφέρουσι δὲ ὅτι αἱ μὲν τῶν αἰσχρῶν πρακτικαί, αἱ δὲ τῶν περὶ ἃ ὁ σπουδαῖος. ὅτι μὲν οὖν εἰσὶ δικαιοσύναι πλείους ἀπὸ τοῦ ἐναντίου τοῦτο ἔδειξεν· ἀπὸ γὰρ τῆς ἀδικίας· ὡς γὰρ ἐκείνη διχῶς, οὕτω καὶ αὕτη λέγεται· καὶ ὡς ἐκείνη διαφέρει ἑτέρα τῆς ἑτέρας, οὕτω καὶ αἱ δικαιοσύναι. διώρισται δὲ τὸ ἄδικον, ὅτι ἡ κατὰ τὴν πλεονεξίαν ἀδικία ὑπὸ τὴν ἀνισότητα ἦν· ἡ μὲν γὰρ ἡ αὐτὴ οὖσα περὶ τὰ ἀγαθὰ πλεονεξία ἐν τοῖς κακοῖς, πάλιν ἐν τοῖς ἀντικειμένοις ἐκείνοις τοῖς ἀγαθοῖς μειονεξία. τοῦτο δὴ πρῶτον ἔδειξε. διὸ διττὸν τὁ ἄδικον. τὸ παράνομον καὶ τὸ ἄνισον, καὶ κατὰ μὲν τὸ παράνομον ἡ πρότερον ῥηθεῖσα ἀδικία περιεκτικὴ πασῶν, κατὰ δὲ τὸ ἄνισον ἡ δευτέρα καὶ ὑπ’ ἐκείνην. Ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ πλέον οὐ ταὐτὸν ἀλλ’ ἕτερον. Τὴν διαφορὰν δείκνυσι τῆς κατὰ τὸ παράνομον ἀδικίας ἥτις ἐστὶν ὅλη τε καὶ καθόλου, καὶ τῆς ἐν μέρει ἥτις ἐστὶ κατὰ τὸ ἄνισον· καὶ δείκνυσι τοῦτο ἐπὶ εἰκόνος· διὰ γὰρ τοῦ δεῖξαι τὴν διαφορὰν τοῦ ἀνίσου τε καὶ τοῦ πλεονέκτου πῶς ἔχει διὰ τούτου φανερὰν ποιεῖ καὶ τὴν τῶν ἀδίκων διαφοράν. ὡς γὰρ ἐπὶ τούτων ὁ μὲν πλεονέκτης πᾶς ἄνισος, οὐ μὴν εἴ τις ἄνισος ἤδη καὶ πλεονέκτης (καὶ γὰρ ὁ μειονεκτῶν τινος ἄνισος μέν, οὐ μὴν καὶ πλεονέκτης, τὸ γὰρ ἄνισον κατὰ ἀμφότερα κατηγορεῖται, καὶ ἔστι τὸ μὲν ἄνισον κοινὸν καὶ καθολικώτερον, τὸ δὲ πλέον ὑπ’ ἐκεῖνο καὶ μερικώτερον), οὕτως |οὗν καὶ τὰς ἀδικίας ἔχειν φησίν. οὐ γὰρ εἴ τι παράνομον τοῦτο καὶ ἄνισον. παράνομον γὰρ ἡ δειλία, οὐκ ἄνισον δέ. ὁμοίως δὲ καὶ ἡ δικαιοσύνη τῆς δικαιοσύνης. ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη μέρος τῆς ὡς νομιμότητος δικαιοσύνης, καθὼς προείρηται. ὥστε περὶ τῆς ἐν μέρει δικαιοσύνης. δείξας ὅτι τις ἐν μέρει δικαιοσύνη ἀρετὴ καὶ ἐν μέρει ἀδικία κακία, περὶ τούτων, φησί, τὰ νῦν δεικτέον τῶν τε ἕξεων καὶ τῶν κατὰ τὰς ἕξεις λεγομένων, τοῦ μὲν δικαίου τοῦ δὲ ἀδίκου ἰδίως. ᾿Η δὲ τῆς κακίας ἀφείσθω. ῾Απὸ κοινοῦ τὸ ᾿τῆς ὅλης οὖσα χρῆσις῾ · σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων. εἰπὼν ὅτι τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστι· καθ’ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν καὶ καθ’ ἑκάστην μοχθηρίαν κωλύει ὁ νόμος, τούτοις δεικτικοῖς οὖσι τοῦ τὴν ὡς νομιμότητα λεγομένην δικαιοσύνην πασῶν τῶν ἀρετῶν χρῆσιν εἶναι πρὸς ἄλλον καὶ διὰ τοῦτο τελείαν ἀρετήν, προστίθησι τὰ ἑξῆς τοῦ σχεδὸν ὄντα ἐξηγητικά, λέγων τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν. ἔστι γάρ τινα τῶν νομίμων ἃ οὐ περὶ τοῦ πῶς δεῖ ζῆν ἀλλὰ περὶ τοῦ πῶς ἐν ἀρετῇ γίνοιντ’ ἂν οἱ πολῖται εἰσηγεῖται. ὁ γὰρ ἔμφρων νομοθέτης οὐ μόνον περὶ τούτων νομοθετεῖ, καθ’ ἃ δεῖ ζῆν τοὺς ἄνδρας ἤδη καὶ τῆς πολιτείας μετέχοντας, ἀλλὰ πολὺ πρότερον περὶ τῆς παιδείας τῶν ἐσομένων ἀγαθῶν τε καὶ νομίμων πολιτῶν προαγορεύει, ἃ δηλονότι ποιητικὰ τῆς ὅλης τε καὶ κοινῆς καὶ τελείας ἀρετῆς. ἕκαστον δὲ τούτων παιδεύει τοὺς πολίτας κατὰ τὴν πρὸς τὸ κοινὸν ἀναφοράν. διότι γὰρ τῷ κοινῷ ταῦτα συμφέρει, ταῦτα δηλονότι ὁ νομοθέτης ἀξιοῖ παιδεύεσθαι τοὺς ἐσομένους καλούς τε καὶ ἀγαθοὺς πολίτας, ποιητικὰ τῆς ὅλης καὶ τελείας ἀρετῆς· ἃ καὶ τῆς τοιαύτης δικαιοσύνης εἴη ἄν. εἰπὼν δὲ τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς, ὅτι ἔστι τῶν νομίμων ἃ νενομοθέτηται περὶ παιδείας τῆς πρὸς τοὺς πολίτας, |προστίθησι πάλιν. περὶ δὲ τῆς τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἀπλῶς ἀνὴρ ἀγαθός ἐστιν ἐρεῖν ἐπαγγέλ- λεται· καὶ τοῦτο ποιήσει ἐν τοῖς Πολιτικοῖς. οὐ γὰρ ὁ ἀγαθὸς ἀνὴρ ἤδη καὶ πολίτης ἀγαθός· ἐν μὲν γὰρ ταῖς ἀγαθαῖς καὶ καλῶς ἐχούσαις πολι- τείαις ὁ αὐτός ἐστιν, ἐν δὲ ταῖς μὴ οὕτως ἐχούσαις οὐκέτι. ἀγαθῶς γὰρ καὶ καλῶς ἐχούσης πολιτείας καὶ ὁ πολίτης ἀγαθὸς τοῖς τῆς σωτηρίας τῆς πολιτείας ἐχομένοις συντελῶν καὶ ἔστιν ἀνήρ τε καὶ πολίτης ἀγαθὸς ὁ αὐτός· μοχθηρᾶς δὲ πολιτείας ὁ τὴν σωτηρίαν σπουδάζων πολίτης μὲν ἀγαθός, ἀνὴρ δ’ ἀγαθὸς οὔ, ὥσπερ καὶ ἀνὴρ ὢν ἀγαθὸς οὐκ ἔσται πολίτης ἀγαθός, περιφρονῶν φαύλην πολιτείαν καὶ μὴ κατ’ αὐτὴν πολιτευόμενος. ὥστε εἰ τοῦτο, οὐδὲ εἷς ἀεὶ καὶ ὁ αὐτὸς ἔσται νομοθέτης τοῦ τε ἄνδρα ἀγαθὸν καὶ πολίτην ἀγαθὸν εἶναι. τῆς δὲ κατὰ μέρος δικαιοσύνης. Σημειωτέον ὅτι μέρος τῆς ἀρετῆς τὴν δικαιοσύνην, οὐκ εἶδος πανταχοῦ λέγει, ὡς τῆς ἀρετῆς οὐ γένους ἀλλ’ ὅλου. πῶς οὖν ἡ ὅλη ἀρετὴ κατξγπρεῖται δικαιοσύνης ἀνδρείας σωφροσύνης καὶ τῶν λοιπῶν συνωνύμως; καὶ γὰρ καὶ ὀνόματος καὶ ὁρισμοῦ τούτοις μεταδίδωσιν, ὃ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοὐ ὅλου· οὐ γὰρ κεφαλὴ λέγεται τὸ οὖς ἢ ἡ ῥίς. ἀλλά φαμεν ὡς ἐπὶ τῶν ὁμοιομερῶν οὐδὲν κωλύει τῷ τοῦ ὅλου ὀνόματι καὶ τὰ μέρη λέγεσθαι καὶ τὸν λόγον ἐφαρμόζειν τοῦ ὅλου τοῖς μέρεσιν, ὡς ἐπὶ σαρκὸς καὶ ὀστέων. ἢ καί φαμεν ὡς καλῶς τοῦτο λέγει. μέρος γὰρ ἡ τὶς ἀρετὴ τῆς ὅλης καὶ οὐκ εἶδος· οὐ γὰρ ὅλη ἡ ἀρετὴ κατηγορεῖται τῆς τινός, ὁμωνύμως αὖ ὡς ἐπὶ τῶν ἀνομοιομερῶν ἡ ὅλη ἀρετὴ τῶν ἑαυτῆς μερῶν κατηγορεῖται· ἀρετὴ γὰρ καὶ ἑκάστη καὶ ὅλη· ὥσπερ καὶ ἡ δικαιοσύνη ἡ μὲν ὅλη κατηγορεῖται ἑκάστης, οὐ μὴν ὡς ὁμοιομερὴς οὖσα, ἀλλὰ διὰ τὴν ἀντακολουθίαν τῶν ἀρετῶν. ἑκούσια δὲ λέγεται· ἑκούσιος μὲν ἡ ἀρχή, βίᾳ δὲ τὸ τέλος, ἐν οἷς ἐπακολουθεῖ ἡ ἀδικία· οὐδεὶς γὰρ ἑκὼν ἀδικεῖται. τῶν δ’ ἀκουσίων. εἶπε γὰρ ἐν τῷ τρίτῳ, ὅτι διττὸν τὸ ἀκούσιον, τό τε ἀγνοούμενον |καὶ τὸ βίαιον· τὰ οὖν λαθραῖα δι’ ἄγνοιαν καὶ ἀκούσια τῶν ἀδικουμένων. λέγει δὲ τούτων εἶναι καὶ τὴν προαγωγίαν, οὐ τὴν τοῦ ἀνδρὸς τῆς αὐτῆς γυναικός, ὃ δοκεῖ σημαίνειν καὶ τὸ ὄνομα, ἀλλ’ ὅταν ἀγνοοῦντος καὶ τοῦ ἀνδρός· διττὴ γὰρ καὶ ἡ προαγωγία· οὐ μόνον δὲ ἐπὶ τῆς προαγωγίας ἀγνοοῦντος τοῦ ἀνδρός ἀλλὰ καὶ ἐπὶ πάντων τῶν λοιπῶν· εἰ γὰρ λαθραίως πάντως ἀγνοοῦντος τοῦ πάσχ’ ὄντος τὴν βλάβην ταύτην συμβαίνειν καὶ ἔστι τὸ παραίτιον τοῦ ἀκουσίου ἡ ἄγνοια, ὥσπερ ἐν οἷς μετ’ ὀλίγον ἐρεῖ, τὸ αἴτιον τοῦ λοιποῦ ἀκουσίου κατὰ βίον γινόμενον. ἐπεὶ δ’ ὅ τε ἄδικος ἄνισος. Δείξας διὰ τοῦ ἀδίκου τε καὶ ἀνίσου μέσον τὸ ἴσον, ἐφεξῆς δείκνυσιν ὅτι τοῦτο τὸ ἴσον τὸ μέσον τοῦ ἀδίκου δίκαιόν ἐστιν. ἡ δὲ δεῖξις διὰ τοῦ τόπου τοῦ ἐὰν δύο ἐναντιώσεων οὐσῶν τῷ ἑτέρῳ τῆς ἑτέρας ἐναντιώσεως ἕπηται τὸ ἕτερον τῶν τῆς ἑτέρας ἐναντιώσεως, ἀκολουθήσει τὸ καταλειπόμενον τῆς ἑτέρας ἐναντιώσεως τῷ τῆς ἑτέρας καταλειπομένῳ ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν. διὰ τούτου δὴ τοῦ τόπου δείκνυσι καὶ τὴν δικαιοσύνην ἰσότητά τε καὶ μεσότητα. εἰ γὰρ ἀδικία μὲν καὶ δικαιοσύνη ἐναντίαι ἀλλήλοις, ἀνισότης δὲ καὶ ἰσότης πάλιν ἀλλήλοις ἕπεται, τῇ ἀδικία ἡ ἀνισότης τε καὶ τὸ ἄνισον καὶ τῇ δικαιοσύνῃ ἀκολουθήσει ἰσότης τε καὶ τὸ ἴσον, ἐπεὶ μὴ ἀνάπαλιν· οὐ γὰρ πᾶν ἴσον δίκαιον. Εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον. Εἰ ἡ ἀδικία καὶ ἡ δικαιοσύνη ἐναντία ἀλλήλοις, ὁμοίως δὲ καὶ ἡ ἰσότης καὶ ἡ ἀνισότης, δῆλον ὡς εἰ τῇ ἀδικίᾳ ἕπεται ἡ ἀνισότης, ἐπεὶ ὁ ἄνισος ἄδικος καὶ τὸ ἄνισον ἄδικον, ὁμοίως καὶ ἡ δικαιοσύνη ἀντικείμενον τῇ ἀνισότητι ὃ ἔστιν ἡ ἰσότης καὶ διὰ τοῦτο καὶ τὸ δίκαιον. τὸ δίκαιον μέσον τί ἄν εἴη, εἴ γε ἴσον ἐστί, τῷ γένει δηλονότι. τὸ δ’ ἴσον μέσον ἐν ἐλαχίστοις δυσίν, ὡς ἐπάγει. δύο γάρ εἰσι τὰ ἴσα τοὐλάχιστον. τὸ γὰρ ἴσον ἴσῳ ἴσον ἐστὶ καὶ τισὶ καὶ πρός τι· πρὸς ἕτερον γὰρ ὡς προειρήκαμεν ἄμφω αἱ δικαιοσύναι εἰσί. δύο ἐστὶ δηλονότι ἐν ἐλαχίστοις, ἐν οἷς τὰ πράγματα |τὰ ἐκείνοις πεπραγμένα· ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, δηλονότι ἐστὶ τὰ πράγματα. ἀλλ’ ἐντεῦθεν αἱ μάχαι, τῷ μὴ ἴσα ἔχειν. ἀλλ’ οἱ μὲν δημοκρατικοὶ ἐλευθερίαν· ἐλευθερίᾳ γὰρ μετροῦσι τὴν ἀξίαν καὶ τὸ ἴσον· τοὺς γὰρ ὁμοίους ἐλευθέρους καὶ ἴσους ὑπολαμβάνουσιν. οἱ δ’ ὀλιγαρχικοὶ πλοῦτον· τούτῳ γὰρ μετροῦσι τὴν ἀξίαν· οἱ δ’ εὐγένειαν· ὁμοίως φησὶ καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν· οἱ δ’ ἀριστο- κρατικοὶ ἀρετήν· ἀρετὴν γὰρ οὗτοι μέτρον τίθενται τῆς ἀξίας. διὸ οὐ ταὐτὸν ἴσον τε καὶ δίκαιον ἐν πάσαις ταῖς πολιτείαις κατ’ ἀναλογίαν λαμβά- νομεν. ἔστιν ἄρα τὸ δίκαιον ἀνάλογόν τι. δῆλον γὰρ καὶ ἀπὸ τοῦ κατ’ ἀξίαν, ὃ παρὰ πᾶσιν ὁμολογεῖται δίκαιον εἶναι, διότι τὸ δίκαιόν ἐστιν ἀνάλογόν τι καὶ ἐν ἀναλογίᾳ. Τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον· Ἄντι τοῦ ἐκ μονάδων συγκειμένου τε καὶ ὡς μετρουμένου καὶ ἀριθμουμένου. καλῶς δὲ τοῦτο ἔλαβεν· οὐ γὰρ μόνου τοῦ ὡς ἀριθμοῦντος καὶ ᾧ ἀριθμοῦμεν ἀριθμοῦ, ὃς καὶ κυρίως ἀριθμός, ἀναλογία τίς ἐστιν, οἷον ὡς ἔχει ὁ δ β ᾱ, ἀλλὰ καὶ τοῦ ὡς ἀριθμητοῦ, τυχὸν ἵππων βοῶν κυνῶν καὶ ἁπλῶς ὧν ἔστιν ἀριθμός, οἷον γραμμῶν ἐπιπέδων σωμάτων ἁπλῶς μεγέθους. καὶ γὰρ καὶ τούτων ἐν τούτοις ἀναλογία τίς ἐστιν· ἔχουσι γὰρ ἀριθμόν. δεῖ γὰρ ἵνα ἀναλογία τις ᾖ ἀριθμόν τινα εἶναι· τῷ γὰρ ἑνὶ οὐκ ἀναλογία, ἀλλ’, ὡς ἔφη, τὸ ἐλάχιστον ἡ ἀναλογία ἐν τέτρασίν ἐστι. καὶ ἐν τέτρασιν ἐλαχίστοις. τούτων γὰρ ἐλάχιστον λαβεῖν πρὸς τὸ ποιῆσαι ἀνάλογον οὐχ οἷόν τε. λόγος γάρ ἐστι δύο μεγεθῶν ἢ ἁπλῶς τινῶν καὶ γὰρ (καὶ ἀριθμῶν εἶναι δυνατὸν λόγον τινὰ ὁμογενῶν) ἡ πρὸς ἄλληλα ποιὰ σχέσις· Εἶναι δὲ τοῦτο ἐπεὶ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης. διὰ δὲ τοῦτο τὸ ἔλαχιστον τεττάρων τε καὶ ἐν τέτρασιν ἔσται ἡ ἀναλογία. διῃρημένη δὲ ἡ ἐν ἀριθμοῖς· καὶ γὰρ καὶ αὐτὴ ὁμοίως ἐν τέτταρσίν ἐστι τὸ ἐλά- χιστον· συνεχὴς δὲ ἡ ὡς μεγεθῶν καὶ χρόνου κινήσεων ὑποκειμένη. ἢ I οὐχ οὕτως ἀλλ’ ὡς ἔχει τὰ τέσσαρα πρὸς β, τὰ β πρὸς ἓν ἔχει. καὶ ὁ λόγος ὁ αὐτός. καὶ πῶς τοῦτο, δείκνυσι λέγων διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ ἅ. εἰ δὲ ὁμοίως διῄρηται οἷς τε καὶ ἅ, τουτέστιν οἷς τε νέμεται καὶ δίδοται καὶ ἃ νέμεται, ἔστιν ὡς τὸ ἕτερον τῶν νεμομένων πρὸς τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον τῶν ἐν τῇ νεμήσει πρὸς τὸ ἕτερον. ἀλλὰ μὴν τέσσαρα ἄν τινα ἀνάλογα ἢ καὶ ἐναλλὰξ ἀνάλογά εἰσιν. ἔστιν ἄρα καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον. καὶ μέσον τὸ δίκαιον· τουτέστι τοῦ ἀνίσου ἐν ᾧ μὴ κατὰ τὴν προειρημένην ἀναλογίαν ἡ νομὴ γίνεται. ὅτι δὲ τὸ τοιοῦτον δίκαιον καὶ μέσον ἐστί, δείκνυσι διὰ συλλογισμοῦ οὕτως· τὸ δίκαιον τοῦτο ἀνάλογόν ἐστι, τὸ δὲ ἀνάλογον μέσον· συμπέρασμα· τὸ δίκαιον ἄρα μέσον, τὸ γὰρ ἀνάλογον μέσον. καλῶς. ἴσον γὰρ καὶ ὅμοιον καὶ ταὐτὸν κατὰ τὴν τοῦ λόγου ποιὰν σχέσιν, εἴτε διπλάσιός ἐστιν εἴτε ὁστισοῦν· μέσον δὲ δηλονότι καὶ ἴσον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικοί. γεωμετρικὴ ἀναλογία ἐστὶν ἡ ἐν ἰσότητι λόγων τὴν ὑπε- ροχὴν ἔχουσα. ἔστι δὲ ἡ ἐν ἰσότητι λόγων ἡ ὡς η δ β. ὅμοιος γὰρ ὁ λόγος αὐτῶν καὶ ἴσος· ὡς γὰρ διπλάσιος ὁ τοῦ ἡ πρὸς τὸν δ, οὕτω διπλά- σιος καὶ ὁ δ πρὸς τὸν β. ἀριθμητικὴ δέ ἐστιν ἀναλογία ἡ ἐν ἰσότητι ἀριθμῶν· ἀναλογία δέ ἐστιν ἡ τῶν λόγων ὁμοιότης. τὰ γὰρ ἐν διπλασίονι λόγῳ ὄντα ὁπόσα ἄν ᾖ, καθὸ. τοιαῦτά ἐστι, τοῦ ἴσον τε καὶ τὸν αὐτὸν ὅμοιον ἔχουσι λόγον, τὸν ὡς διπλασίονα ᾗ ἐστι διπλάσια. ἐν γὰρ γεωμετρικῇ. καλῶς· ὡς γὰρ θάτερον τῶν ἡγουμένων πρὸς θάτερον τῶν ἑπομένων τῶν ἐν τῇ ἀναλογίᾳ, οὕτως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ἀμφότερον πρὸς ὅλον ἔχει· οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ λόγου διπλασίου τοῦ ὡς τὰ δέκα ἔχει πρὸς τὰ πέντε, οὕτω τὰ |ἓξ πρὸς τὰ τρία· καὶ ὡς τὰ δέκα καὶἓξ πρὸς τὰ ὀκτώ, ὁμοίως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ὅ ἐστι τὰ ἲς ἔχει πρὸς τὸ ὅλον τὸ ἐκ τῶν ἑπομένων, τῶν τε πέντε καὶ τριῶν ὅ ἐστιν ὀκτώ· πάλιν γὰρ τὰ ις τῶν ὀκτὼ διπλάσια. συμβαίνει καὶ τὸ ὅλον πρός τὸ ὅλον, τὸ ἐκ τῶν ἡγουμένων δηλονότι τῷ ἐκ τῶν ἑπομένων. οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος, ᾧ καὶ ὅ. ἐπεὶ γὰρ δύο εἰσὶν οἷς ἡ νομὴ γίνεται, δύο δὲ τὰ ἑπόμενα, καὶ ἀδύνατον ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν εἶναι ᾧ νέμεται, οἷον ἄνθρωπον καὶ τὸ νεμόμενον τούτῳ (τοῦτο δέ ἐστι τὸ πρᾶγμα), διῃρῆσθαι τοὺς ὅρους ἀπ’ ἀλλήλων δεῖ· οὔτε γὰρ ὁ ἄνθρωπος δύναται ἄνθρωπος ὢν τὸ νεμόμενον πρᾶγμα γενέσθαι οὔτε τὸ νεμόμενον πρᾶγμα <ἄνθρωπος>. πῶς γὰρ οἷόν τε τὸν ἄνθρωπον ἢ ἴσον ἢ διπλάσιον πράγματός τινος ληφθῆναι τοῦ νεμομένου; τὸ δ’ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον· τουτέστιν ὃ γίνεται, ὅταν μὴ τηρῆται ἡ προειρημένη ἰσότης, ἀλλ’ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔχῃ τῆς ἀξίας. εἰ γὰρ ἰσότης ἡ ἀναλογία, τὸ ἔξω τῆς ἀναλογίας καὶ τῆς ἰσότητος ἄνισον· ἄνισον δὲ ὧ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν. διὰ τί; ἢ ὅτι πλέον μὲν ὁ ἀδικῶν, ἔλαττον δὲ ὁ ἀδικούμενος ἀποφέρεται. πλεονέκτης γὰρ ὢν ὁ ἄδικος τῶν ἀγαθῶν, ἐπεὶ καὶ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον ἀγαθὸν συγκρινόμενον ὡς ἐν κακοῖς ἐστι καὶ αἱρεῖται αὐτὸ ὡς ἀγαθοῦ ὑπεροχήν. ἐν ἀγαθοῦ γὰρ γίνεται λόγῳ τὸ ἔλαττον κακόν· συγκρινόμενον γὰρ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον, ἀγαθόν πώς ἐστιν, ὃ γίνεται ἐν τοῖς συναλλάγμασιν· ἐν τούτοις γὰρ τὸ εἶναί ἐστι τῷ τοιούτῳ εἴδει τῆς δικαιοσύνης καὶ τοῖς ἑκου- σίοις. καὶ πῶς ἔσται ἀκούσια συναλλάγματα, ζητήσαι ἄν τις. ἢ οὐ μόνον ἃ πρὸς ἀλλήλους συντίθενταί τινες περὶ ὧν δεῖ ποιεῖν ἑκόντες ταῦτα συναλλάγματα, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα καὶ κελευόμενα καθ’ ἃ χρὴ ζῆν τε καὶ συναλλάσσειν ἀλλήλοις, συναλλάγματα καὶ ταῦτα. κατὰ τοίνυν τοῦτο συνάλλαγμα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, |οὐ κατὰ τὸ ἑκούσιον· οὐδεὶς μοιχεύει κατὰ συνάλλαγμα οὐδὲ <ὁ> ἱεροσυλῶν κατὰ συνάλλαγμα ἱεροσυλᾷ ἢ ὁ ὑβρίζων ὑβρίζει. τὸ μὲν γὰρ διανε- μητικὸν δίκαιον τῶν κοινῶν· καλῶς· παρὰ γὰρ τὴν τῶν κοινῶν νομὴν τοῖς πολίταις ἐκεῖνο τὸ δίκαιον καὶ πρὸς τὴν γεωμετρικὴν ἀναλογίαν ἐστὶ νεμόμενον, ὡς δέδεικται. ἄν τε γὰρ χρήματα ᾖ κοινὰ νεμόμενά τισιν, ἄν τε γῆ ἄν τε ἄλλο τι, πάντως κατὰ τὸν αὐτὸν λόγον διαιρεθήσεται, καθ’ ὃν καὶ συνηνέχθη, τῷ μὲν πλεῖον εἰς ταῦτα συντελέσαντι πλεῖον, τῷ δὲ ἔλαττον ἔλαττον, ἐὰν δικαία ἡ νομὴ ᾖ, κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέ- λειαν ἰσότητος ἡ ὑπεροχή ***,ὅνπερ ἔχουσιν εἰς ἄλληλα τὰ εἰσενεχθέντα, δηλονότι ὑπὲρ τῶν συνεισενεγκαμένων εἰς τὸ κοινὸν καὶ εἰς τὸ πλέον εἶναι συντελεσθέντων. τὸ δ’ ἐν τοῖς συναλλάγμασι δίκαιον, τουτέστι τὸ διορθωτικόν, ἔστι μὲν ἴσον τι, τουτέστι δίκαιον, ὡς ἀπε- δείχθη. ἀλλ’ οὐ κατὰ τὴν ἀναλογίαν ἐκείνην, τὴν γεωμετρικὴν δηλονότι, ἀλλὰ κατὰ τὴν ἀριθμητικήν. ἔστι γὰρ αὐτῶν ὡς προείρηται ἐν ἰσότητι τῇ κατ’ ἀριθμὸν ἢ ποσὸν ὅλον τὸ εἶναι, ἀλλ’ οὐ τῇ κατὰ λόγον, ἥτις ὅπως γίνεται λέγει. ὁ γὰρ νομοθέτης ἐν τοῖς ἀδικήμασιν οὐκέτι τὴν τοῦ ἀδικοῦντος ἀναλογίαν καὶ τοῦ ἀδικουμένου ἣν ἔχουσι πρὸς ἀλλήλους ἐξετάζων οὕτω τὴν ἐπανόρθωσιν τῶν τοιούτων ἀδικημάτων ποιεῖται· οὐ γὰρ ἐξετάζει πότερον ἐπιεικὴς ὁ ἀποστερήσας ἢ φαῦλος, ὁμοίως οὐδ’ ἐπὶ τοὐ ἀδικουμένου, ἀλλ’ ὡς ἴσους τούτους τιθεὶς ἐξετάζει, εἰ ὁ μὲν ἠδίκησεν, ὁ δὲ ἠδικήθη, καὶ τίς ἡ κατὰ τὴν βλάβην διαφορά, καὶ ταύτην τὴν διὰ τὴν βλάβην ἢ τὴν ἀδικίαν ἀνισότητα [λέγει] γινομένην ἐπανορθοῦν πειρᾶται καὶ ἐς τὸ ἴσον ἐπανάγειν σπεύδει ἁπλῶς καὶ οὐ κατὰ τὴν ἀναλογίαν τῶν εἰπόντων προσώπων. οὐδὲν γὰρ διαφέρει εἰ ἐπιεικὴς φαῦλον ἀπεστέρησεν. Οἷον ἐπὶ τῆς κατ’ ἀξίαν νομῆς κατὰ τὰς τοιαύτας ὑπεροχὰς μέτρου· μένη |κατ’ ἀξίαν γίνεται, ἀλλὰ πρὸς τοῦ βλάβους τὴν διαφορὰν μόνον ἐπιβλέπει ὁ νόμος· καὶ γὰρ εἰ δοκεῖ τῷ ὑβρίσαντι τὸν ἄρχοντα πλείων ὡρίσθαι ἡ ζημία, ἀλλὰ καὶ ἐνταῦθα ἁπλῶς καὶ καθόλου ἐστίν· οὐ γὰρ τῷ μὲν τόνδε τὸν ἄρχοντα, τὸν εὐγενῆ φέρε εἰπεῖν, ὑβρίσαντι, ἄλλο τι πρόστιμον, τῷ δὲ τὸν μὴ οὕτως εὐγενῆ ἄλλο, ἀλλ’ ἐπὶ πᾶσι κοινὴ καὶ ἡ αὐτὴ ζημία τῷ πάντως τὸν ἄρχοντα ὑβρίσαντι. ἐπεὶ δὲ τῶν εἰς ζημίαν τεινόντων φανερὰ ἡ πλεονεξία τοῦ βλάψαντος, ἐπὶ δὲ τῶν εἰς ὕβριν καὶ βίαν οὔ, παρατίθεται τὰ τοιαῦτα καὶ δείκνυσι πῶς καὶ ἐν τούτοις ἡ διόρ- θωσις κατὰ τὸ ἴσον γίνεται. ἄν τε γὰρ ὁ μὲν πλήξῃ ὁ δὲ πληγῇ καὶ κατὰ ταῦτα ἤ τι τοιοῦτον ἡ ἀδικία γένηται, διῄρηται καὶ ἐπὶ τούτων τὸ τοῦ παθόντος πάθος καὶ τὸ ἔργον τοῦ ποιήσαντος. διῄρηται τὸ πάθος, τοῦ παθόντος δηλονότι, καὶ τὸ ἔργον τοῦ ποιήσαντος εἰς ἄνισα καὶ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔχει. ταύτην δὲ τὴν ἀνισότητα πειρᾶται δεῖξαι ἐξι- σοῦσαν τῇ ζημίᾳ ἣν ἐπιτίθησιν αὐτοῖς τοῦ κέρδους ὃ ἐκέρδανε καὶ ἐπλεο- νέκτησε, τοὺς ἴσους ἀναφέρων ὅσον ὑπερεῖχεν αὐτοῦ τοῦ ὃν ἠδίκησεν. ἰστέον δὲ ὅτι ὡς ἔχει ἡ συνεισφορὰ τῶν χρημάτων τοῦδε πρὸς τὴν τοῦδε, οὕτω καὶ ὁ συνενεγκάμενος πρὸς τὸν συνεισενεγκάμενον ὑπὲρ τῆς πόλεως, καὶ ὡς οἱ κίνδυνοι πρὸς τὸν κίνδυνον τῶν ἐν πολέμῳ στρατηγούντων καὶ ὁ κινδυνεύσας πρὸς τὸν κινδυνεύσαντα, καὶ ἁπλῶς ὡς τὸ εὖ πρὸς τὸ εὖ καὶ ὁ τούτου αἴτιος πρὸς τὸν αἴτιον. ἐπεὶ οὖν τοῦτο ἐν τῇ νεμήσει τῆς τιμῆς ἤ τινος ἄλλου τοιούτου, κατὰ τὸ ἀνάλογον τιμήσονται. κἄν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος, τουτέστιν ἐπεὶ τὸ κέρδος καὶ ἡ ζημία κυρίως ἐπὶ χρημάτων δοκεῖ λέγεσθαι καὶ ὅλως ἐπὶ κτημάτων· ὁ μὲν γὰρ πλέον ἐπὶ τούτοις προσκτησάμενος ἐκέρδανεν, ὁ δὲ ἐπὶ τούτοις ἔλαττον ἔχον ἐζημιώθη. |ἐπεσημήνατο τοῦτο ὅτι κοινῶς καὶ ἁπλῶς τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ τούτων λέγεται, οὐκ ἐπὶ τῆς εἰς χρήματα ὑπεροχῆς ἢ ἐλαττώσεως μόνον ἀλλὰ καὶ ὕβρεως καὶ τῶν τοιούτων· καὶ διὰ τί προστίθησιν ἀλλ’ ὅταν γε μετρηθῇ τὸ πάθος; τὸ γὰρ μετρεῖ- σθαι τὸ πάθος καὶ τιμᾶσθαι τοῦτο καὶ ἡ ζημία καὶ τὸ κέρδος ἐπὶ τούτων λέγεται· τιμηθέντος γὰρ τοῦ γινομένου, ὅσουπερ ἄξιον ἔπαθεν ὁ παθών, τοσοῦτον ζημιοῦται ὁ ποιήσας. δείξας δὲ κοινῶς τὴν κατ’ αὐτὴν ἀδικίαν εἰς κέρδος καὶ ζημίαν διαιρουμένην, συλλογίζεται πάλιν καὶ τὸ ἐν τούτοις δίκαιον ἴσον, ἐν οἷς κέρδος καὶ ζημία μέσον ἐστί. τὸ ἴσον μέσον· ἐπὶ τοῦ πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία ἐν οἷς τὸ ἄδικον, ταῦτα πλέον καὶ ἔλαττόν ἐστι, πλέον μὲν τὸ κέρδος ἔλαττον δὲ ἡ ζημία. δῆλον δὲ ὡς καὶ κέρδους καὶ ζημίας τὸ ἴσον μέσον ἐστί, τουτέστι τὸ δίκαιον. ἐπεὶ δὲ πολλάκις καὶ ὁ τοῦ κακοῦ ἔλαττον λαβὼν ἀδικεῖ τε καὶ κερδαίνει, περὶ τούτων διορίζει μεταξὺ καὶ τοὺς λογισμοὺς καί φησιν ἐναντίως τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν. τὸ δὲ ἔλαττον ἐναντίως, κατὰ τὸ κακοῦ εἶναι καὶ ἀγαθοῦ πλεονεξίαν, ἀγαθοῦ μὲν πλεονεξία κακοῦ δὲ μειονεξία τὸ κέρδος, κακοῦ δὲ πλεονεξία ἀγαθοῦ δὲ μειονεξία ἡ ζημία, ὧν ἦν μέσον τὸ ἴσον, ἐπεὶ ταὐτόν ἐστιν ἐπανορθωτικὸν δίκαιον ἴσον· μεταλαβὼν τὸ δίκαιον ἴσον εἶπε. διὰ δὲ τοῦτο, φησί, τὸ εἶναι τὸ δίκαιον τὸ ἐπανορθωτικὸν μέσον ζημίας καὶ κέρδους, ὅταν ἀμφισβητῶσί τινες πρὸς ἀλλήλους ὡς οὐκ ἔχοντες τὸ ἴσον ἀλλὰ ζημιούμενοι ἐπὶ τὸν δικαστὴν καταφεύγουσι, τουτέστιν ἐπὶ τὸν δίκαιον καὶ ἴσον, ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη. τοῦτο ὥσπερ συμπέρασμα τοῖς εἰρημένοις ἐπήνεγκε. τὸ δ’ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ ἐλάττονος. τὴν ἀριθμητικήν φησι |μεσότητα, ἧς καὶ ἔμπροσθεν ἐμνήσθη· αὕτη δὲ ἐν ἴσῃ ἐστὶν ὑπεροχῇ τοῦ μείζονος καὶ ἐλάττονος· ᾧ γὰρ ὑπερέχει τὸ ἔλαττον, τούτῳ ὑπερέχεται ὑπὸ τοῦ μείζονος, ὡς ἐπὶ τῶν †δέκα· εἰ γὰρ τὰ δέκα ὀλίγα, τὰ δὲ ἕνδεκα πολλά, τὰ ἑπτὰ μέσα. ἐν ἰσότητι γὰρ ἡ ὑπεροχὴ τοῦ τε μείζονος καὶ ἐλάττονος κατὰ τὴν ἀριθμη- τικὴν ἀναλογίαν· ὁ γὰρ μέσος ὅρος ἐπὶ ταύτης ἴσῳ ὑπερέχει τε τὸ ἕτερον ἄκρον καὶ ὑπὸ τοῦ ἑτέρου ὑπερέχεται. ἐπὰν γὰρ β ἴσα. Δείκνυσιν ἡμῖν καὶ ἐπὶ διαγράμματος ὅτι ἡ διαίρεσις αὕτη κτὰ τὴν ἀριθμητικὴν ἀναλογίαν γίνεται. ἔστι δὲ τὸ δεδειγμένον ἐπὶ τῆς τῶν γραμμῶν τιμῆς δεῖξαι καὶ ἐπ’ ἀριθμῶν· τῶν γὰρ γ καὶ τῶν θ μέσος ἐστὶν ὁ ἓξ ἀριθμός· ἐὰν δὴ ὅσοις ὁ ἐννέα τῶν ἓξ ὑπερέχει τοσαῦτα ἀφελόντες ἀπ’ αὐτοῦ προσθῶμεν τοῖς τρισί, ἐγένετο ἰσότης αὐτῶν πρός τε ἀλλήλους καὶ τὸ μέσον. ἔστω ἓξ καὶ ἓξ· ἀπὸ θατέρου τῶν ἓξ ἀφαιρείσθω τυχὸν τρία καὶ προστεθείσθω θατέρῳ [β]· δῆλον ὡς τὸ μὲν ᾧ προσετέθη τὸ θατέρου τῶν ἓξ ἀφαιρεθὲν γενόμενον ἐννέα τοῦ λοιποῦ τοῦ ἑτέρου τῶν ἓξ ὅ ἐστι τριῶν, τὰ θ δυσὶν ὑπερέχει· δυσὶ δὲ δηλονότι τρισὶ καὶ τρισί· τὸ γὰρ θ πλεονεκτοῦν τὰ τρία τῶν ἓξ εἰς δὶς πλεονεκτεῖν ἔοικε τρισίν. οὐκοῦν εἰ τοσαῦτα ἀφελόντες ἀπὸ τῶν θ, ὅσοις πλεονεκτεῖ τὰ ἕξ, προσθῶμεν τοῖς τρισίν, ἓξ ἔσται γινόμενα. ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει. ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡλίκῳ τὸ μέσον τοῦ ἐλάττονος ὑπερέχει, τηλικοῦτον αὐτῷ δεῖ προστεθῆναι, ἵνα ἴσον τὸ μέσον γένηται. τούτῳ μὲν οὖν τηλι- κοῦτον δεῖ προστεθῆναι· τοῦ δὲ μεγίστου πάλιν ἀφαιρεθέντος ὅσῳ τοῦ μέσου ὑπερέχει ἄν γὰρ τοῦ μὲν τηλικοῦτον ἀφαιρεθῇ, τῷ δὲ τηλικοῦτον προστεθῇ), γίνεται ἴσα τὰ τρία. τὸ δὲ δίκαιον καὶ |τὸ ἐπανορθωτικὸν το καὶ τὸ ἴσον τὴν μέσου χώραν ἔχει καὶ κανών ἐστι καὶ μέτρον τοῦ ἰσω- θῆναι τὸν ἠδικημένον τῷ ἀδικήσαντι. Ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τοῦτο. Δείκνυσι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν καὶ τὴν ἰσότητα ταύτην καὶ τὰς ἀντιδόσεις τὰς γινομένας ἔχειν τῶν ἔργων τῶν γινομένων ὑπὸ τῶν τεχνῶν. ὃ δὲ λέγει διὰ τῆς τάξεως ταύτης τοιοῦτον ἄν εἴη· ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ὁ δικαστὴς τὴν ὑπεροχὴν τοῦ πλέον ἔχοντος ἀφελὼν τῷ ἐλαττωμένῳ καὶ παθόντι προστίθησιν (ἥτις ὑπεροχὴ πόση τίς ἐστι, γίνεται φανερὰ ἀπὸ τοῦ μέσου καὶ ἴσου), οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τῶν τεχνιτῶν καὶ τῶν κατ’ αὐτὰς κοινωνιῶν τε καὶ ἀποδόσεων. εἰ γὰρ ἐν τοῖς ἔργοις τοῖς διαφέρουσι μὴ ἦν τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη καὶ μεμετρημένη ὡς γὰρ ἐπὶ τοῦ ποιοῦντος καὶ πλεονεκτοῦντος καὶ τοῦ πάσχοντος καὶ πλεονεκτουμένου), οὐκ ἄν ἠδύνατο κοινωνεῖν ἀλλήλοις. ἢ οὕτως· εἰ μὴ κατ’ ἀξίαν τῶν γινομένων ὑπὸ τῶν τεχνιτῶν κατά τε τὸ μέγεθος καὶ τὴν ποιότητα ἦν ἡ χρεία τῶν δεομένων αὐτῶν, οὓς πάσχοντας διὰ τὴν χρείαν εἶπεν, ἀνῃροῦντο ἄν αἱ τέχναι. οὐ γὰρ ἄν εἰργάζοντο, μὴ μέλλοντές γε τὸ ἴσον ανταπολήψεσθαι. εἰ μὴ οὖν ἐποίει τὸ ποιοῦν, τουτέστιν εἰ μὴ ἡ τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη τε καὶ μεμετρημένη, ὡς ἐπὶ τοῦ πλεονεκτοῦντος καὶ κάσχοντος ὄντος καὶ πλεονεκτουμένου. τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον. τοῦτο ἀσαφῶς εἴρηται, δηλωτικὸν δέ ἐστι τοῦ τὸ δίκαιον κέρδους |καὶ ζημίας παρὰ τὸ ἑκούσιον γινομένων μέσον εἶναι ἐν τῷ ὃ πρότερον μέσον εἶχεν ὅ τε πλεονεκτῶν καὶ ὁ πλεο- νεκτούμενος πρὸ τῆς πλεονεξίας, τοῦτο καὶ ὕστερον αὐτοῖς γίνεσθαι παρὰ τοῦ δικαίου. τὸ ἴσον ἔχειν· εἰ προστεθείη τὸ ὅ, λυθείη ἀν’ ἡ ἀσάφεια, ἵν’ ᾖ οὕτως τὸ ἔχειν ἴσον, ὃ καὶ πρότερον τοῦτο καὶ ὕστερον.’ τὸ δὲ ἔχειν ἀντὶ τοῦ αὐτὸ ἔχειν ἑκάτερον ὃ καὶ πρὸ τῆς πλεονεξίας εἶχον καὶ μετὰ τὴν πλεονεξίαν τοῦ δικαστοῦ ἐπανάγοντος πρὸς τοῦτο. Δοκεῖ δέ τισι τὸ ἀντιπεπονθὸς δίκαιον. Δύο εἴδη διδάξας τῆς δικαιοσύνης τῆς ἐν μέρει ἀρετῆς ἀλλ’ οὐ τῆς κοινῆς τῆς ὡς νομιμότητος λεγομένης τό τε διανεμητικὸν καὶ τὸ διορθω- τικόν, ἑκάτερον ἐν ἀναλογίᾳ ὄν, τὸ μὲν διανεμητικὸν ἐν τῇ γεωμετρικῇ καὶ ἐν τέτρασιν ὅροις. ὁρᾶται γὰρ νεμόμενα δύο, ἐν οἷς ἐνέμοντο δύο, οἷς δὲ ἐγίνετο ἡ νέμησις κατὰ ἀναλογίαν τῶν εἰσενεχθέντων ὑπ’ αὐτῶν· τῷ γὰρ πλείω εἰσφέροντι ἢ ὁπωσοῦν συντελοῦντι πλεῖόν τι εἰς τὸ κοινὸν πλείω ἐν τῇ νομῇ ἔνεμον, τῷ δ’ ἐλάττω ἔλαττον, τὸ δέ γε διορθωτικὸν ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ ἐδείχθη ὂν καὶ ἐν τοῖς τρισὶν ὅροις, τῶν ἄκρων τοῦ πλεονεκτήσαντος καὶ τοῦ πλεονεκτηθέντος ἐξισουμένων πρὸς κανόνα τὸ μέσον· ὅσον γὰρ ὁ πλεονεκτήσας ὑπερέχει τοῦ μέσου τοῦτο ἀφαιροῦντες αὐτοῦ καὶ προστιθέντες τῷ πλεονεκτηθέντι ἴσους αὐτοὺς ἐποιοῦντο· ταῦτα δὴ δείξας νῦν μνημονεύει τοῦ ἀντιπεπονθότος δικαίου καὶ ὃν ὅρον οἱ Πυθα- γόρειοι τοῦ δικαίου ἐποιοῦντο, περὶ οὗ τί ποτέ ἐστιν ἐν τῷ πρώτῳ τῶν Μεγάλων ῾Ηθικῶν σαφέστερον εἶπεν· ἐκεῖνοι γὰρ ᾤοντο δίκαιον εἶναι ἅ τις ἐποίησε ταῦτα ἀντιπαθεῖν. τὸ δὴ τοιοῦτον οὐκ ἔστι πρὸς ἅπαντας· οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον |ταὐτόν· οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστι δίκαιον πληγῆναι ἅπαξ ἀλλὰ πολλάκις. καὶ νῦν δ’ αὐτὸς σαφῶς ἐδήλωσε παραθέμενος τὸ τοῦ Ῥαδαμάνθυος· τὸ μέντοι ἔπος ἐστὶ παρ’ ᾿Ησίοδῳ ἐν τοῖς Μεγάλοις ἔργοις οὕτως ἔχον “εἰ κακά τις σπείραι, κακὰ κέρδεα ἀμήσειεν· εἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη δ’ ἰθεῖα γένοιτο.” αἰτιᾶται δὴ ὁ Ἀριστοτέλης καὶ ἐνταῦθα τῶν Πυθαγορείων τὸ ἁπλῶς εἰπεῖν τὸ ἀντιπεπονθὸς δίκαιον καὶ μὴ διορίσαι μηδὲ προσθεῖναι τὸ κατ’ ἀναλο- γίαν. τὸ γὰρ ἁπλῶς ἀντιπεπονθὸς ὡς ἕκαστον ὃ ἐποίησεν ἀντιπαρέχειν οὐδαμῶς δίκαιον· οὗ σημεῖον τὸ μὴ ἐφαρμόζειν αὐτὸ μήτε τῷ διανεμητικῷ δικαίῳ μήτε τῷ διορθωτικῷ, εἰς ἃ τὸ δίκαιον διῄρηται. οὐδετέρῳ δὲ ἐκείνων λέγοι ἄν αὐτὸς ἐφαρμόζειν, ὅτι ἐκείνων μὲν ἑκάτερον <ἐν> ἀναλογία ἐστί, τὸ μὲν ἐν τῇ γεωμετρικῇ, τὸ δὲ ἐν τῇ τοῦτο δὲ ἐν οὐδετέρα ἐστὶ τῶν ἀναλογιῶν ἀπλῶς λαμβανόμενον. ὅτι μὲν ιδ οὖν οὐκ ἔστι τῷ διανεμητικῷ ταὐτὸν οὐδὲ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γνώριμον ἐν μὲν γὰρ ἐκείνῃ τὸ ἴσον ἐν τῷ κατ’ ἀξίαν) ἀλλ’ οὐδὲ τῷ διορθωτικῷ· τὸ μὲν γὰρ ἐπανορθωτικὸν οὐ τὰ αὐτὰ ἀξιοῖ παρέχειν τοὺς ποιήσαντας ἃ ἐποίησαν ἀλλὰ τιμᾶσθαι τὴν ἀξίαν αὐτῶν εἰς ὅσον διαφέρει τῷ παθόντι καὶ ταύτην δίδοσθαι τοῖς πάθεσιν. ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος ὅταν ἀπλῶς καὶ χωρίς τινος ἀναλογίας λαμβάνηται, δεῖ ἁπλῶς παθεῖν τὸν δράσαντα. τοιοῦτον γὰρ τὸ εἴ κε πάθοι τά κ’ ἔρεξε. τοῦτο δ’ οὐδαμῶς δίκαιον. καὶ αὐτὸς δὲ δείξει τῇ παραθέσει τῶν παραδειγμάτων οἷον εἰ ἀρχὴν ἔχων καὶ τὰ λοιπά. τὰ γὰρ αὐτὰ οὐκ ἴσην ποιεῖ τὴν βλάβην ἄρχοντί τε καὶ ἀρχομένῳ· ὁ γὰρ ἄρχων πλέον τι ἢ κατὰ τὸν πολίτην ἐστί, διὸ οὔτε πλήξας ἀντιπλήσσεται, ὅτι μηδὲ ἀδικεῖν δοκεῖ, καίτοι πέπονθεν ὁ πληγείς μήτε πληγεὶς τοῖς ἴσοις ἀμύνεται· τὸ δὲ ἀπλῶς ἀντι- πεπονθὸς τὸ αὐτὸ ἀντιγίνεσθαι βούλεται. ἔτι οὔτε αἱ ζημίαι οὔτε αἱ πλεο- νεξίαι ἴσαι ἐπί τε τῶν ἀκόντων καὶ τῶν ἑκόντων πλημμελησάντων, ὃ ἐν μὲν τῷ διορθωτικῷ δικαίῳ ἐξετάζεται ἐν τῇ ἐξετάσει τοῦ μέρους τῆς ζημίας· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος οὐδὲν τοιοῦτον ἐξετάζεται. Ἀλλ᾿ ἐν μὲν ταῖς κοτνωνίαις. Διὰ τούτων νῦν δείκνυσι καὶ πρὸς τίνα ἐστὶ χρήσιμον καὶ πῶς γινόμενον τὸ ἀντιπεπονθὸς δίκαιον ἔσται. εἰ γὰρ μὴ ἀπλῶς πρὸς τὸ πάθος γίνεται ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα, δῆλον ὡς χρή- σιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς· διαβαλὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον λεγόμενον ὅτι μή ἐστι δίκαιον ἁπλῶς γινόμενον, νῦν πειρᾶται δεικνύναι πρὸς τίνα χρήσιμόν ἐστι καὶ πῶς γινόμενον εἴη ἂν δίκαιον. ἄν γὰρ μὴ ἀπλῶς γίνηται, ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα, ἀλλὰ μὴ ἀπλῶς κατὰ τὸ πάθος, χρήσιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς, ἐν ᾧ καὶ τὸ τὰς πόλεις σώζεσθαί τε καὶ συμμένειν ἐστί· σύμφωνα δὲ ταῦτα τοῖς πρὸ ὀλίγου εἰρημένοις, ὅτε εἶπεν “ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἀνῃροῦντο γὰρ ἄν”. καὶ γὰρ καὶ νῦν διὰ τούτου δείκνυσι τοῦτο προσθεὶς τὸ τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον συμμένει ἡ πόλις. ἀντιδιδομένων γὰρ τοῖς κακῶς ποιοῦσι τῶν κακῶν καὶ τοῖς καλῶς τῶν καλῶν οὐ δουλεία ἡ πολιτεία εὑρίσκεται ἀλλ’ ἐλευθερία τε καὶ δημοκρατία. γινόμενον οὗν παρὰ τῶν νόμων τὸ κατὰ ἀναλογίαν τε καὶ ὡρισμένον συντηρεῖν παρέχει τὰς πόλεις καὶ οὐκ ἐκπολεμοῦσθαι οὐδ’ ἀνατρέπειν τὴν πολιτείαν τε καὶ κοινωνίαν. ὅτι δὲ καὶ τοῖς εὖ πεποιηκόσι δᾶ ἀντιδιδόναι, σημεῖόν φησι καὶ τὸ ἱδρῦσθαι ἐν ταῖς πόλεσιν ἐμπεδὼν καὶ ἐν μέσῳ Χαρίτων ἱερόν, ὡς δεῖ πάντως τὸν εὖ παθόντα ἀνθυπηρε|τῆσαι τοῦ προκατάρξαντος καὶ αὐτὸν πάλιν ἄρξασθαι χαριζόμενον. διὰ τοῦτο καὶ ἡ μέση τῶν Χαρίτων ἔμπαλιν ἔστραπται καὶ δεξιοῦται τὴν ἑτέραν, τῷ μὲν ἐπεστράφθαι τὸ πρὸς τὸν εὖ πεποιηκότα ὑπηρετικόν, τῷ δεξιοῦσθαι δὲ τὸ πάλιν ἀρχὴν αὐτὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν ἐνδεικνυμένη. εἰπὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον γινόμενον κατὰ ἀναλογίαν σωστικὸν εἶν. αι τῆς πολιτικῆς κοινωνίας (οὐ γὰρ ἄγοιτο ἂν τῷ νεμητικῷ δικαίῳ κατὰ γινόμενον), ἑξῆς πῶς γίνεται δείκνυσι καὶ τίς ἡ κατὰ διάμετρον ἐν τῷ διαγράμματι σύζευξις καὶ πῶς οἱ τεχνῖται ἀλλασσόμενοι τὰ ἔργα αὐτῶν τὸ ἴσον καὶ τὸ δίκαιον ἂν ἔχοιεν. ἁπλῶς μὲν οὖν τῆς ἀμείψεως γινομένης οὐκ ἔσται τὸ συνάλλαγμα ἴσον οὐδὲ συσταίη ἄν οὕτως ἡ πόλις· εἰ δὲ ἀνάλογον γένοιτο, τότε καὶ ἴση εἴη. οὐ γὰρ ἴση ἡ οἰκία καὶ τὸ ὑπόδημα. διὰ τοῦτο δεῖ τὸ ἀνάλογον παραλαμβάνειν ἐν τούτοις. καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων. τὸ καὶ οὐκ ἴσων προσέθηκε τῇ τιμῇ ἴσον τὸ μὴ ταὐτὸν λέγων. διότι διαφέρουσι κατὰ τὰ ἔργα ἀλλήλων καὶ οἱ τεχνῖται. οὔτε γὰρ πόλις οὔτε ἄλλη τις κοινωνία γίνεται πάντων ταὐτὰ ἐργαζομένων. ἕκαστος γὰρ ἂν οὕτως ἔχοι τὰ ἑαυτοῦ καὶ ἕν τι πάντες ἔσονται, ἡ δὲ χρεία πλειόνων· διὰ τοῦτο δεῖ διάφορα εἶναι τὰ γινόμενα ὑπὸ τῶν κοινω- νούντων ἀλλήλοις. ἡ γὰρ χρησίμων καὶ λειπόντων ἑκάστῳ λῆψίς τε καὶ δύσις κοινωνίας αἰτία· ἐπεὶ δὲ μηδὲ οἷός τέ ἐστιν ἕκαστος πάντα ἐργάζεσθαι αὐτὸς ὧν ἐστιν ἐν χρείᾳ, τὰ δὴ διαφέροντα ταῦτα δεῖ πρῶτον ἰσωθῆναι ἀλλήλοις εἶθ’ οὕτως αὐτὰ ἀμείβεσθαί τε καὶ ἀλλάσσεσθαι τοὺς κοινωνούς· οὕτω γὰρ ἄν τὸ ἴσον ἔχοιεν. p. 1133a 19 Διὸ πάντα συμβλητά πὼς δεῖ εἶναι. Συμβλητόν φησι τὸ ἕτερον ἑτέρου ἀλλασσόμενον· καὶ γὰρ τοιαῦτα καὶ τὰ ἀντεκβαλλόμενα τῆς ὕλης ἀλλήλοις. ἄν δὲ ἀσύμβλητον ᾖ, οὐχ οἷόν τε ἰσότητος μετέχειν οἷον γραμμὴ καὶ χρῶμα. p. 1133a31 Ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ. Τουτέστι τότε ἔσται ἀντιπε|πονθὸς τοῦτο δίκαιον, ὅταν ἰσασθῇ πρῶτον ταῦτα ἃ ἀντιπεπόνθασιν ἀλλήλοις κατὰ τὴν εἰρημένην ἀναλογίαν, ὡς γενέσθαι γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου πρὸς τὸ ἔργον τοῦ γεωργοῦ· εἰ ἴσοι ἐκεῖνοι, ἴσου ἄξια καὶ ταῦτα δεῖ εἶναι· εἰ ἐκείνων ὁ ἕτερος ὑπερέχει τοῦ ἑτέρου, δεῖ καὶ τὸ ἔργον ὃ λήψεται ὁ ὑπερέχων ἐν τῇ κοινωνίᾳ ὑπερέχειν τοῦ ἔργου ὃ λήψεται ὁ ὑπερε- χόμενος, καὶ τοσούτῳ ὅσῳ κἀκείνων ὁ τεχνίτης τοῦ τεχνίτου. καὶ ἔσται ἡ κατὰ τὸ ἀντιπεπονθὸς δίκαιον ἀναλογίᾳ, εἰ οὕτως γίνοιτο ἐν τέτταρσιν ὅροις καὶ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἥτις ἦν κατὰ τὸ νεμητκὸν δίκαιον· δείξει μέντοι ὕστερον καὶ ἐν τρισὶν ὅροις γινομένην αὐτήν πὼς καὶ τῇ ἀριθμητικῇ ἀναλογίᾳ κατά τι ἐναγομένην. καὶ εἴη ἂν ἡ μὲν ἀντίδοσις κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γινομένη, ἡ δὲ εὕρεσις τῆς ἀναλογίας τε καὶ ἰσότητος τῶν ἐν τῇ ἀντιδόσει γινομένη διὰ τῆς ἀριθμητικῆς καὶ ἐκείνῃ προσχρωμένη. εἰς σχῆμα δὲ ἀναλογίας· αὕτη ἡ λέξις εἴρηται μὲν ἀσαφῶς, τὸ δὲ λεγόμενον διὰ τῆς λέξεως τοιοῦτον ἄν εἴη· τὴν ἀναλογίαν δεῖ ποιεῖν τῶν τε ἀλλασσομένων τεχνιτῶν καὶ τῶν ἃ ἀλλάσσονται πρὸ τοῦ κατὰ τὸν ὑφηγημένον τρόπον· οὕτω γὰρ γινομένης τῆς ἀναἀλλάξασθαι λογίας ἡ ἀντίδοσις καὶ ἡ ἀναλογία ἀλλαγὴ ἴση τε καὶ δικαία ἔσται καὶ εἰς τὸ σχῆμα τῆς ἀναλογίας ἀναχθήσεται· ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον οὕτω καὶ ὁ σκυτοτόμος πρὸς τὸν γεωργὸν μετὰ τῶν ὑποδη- μάτων ἕξει, καὶ ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτω καὶ ὁ σκυ- τοτόμος μετὰ τῆς οἰκίας. καὶ γὰρ προεῖπεν ἔσται δὴ ἀντιπεπονθὸς δίκαιον ὅταν ἰσασθῇ· καὶ πῶς ἰσασθῇ προσέθηκεν εἰπὼν ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τοῦ γεωργοῦ πρὸς τὸ τοῦ σκυτοτόμου· εἰ μή, ἀμφοτέρας |ἕξει τὰς ὑπεροχάς. τῆς ὑπερο χῆς ἡ μέν ἐστι καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν· γεωργὸς γὰρ καὶ ὑπόδημα καὶ τὴν ὑπεροχὴν ἕξει διότι γεωργός καὶ τὴν ἔλλειψιν διὰ τὰ ὑποδήματα· πάλιν σκυτοτόμος μετὰ τῆς τροφῆς ὁμοίως ἄμφω ἕξει, διὰ μὲν τὴν τροφὴν τὴν ὑπερβολὴν ὑπερεῖχεν ὅ τε γεωργὸς καὶ τὸ ἔργον αὐτοῦ τὸν σκυτοτόμον καὶ τὸ ἔργον αὐτοῦ, διὰ δὲ τὸ σκυτοτόμον εἶναι τὴν ἔλλειψιν. ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· τοῦτο ἴσον ἄν εἴη τῷ εἰ γὰρ πρὸ τοῦ ἀλλάξασθαι μὴ ἀνάλογα γένοιτο αὐτῶν τὰ ἔργα ἁπλῶς ἀλλαξαμένων, ἀμφοτέρας ἕξει τὰς ὑπερβολὰς τὸ ἕτερον τῶν ἄκρων. οὔσης γὰρ ὑπεροχῆς τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν, ἄν ἀμείψωνται ὁ γεωργὸς καὶ ὁ σκυτοτόμος τὰ οἰκεῖα ἔργα πρὸ τοῦ ἐν ἀναλογίᾳ ληφθῆωαι, τὸ ἕτερον τῶν συγκρινομένων γεωργὸς σκυτοτόμος ὑποδήματα τροφὴ πρὸς ἄλληλα ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· ὁ γὰρ γεωργὸς μετὰ τῶν ὑποδημάτων καὶ κατὰ τὴν ὑπερβολὴν ὑπεροχὴν ἕξει. ὑπερεῖχε γὰρ ὁ γεωργὸς τοῦ σκυτοτόμου καὶ κατὰ τὴν ἔλλειψιν· ὑπερείχετο γὰρ διὰ τὰ ὑποδήματα ὑπὸ τῆς τροφῆς· ἔμπαλιν δὲ καὶ τὸ ἕτερον ἄκρον καὶ τὸ αὐτὸ ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς, τήν τε κατὰ τὴν ἔλλειψιν, ἐλάττων γὰρ ὁ σκυτοτόμος τοῦ γεωργοῦ) τήν τε κατὰ τὴν ὑπεροχήν ὑπερέχει γὰρ ἡ οἰκεία τροφὴ τῶν ὑποδημάτων). οὔσης δὲ τοιαύτης ἀνισότητος ἐν τῇ οὕτως γινομένῃ ἀναλογίᾳ, ἥτις ἦν ἐν τῷ ἀντιπεπονθότι δικαίῳ, εἰ ἁπλῶς γίνοιτο, οὔτ’ ἄν δικαίως καὶ κατ’ ἰσότητα γίνοιτο, μάταιόν τε καὶ ἀδύνανον τὸ εἰς σχῆμα ἄγειν ἀναλογίας πειρᾶσθαι τοὺς ἁπλῶς ἀλλασσομένους τὰ ἴδια ἔργα καὶ μὴ κτὰ τὴν προειρημένην ἀναλογίαν πρῶτον αὐτῶν διαιλέξις ρεθέντων καὶ ἰσασθέντων. οὐ γὰρ δύναται εἶναι ὡς γεωργὸς πρὸς σκυτοτομον ουτω γεωργὸς μετὰ τῶν ὑποδημάτων πρὸς σκυτοτόμον οὐδὲ σκυτο- τόμος μετὰ τροφῆς πρὸς γεωργὸν διὰ τὴν τῶν ἀλλασσομένων ἀνισότητα. Γεωργὸς ἁ, τροφὴ γ. ‘Υπογράφει πάλιν τὸ διάγραμμα ἐπὶ στοιχείων, οὗ καὶ πρότερον ἐμνημόνευσε λέγων περὶ τῆς κατὰ διάμετρον συζεύξεως, καθ’ ἣν ἡ ἀντα- πόδοσις τοῖς κοινωνοῖς γίνεται, προειπὼν ὅτι δεῖ καὶ συμβλητά πὼς εἶναι τὰ ἀλλασσόμενα καὶ ἔχειν τι κοινὸν μέτρον, καὶ τοῦτο τὸ μέτρον αὐτῶν καθ’ ὃ συμβλητὰ γίνονται, εἰπὼν κυρίως μὲν τὴν χρείαν εἶναι, ἐπεὶ δὲ οὐκ ἀεὶ τῶν ἔργων ἀλλήλων χρείαν ἔχουσι, τὸ νόμισμά φησιν εὑρῆσθαι τῆς χρείας ἐνέχυρον, οὗ τῇ ποσότητι μετρεῖται ἡ χρεία τῶν ἐν τῇ ἀλλαγῇ. περὶ τούτων γὰρ ἐπέξεισι καὶ δείκνυσι ὅτι οὕτως ἔχει καὶ ὅτι ἥ τε χρεία συνέχει τὴν κατὰ τὴν χρείαν ἀλλαγὴν ἢ ὡς ἔνια παραμετρεῖται ἐκεῖνα, δείκνυσιν ἐκ τοῦ ὅταν μὴ δέηται ἅτερος θατέρου μηκέτ’ αὐτοὺς ἀλλάσσεσθαι· οὐδεὶς γὰρ τὰ αὑτοῦ δίδωσιν ὑπὲρ τοῦ λαβεῖν τι μὴ χρήσιμον. τότε γὰρ ἀλλάττονται ὅταν ὁ ἕτερος αὐτῶν δέηται τούτου οὗ ὁ ἕτερος αὐτῶν ἔχει, οἷον εἰ ὁ μὲν οἴνου δέοιτο ὁ δὲ σίτου, εἴη δὲ ὁ μέν τις αὐτῶν ἐξουσίαν οἴνου ἔχων ὁ δὲ σίτου· καὶ αἱ πόλεις δὲ οὕτω τὰς ἀλλαγὰς ποιοῦνται τῶν παρ’ αὐτοῖς γινομένων ἐξαγωγὴν διδοῦσαι ὑπὲρ τοῦ ἀντεισάγεσθαι αὐταῖς τὰ γινόμενα παρ’ ἀλλήλων. τὴν χρείαν οὖν δεῖ ἴσην εἶναι τῶν ἐν τῇ ἀλλαγῇ τοῖς ἀλλαξαμένοις, εἰ μέλλοιεν ἴσοι εἶναι οἱ ἀλλαξάμενοι, ὁποῖοι ἦσαν καὶ πρὸ τῆς ἀλλαγῆς ἐπεὶ δὲ μὴ ἅμα πάντες χρείαν ἔχουσι τῶν ἀλλήλων ἔργων, ἀλλ’ ὁ μὲν νῦν ὁ δὲ ὕστερον χρείαν ἔχει, περὶ τοῦ τότε λαβεῖν, ὅταν δεηθῇ παρὰ τούτου τὸ ἐκείνου ἔργον ᾧ δίδωσι τὸ διιὸν, τὸ νόμισμα ὥσπερ ἐγγυητὴς καὶ ἐνέχυρον γίνεται τῆς μελλούσης ἀλλαγῆς ἀναδεχόμενον ὥσπερ πάλιν τοῦ εἰ χρεία γένηται ἐκείνου τοῦ ἔργου δι’ αὐτοῦ πάντως παρασχεθήσεσθαι αὐτῷ. τούτῳ γὰρ τὰς χρείας τῶν ἀλλασ- σομένων μετροῦσι διδόντες τὰ ἔργα τότε λαμβάνοντες, ἢ διδόντες πάλιν ὅταν ἐν χρείᾳ γένωνται τοῦ ἀλλοτρίου ἔργου, λήψονται αὐτὸ καὶ ἔστι πρὸς τὴν κοινωνίαν καὶ τὴν τῶν ἔργων ἀλλαγὴν χρήσιμον καὶ τὴν ἰσότητα τῆς χρείας. παρέχει μὲν οὖν καὶ τὸ νόμισμα τοῦτο ὅπερ καὶ ἡ χρεία· ὡς γὰρ ἐπ’ ἐκείνης οὐκ ἀεὶ ὁμοίως δεόμεθα καὶ ἐν χρείᾳ ἐσμὲν τῶν ἀλλοτρίων ἔργων, οὕτως οὐδὲ τὸ αὐτὸ νόμισμα ἀεὶ ἴσον δύναται ἀ. λλὰ μεταπίπτει καὶ τὸ πρότερον πλείω δυνάμενον ὕστερον ἢ ἔλαττον ἢ οὐδὲν ἰσχύει οὕτως συνθεμένων. καὶ γίνεται τούτου κατὰ τοῦτο ζημία τῶν ἀπο- διδομένων τὸ ἴδιον ἔργον νομίσματι. μεταπεσόντος γὰρ αὐτοῦ οὐκέθ’ οἷός τέ ἐστιν αὐτῷ χρῆσθαι πρὸς ὠνὴν τοῦ ἔργου, †ὅτε ἐπίπρασκε τοῦ αὐτοῦ ἀντάξιον ἐλάμβανε νόμισμα. πλὴν τοῦτό γε μᾶλλον διαμένει. καὶ δεῖ μέτρῳ αὐτῷ χρῆσθαι τῶν ἀλλασσομένων καὶ πάντων προέχειν αὐτὸ καὶ τιμᾶσθαι. οὕτω γὰρ ἀλλαγή τε καὶ ὠνὴ καὶ πρᾶσις ἔσται ἡ ἰσοῦσα καὶ ἡ κοινωνία ἄν διαμένοι, ἐν ᾗ ταῖς πόλεσι τὸ εἶναι. τὸ δὴ νόμισμα ὥσπερ μέτρον γίνεται συμμετρίας· καὶ γὰρ σύμμετρά ἐστι τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. γίνεται δὴ τὰ ἐν ταῖς ἀλλαγαῖς σύμμετρα τῷ ὑπὸ τοῦ νομίσματος μετρεῖσθαι· μέσον γὰρ τοῦτο γινόμενον ὥσπερ ὁ δικαστὴς ἐν τῷ ἐπανορθωτικῷ δικαίῳ ἑκατέρας ἀμετρίας ἀφαιρεῖταί τε καὶ κολάζει. οὔτε γὰρ ἄν μὴ οὔσης ἀλλαγῆς. Εἰ γὰρ ἡ συμμετρία ὑπὸ τοῦ νομίσματος γίνεται, δῆλον ὅτι ἀναιρεθέντος τούτου ἀναιρεῖται συμμετρία, ταύτης ἀναιρεθείσης ἰσότης ἀναιρεῖται, ἰσότητος μὴ οὔσης οὐδὲ κοινωνίαν [τε] οἷόν τε εἶναι, ὥστε οὐδὲ πόλιν. τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον· οὐ κυρίως φησὶ ταῦτα σύμμετρα. τὰ γὰρ σύμμετρα κοινῷ μορίῳ καταμετρεῖται, τὸ δὲ νόμισμα οὐδὲν τῶν ἐν ταῖς ἀλλαγαῖς ἔχει κοινὸν μόριον, τῆς δὲ κατὰ τὴν χρείαν αὐτῶν |συμμετρίας τὸ νόμισμα γίνεται μετρητικόν. ἓν δεῖ δή τι εἶναι. εἰ δεῖ, φησί, σύμμετρα εἶναι τὰ ἐν ταῖς ἀλλαγαῖς, δεῖ ἕν τι εἶναι τὸ μετροῦν αὐτά, τοῦτο δὲ δεῖ μὴ μόριόν τι εἶναι τῶν μετρουμένων. τοῦτο δ’ ἑ ξ ὑποθέσεως καὶ κατὰ συνθήκην μέτρον λαμβάνεται, διὸ τὸ κατὰ συνθήκην μέτρον νόμισμα καλεῖται· τούτῳ γὰρ καταμετρεῖται τὰ ὤνια, διὸ νόμισμα καλεῖται. πῶς τὸ νόμισμα μεσότης καὶ πῶς τοῦτο †ἐν αὐτοῖς μεσότητος εὑρίσκει μέσον λαμβανόμενον αὐτῶν, δείκνυσι διὰ τούτων. λαμβάνει γὰρ οἰκίαν μὲν ὅ ἐστιν ἔργον οἰκοδόμου ἐπὶ τοῦ ᾱ, δέκα μνᾶς νομίσματα ἐπὶ τοῦ β, κλίνην δὲ ἐπὶ τοῦ γ. καὶ ἐπεὶ πάντα τετίμηται τῷ νομίσματι, ἡ οἰκία ἔστω πέντε μνῶν, ὅ ἐστιν ἥμισυ τοῦ β. τουτέστι δέκα μνῶν, ἡ δὲ κλίνη ἔστω μνᾶς μιᾶς ἀξία· τῷ δὴ νομίσματι γνωρίζομεν, πόσαι κλῖναι ἀντάξιοί εἰσι καὶ ἴσοι εἰσὶν οἰκίᾳ. ἐὰν μὲν γὰρ ἡ οἰκία πέντε μνῶν, πέντε κλῖναι ἔσονται ἴσαι οἰκίᾳ· εἰ δὲ δέκα μνῶν εἴη, δέκα κλῖναι ἴσαι ἔσονται οἰκίᾳ. ἐνδεέστερον δὲ δοκεῖ ἡ λύσις ἔχειν, λείπει γὰρ τῷ ἡ δὲ κλίνη τὸ μιᾶς, ἐπειδὴ ἡ κλίνη μιᾶς γίνεται, τὸ γ τοῦ β δέκατον μέρος. οὕτω δὲ καὶ ἐγένοντο πρότερον αἱ ἀλλαγαὶ πρὸ τῆς τοῦ νομίσματος χρήσεως. οὐδὲν δὲ διαφέρει οἰκίαν λαμβάνοντας ἢ πέντε κλίνας δοῦναι ἢ πέντε μνᾶς, εἰ εἴη ἡ οἰκία πέντε μνῶν τετιμημένη. διωρισμένων δὴ τούτων εἴρηκε περὶ τοῦ ὅτι τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος· τῆς γὰρ πλεονεξίας καὶ τῆς μειονεξίας μέσον τὸ δίκαιον, καὶ τὸ δίκαιον δεῖ πράττειν καὶ τὸ δικαιοπραγεῖν εἴη ἄν μεταξὺ τοῦ πλεονεκτεῖν καὶ τοῦ πλεονεκτεῖσθαι· ἡ δικαιοπραγία ἄρα μέση πλεονεξίας καὶ μειονεξίας. δείξας δὲ καὶ τὸ δίκαιον πῶς μέσον τῆ τοῦ ἐπανορθωτικοῦ παραθέσει εὐλόγως |ἐπιφέρει, ὅτι ἡ δικαιοσύνη μεσότης εἴη οὐ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ἀρεταῖς. αἱ μὲν γὰρ δύο κακιῶν τῆς τε κατὰ τὴν ὑπερβολὴν καὶ τῆς κατὰ τὴν ἔνδειαν ἦσαν μέσαι, τοῦ μέσου οὖσαι πρακτικαί τε καὶ προαιρετικαί, οὗ καὶ ἐκείνων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἡ δὲ κατὰ τὴν ἔνδειαν ἦν, ἡ δὲ δικαιοσύνη οὐκέτι δύο κακιῶν ἐστι μέση· μία γὰρ αὐτῇ ἐστι κακία ἐναντία, ἡ ἀδικία, καὶ ἔστι μεσότης τούτου· ἐν οἷς γάρ ἐστιν ἡ ἀδικία, τὸ μέσον αἱρεῖται· ἔστι γὰρ ἡ ἀδικία τῷ πλείονι καὶ τῷ ἐλάττονι· ἐν γὰρ ἀδικοῦντι καὶ ἀδι- κουμένῳ ἡ ἀδικία· ὧν ὁ μὲν ἀδικῶν πλέον ἔχει, ὁ δὲ ἀδικούμενος ἔλαττον, μέσον δὲ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος τὸ ἴσον· οὗ ἡ δικαιοσύνη οὖσα πρακτικὴ κατὰ τοῦτο καὶ μεσότης ἐστίν. οὐ τὸν αὐτὸν δὲ τρόπον. οὐ γὰρ δύο κακιῶν ἐστι μεταξύ· μία γὰρ ἡ ταύτῃ ἐναντία, ἡ ἀδικία, ἣ ἐν ἀδικοῦντι καὶ ἐν ἀδικουμένῳ θεωρεῖται, ἐν τῷ πλείονι καὶ ἐλάττονι τὸ εἶναι ἔχουσα. ἀλλ’ ὅτι μέσου ἐστί. τοῦ γὰρ ἴσου τοὐ ὅ ἐστι μέσον τοῦ πλείονος καὶ ἐλάττονος. οὗ μέσου, λέγω δὴ τοῦ ἴσου. ἐπεί ἐστιν ἡ δικαιοσύνη πρακτική, κατὰ τοῦτό ἐστι μεσότης· οὐ γὰρ ᾗ δορυφορεῖται ὑπὸ κακῶν. καὶ ἡ μὲν δικαιοσύνη καθ’ ἣν ὁ δίκαιος λέγεται πρακτικός. τὸ κατὰ προαίρεσιν εὐλόγως προσέθηκε τούτῳ γὰρ μάλιστα ἀναφαίνεται χαρακτηρίζων τὸ τῇ προαιρέσει καὶ κατὰ ἀρειήν τι ἐνεργεῖν. τότε γὰρ λέγεται τὸ κατ’ ἀρετήν, ὅταν μετὰ προαιρέσεως τὰ κατ’ ἀρετὴν πράττῃ. ὑπογράφει δὲ δι’ ὧν λέγει καὶ τὸν τῆς δικαιοσύνης ὅρον· ἕξιν γὰρ αὐτὴν λέγει καθ’ ἣν πρακτικοὶ κατὰ προαίρεσιν γίνονται τῶν ἐν ταῖς κοινωνίαις ἴσων. τὸ γὰρ τοῦ δικαίου ἴσον τῷ τοῦ ἴσου. τί δέ ἐστι τὸ ἴσον τὸ ἐν κοινωνίᾳ, δι’ ὧν προστίθησι δηλοῖ. λέγει γὰρ καὶ διανεμητικὸν καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρω |πρὸς ἕτερον καὶ τὰ λοιπά. διὰ γὰρ τούτων μνημονεύει μὲν φανερῶς τοῦ ἐν ταῖς νομαῖς ἴσου. ἐνδεικνύοιτο δ’ ἂν καὶ περὶ τοῦ ἐν ταῖς ἐπανορθώσεσιν, ἅμα δὲ καί πὼς τίνων καὶ διὰ τί ἡ δικαιοσύνη μεσότης ἐστὶ φανερὸν ποιεῖται. καὶ εἴη ἄν ἡ δικαιοσύνη συνελόντα εἰπεῖν ἕξις ἀφ’ ἧς πρακτικοὶ καὶ προαιρετικοὶ γί- νονται τοῦ ἐν ταῖς διανομαῖς καὶ ταῖς ἐπανορθώσεσιν ἴσου. ἡ δὲ ἀδικία τοὐναντίον τοῦ ἀδίκου· ἐλλείπει τὸ πρακτική τε καὶ προαιρετικὴ τοῦ ἁπλῶς ὠφελίμου, δηλονότι τοῦ πλείονος καὶ ἐλάττονος. ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως. Εἰπὼν τὴν ἀδικίαν ἕξιν εἶναι ἐναντίαν τῇ δικαιοσύνῃ τοῦ γὰρ ἀνίσου τοῦ ἐν ταῖς κοινωνίαις ὅ ἐστι πλέον τε καὶ ἔλαττον τοῦ ὠφελίμου. †γὰρ ἔλαβε τοῦ παρὰ τὸ ἀνάλογον), προαιρετικήν τε αὐτὴν καὶ πρακτικὴν εἶναι καὶ τὸν ἄδικον ὁμοίως φησὶ τὸν ἐφ’ ἑαυτοῦ μὲν οὕτως ποιοῦντα ὡς τῶν ἀγαθῶν τὰ πλείω νέμειν ἑαυτῷ, τῶν δὲ κακῶν τὰ ἐλάττω. ἐπὶ τῶν ἄλλων φησί, λέγει δὲ τῶν παρ’ ἑαυτῷ, οἵ καὶ κοινωνοὶ αὐτῷ· τὸ μὲν ὅλον ὁμοίως ἀντὶ τοῦ ἀνίσως· οὐ γὰρ ὡρισμένως, ὥσπερ ἐφ’ ἑαυτῷ τῶν ἀγαθῶν τὸ πλεῖον ἐκείνοις, τῶν δὲ κακῶν τὸ ἔλαττον, ἀλλ’ ἀνίσως, ὡς εἴρηται. ὅλον δὲ τὸ διανεμόμενόν φησιν ἀγαθὸν καὶ κακὸν καὶ τοῦτο δὲ ὡς πολλάκις εἴρηκεν ἀνίσως καὶ ὁποτέρως ἔτυχε, τοῖς μὲν τῶν κακῶν τὰ πλείω, τῶν ἀγαθῶν δὲ τὰ ἐλάττω, τοῖς δὲ τὸ ἀνάπαλιν, καὶ οὐκ ἀφω- ρισμένως ὥσπερ ἐφ’ ἑαυτοῦ, ὡς ἤδη λέλεκται ὡς εἶναι τοῦ ἀδίκου τὴν ἀνισότητα, ἣν καὶ παρὰ τὸ ἀνάλογον ἐκάλεσε, τυχηράν τε καὶ ἀστάθμητον καὶ κυριώτερον εἰπεῖν ἄλογον τὸ παρὰ τὸ ἀνάλογον, ὅτι καὶ ἡ ἀνισότης τοῦ ἀδίκου οὐκ ἀφωρισμένως ὡς ἐφ’ ἑαυτοῦ ἀλλ’ ὡς ἄν τύχοι. τοῦ γὰρ ἀδίκη μάτος τὸ μὲν ἔλαττον. ὑπομιμνήσκει διὰ τούτων, ὅτι ἀνωτέρω |ὑπερβολὴν εἶπε καὶ ἔλλειψιν τί ταῦτα εἰσί. περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας. εἴρηκε γὰρ ὅτι τὰς ἕξεις ἐκείνας ἔχοντες τοιοῦτοι· τὸ δὲ καθόλου προσέθηκεν, ὅτι μὴ ἐπεξῆλθε τὰ καθέκαστα καὶ ὅτι ἐν τοῖς τῶν πρακτῶν λόγοις τὸ μὲν καθόλου ὁποῖόν τι δεῖ εἶναι ὑπογράφειν οἷόν τε, οὐκέτι μέντοι ἐπεξιόντα τὰ καθέκαστα οἷόν τε ὁρίσαι, μέχρι πόσου ἕκαστον αὐτῶν γινόμενον πλεῖον ἢ ἔλαττόν ἐστιν. οἱ γὰρ περὶ πρακτικῶν λόγοι οὐ δέχονται τὴν τοιαύτην ἀκριβολογίαν τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν. ἐπεὶ δὲ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι. ἀσαφῶς καὶ ὑπομνηματικῶς μέμνηται τοῦ προβλήματος· πλὴν τὸ λεγόμενον σαφές· οὐ γὰρ τὴν πρᾶξιν ἀποσκοποῦντες τὰ πράγματα κρίνομεν ἀλλὰ τὸ οὗ ἕνεκα. ἐπεὶ δὲ μηδὲ κλέπτης ὁ τοῦ μαινομένου κλέψας τὸ ξίφος, σωτὴρ δέ, οὐδὲ μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας ἀλλὰ φιλόπλουτος, καὶ ὁ παρ’ Ὁμήρῳ Φοῖνιξ πεισθεὶς τῇ μητρὶ ἐμίχθη τῇ τοῦ πατρὸς παλλακίδι, ‘ἵν’ ἐχθήρειε γέροντα᾿ οὕτως καὶ Ἀβεσαλώμ. Δεῖ δὲ μὴ λανθάνειν. Εἰπὼν περὶ τοῦ δικαίου καὶ διελὼν αὐτὸ καὶ δείξας τὸ μὲν νεμητικὸν αὐτοῦ τὸ δὲ ἐπανορθωτικόν, ἐπεὶ πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ τὸ δίκαιον, περὶ ποίας δικαιοσύνης καὶ περὶ ποίου δικαίου τὸν λόγον πε- ποίηται, λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ περὶ οὗ καὶ ἡ ζήτησις. ἐπεὶ καὶ τὸ ἀπλῶς καὶ κυρίως δίκαιον τοῦτό ἐστιν ὃ ὁρίζομεν κατὰ κοινωνίαν αὐτὸ εἶναι βίου πρὸς τὸ εἶναι αὐτάρκειαν ἐλευθέρων καὶ ἴσων ἢ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμόν· κατ’ ἀναλογίαν μὲν ἴσων τῶν νεμομένων, κατ’ ἀριθμὸν δὲ τῶν ἐπανορθουμένων· τοιοῦτον δὲ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γάρ ἐστι καὶ σωστικὸν τῶν κατὰ κοινωνίαν ἐλευθέρων καἰ ἴσων ἢ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν γινόμενον πρὸς αὐτάρκειαν βίου. κατὰ ἀναλογίαν μὲν οὕτως ὡς προείρηται ἐπὶ τοῦ νεμητικοῦ δικαίου, ὃ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν ἔδειξε γινόμενον, ᾗ καὶ κυρίως ἀνάλογον καλεῖται, τὸ δὲ κατ’ ἀριθμὸν ἐπὶ τοῦ ἐπανορθωτικοῦ· τὸ γὰρ κατ’ ἰσόγητα τὴν κατ’ ἀριθμὸν κτὰ τὴν ἀριθμητικὴν ἀναλογίαν φησί· διὰ δὲ τούτων διὰ βραχέων διαίρεσιν τῶν πολιτειῶν ἐποιήσατο. κατὰ μὲν γὰρ ἀριθμὸν ἴσοι οἱ κοινωνοὶ ἐν δημοκρατίᾳ πάντες γὰρ οἱ ἐν τῇ τοιαύτῃ πο- λιτείᾳ ἴσους ἑαυτοὺς ὑπολαμβάνουσι), κατ’ ἀναλογίαν δὲ ἴσοι οἱ ἐν ταῖς ὀλιγαρχίαις καὶ οἱ ἐν ταῖς ἀριστοκρατικαῖς πολιτείαις. ὡς εἶναι τὸ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν μὴ περὶ τοῦ δικαίου λεγόμενον ἀλλὰ περὶ τῶν κοινωνῶν. καὶ τὸ πολιτικὸν δίκαιον, τουτέστι περὶ οὗ ὁ λόγος, ἢ κατὰ ἀναλογίαν ὡς ἐπὶ τῶν νεμομένων, ἢ κατ’ ἀριθμὸν ὡς ἐπὶ τῶν ἀνορθου- μένων, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους, τουτέστιν ἰσότης καὶ κοι- νωνία βίου τοιαύτη πρὸς ἀλλήλους διὰ τὸ κυρίως δίκαιον περὶ οὗ ὁ λόγος, ἀλλά τι δίκαιον καὶ καθ’ ὁμοιότητα παρὰ τὸ πολιτικόν, ὃ οὐ διὰ νόμων οὐδὲ διὰ τῆς ἐκ τῶν νόμων δίκης καὶ κρίσεως ἴσου τε καὶ τοῦ ἀνίσου καὶ τοῦ δικαίου καὶ ἀδίκου. Ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος. Ὅτι πλεοναχῶς τὸ δίκαιον καὶ οὐ περὶ παντὸς δικαίου τὰ εἰρημένα εἴρηται. προστίθησι δὲ καὶ προσκατασκευάζει, ὅτι κυρίως δίκαιόν ἐστι τὸ πολιτικὸν τὸ περὶ οὗ εἴρηκε. τούτοις γάρ φησιν εἶναι δίκαιον πρὸς ἀλλή- λους καὶ κοινωνεῖν, τούτοις δὲ νόμοι πρὸς ἀλλήλους, οἳ καὶ ἀδικεῖν ἀλλή- λους δύνανται. καὶ γὰρ ὁ νόμος τηρητικὸς τῆς ἰσότητος τῆς κατὰ τὴν κοινωνίαν ἧς ἀδικία φθαρτική· ἐπεὶ μὴ ἐφ’ οἷς ἀδικῆσαι οἷόν τέ τινα μηδὲ γίνεται |ἀδικία, οὗτοι οὕτε νόμου δέονται οὔτε τι ἔστιν αὐτοῖς δίκαιον ἡ νεμητικὸν ἢ ἐπανορθωτικόν· ἡ γὰρ δίκη ἡ γινομένη κατὰ τοὺς νόμους κρίσις ὥς φησι τοῦ δικαίου καὶ ἀδίκου ἐν οἷς ἐστι τὸ ἀδικεῖν οὐ πᾶσιν ἀδικία· τὸ γὰρ κατὰ προαίρεσιν τοῦτο δίκαιόν τε καὶ ἄδικον· ἐπεὶ ἔστι καὶ ἐν ἀγνοίᾳ καὶ ἐν ἄλλῳ τινὶ τρόπῳ ἀδικοῦντα ἢ δικαιοπραγοῦντα οὔτ’ ἀδικεῖν οὕτε δικαιοπραγεῖν. αἱ γὰρ κατὰ προαίρεσιν ὁρμαὶ κύριαι τῶν ἐπαίνων ἢ ψόγων, ὡς καὶ ἀνωτέρω ἐπὶ τοῦ μοιχείας ἐργαζομένου μὴ μέντοι μοιχείας κρινομένου ὑπέμνησεν. εἰπὼν δὲ ταῦτα προστίθησι· τὸ γὰρ πλέον αὑτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν κακῶν. ἀπλῶς δὲ λέγει ἀγαθὰ καὶ κακὰ τὰ τῇ αὑτοῦ φύσει τοιαῦτα, ἐν οἷς ἐστι καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ καὶ κακά, οἷον πλοῦτος εὐγένεια πενία δυσγένεια ἀγαθὰ ἢ κακά ἐστι· συντελεῖ γὰρ καὶ τῷ σπουδαίῳ ἢ τῷ φαύλῳ πρὸς τὰς προηγουμένας κατ’ ἀρετὴν ἢ κακίαν ἐνεργείας, ἐν αἷς καὶ τὸ εὐδαιμονεῖν ἢ κακοδαιμονεῖν ὁρᾶται, εἴ γε ἐν μὲν ταῖς κατ’ ἀρετὴν ἐνερ- γείαις ἡ εὐδαιμονία τῷ σπουδαίῳ· τούτων δὲ ἐν ταῖς αἱρετωτέραις αἱρε- τώτεραι τῷ σπουδαίῳ αἱ προηγούμεναι τῶν περιστατικῶν, ἃς ἀδύνατον ἄνευ τῶν τοιούτων ἀγαθῶν γίνεσθαι. περὶ ἃ γὰρ ὡς ὕλην καὶ δι’ ὧν ὡς ὀργάνων αἱ προηγούμεναι κατ’ ἀρετὴν ἐνέργειαι γίνονται, ταῦτά ἐστι τὰ ὡς δυνάμεις ἀγαθά. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ ἀδικεῖν, διὰ τοῦτο, φησίν, οὐκ ἐῶμεν ἄνθρωπον ἄρχειν, ὡς τῶν ἀνθρώπων ἀδικεῖν δυναμένων καὶ νέμειν τῶν ἀγαθῶν τὸ πλεῖον ἑαυτοῖς, τῶν δὲ κακῶν τὸ ἔλαττον καὶ ὑπὲρ τοῦ ἀκώλυτον τούτους τὴν ἐξουσίαν ἔχειν ἐπιτιθεμένων τῇ τυραννίδι, ἀλλ’ ἀντὶ ἀνθρώπου τὸν λόγον, τουτέστι τὸν ἄρχοντα καθίσταμεν, ὃς οὐκέθ’ οἷός τέ ἐστιν ἀδικεῖν. ὁ γὰρ ἄρχων φύλαξ ἐστὶ τοῦ δικαίου, τοῦ ἴσου κάτ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν ἐν κοινωνίᾳ βίου ἐλευθέρων γινομένῃ ὑπ’ αὐταρ- κείας. διὰ δὲ τούτων ἀποδίδωσι τὴν αἰτίαν τοῦ ῥηθέντος τοῦ διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον ἀλλὰ τὸν λόγον. λέγει γὰρ δι’ ἣν αἰτίαν δοκεῖ ἡ δικαιοσύνη ἀλλότριον εἶναι ἀγαθόν· ἐπεὶ γὰρ ὁ δίκαιος ἄρχων καὶ φύλαξ τοῦ δικαίου καὶ ἴσου, τούτων δὲ ὁ φύλαξ οὐδὲν πλέον νέμει αὑτῷ εἰ μὴ ἀνάλογον αὐτῷ πλειόνων τυχεῖν, ἃ καὶ ἄλλου νέμοντος ἦν ποιεῖν· ὁ δὲ τῆς δικαιοσύνης φύλαξ ἀλλότριον ἀγαθὸν συντηρεῖ καὶ ἐργά- ζεται· διὰ τοῦτο μισθὸς αὐτῷ ὡρίσθη. καὶ τίς οὗτος λέγει, ὅτι τιμὴ καὶ γέρας. Τὸ δὲ δεσποτικὸν δίκαιον. Ὅ ἀνώτερον εἴρηκε παρὰ τὸ πολιτικὸν δίκαιον καὶ καθ’ ὁμοιότητα τούτου, νῦν διασαφεῖ τοῦτο καί φησιν εἶναι αὐτὸ τὸ δεσποτικόν τε καὶ πατρικόν· ἕτερον γὰρ τοῦτο παρὰ τὸ πολιτικόν· ἐκεῖνο μὲν γὰρ ἐν ἰσότητι θεωρεῖται τῇ πρὸς ἀλλήλους· οὔτε δὲ δούλου ἰσότης ἐστὶ πρὸς δεσπότην, ἔστ’ ἄν ᾖ δοῦλος, οὔτε υἱοῦ πρὸς πατέρα, ὑπὸ τῷ πατρὶ μένοντι· τότε γὰρ ὥσπερ μέρη αὐτῶν εἰσι, τοῦ δεσπότου φημὶ ὁ δοῦλος καὶ τοῦ πατρὸς ὁ υἱός, οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδέ τις ἑαυτόν. ἀλλὰ καὶ ἐν οἷς ἐστι νόμος, ἐν τούτοις ἔφασκεν εἶναι τὸ πολιτικὸν δίκαιον ὁ δὲ νόμος καὶ ἐν οἷς δύναταί τις βλάπτειν· ἐπανορθωτικὸς γὰρ τῶν παρὰ τὸ προσῆκον ὁ νόμος. οὐκ οὖν υἱῷ δίκαιον πρὸς πατέρα, οὐ δούλῳ πρὸς δεσπότην, μέχρις ἄν ὑπὸ τὸ κρατοῦν εἶεν, ὅτι ἐκλείπει τότε ἐν οἷς τῷ πολιτικῷ δικαίῳ, ἰσότης φημὶ καὶ βλάβη, ὧν τὸ μὲν κατὰ τὴν ἀριθμητικὴν ἀναλο- γίαν, τὸ δὲ κατὰ τὸ ἐπανορθωτικόν. ὅταν δὲ ὁ μὲν δοῦλος ἀπολυθῇ τῆς δουλείας, ὁ δὲ υἱὸς τῆς διὰ τὴν ἡλικίαν ὑποταγῆς καὶ γένηται αὐτοῖς ἰσότης πρὸς τὸ τέως κρατοῦν, τότε καὶ ὑπὸ τὸ πολιτικὸν πίπτουσι δίκαιον. πέφυκε γὰρ ὁ νόμος ἐν τούτοις εἶναι, ἐν οἷς ὅλως ἐπεφύκει νέμεσθαι ἰσό- τητος πρὸς ἀλλήλους ὑπαρχούσης τοῦ τε ἄρχειν |καὶ ἄρχεσθαι παρὰ ιο μέρος, ὧν οὐδὲν ἐπὶ τῶν ὑπ’ ἐξουσιῶν. διὰ τοῦτό φησι μᾶλλον πρὸς γυναῖκα εἶναι ἢ πρὸς τέκνα καὶ οἰκέτας. τὰ μὲν γὰρ κτήματά φησιν, ἀνδρὶ δὲ πρὸς γυναῖκα ἰσότης, καθ’ ὃ ἐλεύθεροι. καὶ ἔστιν ἐν τούτοις πρὸς ἀλλήλους τὸ οἰκονομικὸν δίκαιον, ἄλλο καὶ αὐτὸ ὂν τοῦ πολιτικοῦ· οὐ γὰρ ἐν τοιαύτῃ ἰσότητί εἰσι πρὸς ἀλλήλους ὡς παρὰ μέρος ἄρχειν τε καὶ ἄρχε- σθαι· ἀεὶ γὰρ δεῖ τὸν ἄνδρα ἄρχειν· δεῖ μέντοι τινῶν ἔχειν ἐξουσίαν καὶ πλέον περὶ τούτων ἐν τοῖς Πολιτικοῖς. ἰσότης τὸ ὖ ἄρχειν καὶ ἄρχε- σθαι, δηλονότι παρὰ μέρος, ἥτις ἰσότης ἐν οὐδετέρῳ τούτων ἐστί, διότι ἄμφω ἐλεύθεροί εἰσι, καὶ διὰ τοῦτο ἰσότης τίς ἐστιν ἐν αὐτοῖς, ἕτερον δὲ τοῦ πολιτικοῦ δικαίου. †διότι οὐ γὰρ δὴ παρὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι τοῦ εἶναι καλῶς ἐπὶ τοῦ πολιτικοῦ. τοῦ δὲ πολιτικοῦ δικαίου· διαιρεῖ τὸ πολιτικὸν δίκαιον εἰς τὸ φυσικὸν καὶ νομικόν, ὁριζόμενος τί ἑκάτερον, καί φησι τὸ μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν. πανταχοῦ δέ φησιν ἀντὶ τοὐ παρὰ τοῖς πλείστοις· εἰσὶ γάρ τινα ἔθνη ἃ οὐ κατὰ τοῦτο νομίζει. ἐν γὰρ τοῖς ἀδιαστρόφως καὶ κατὰ φύσιν ἔχουσι· καὶ διὰ τοῦτο τοῖς πλείστοις ὅσιόν ἐστι τὸ θεοὺς σέβειν, γονεῖς τιμᾶν, πλανωμένοις ὁδὸν ἐπιδεικνύειν. πρόσκειται δὲ οὐ τῷ δοκεῖν ἢ μὴ διὰ τὸ νομικόν· οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον, ἀλλὰ τὸ πολιτικόν. τοῦτο γὰρ ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει, τεθὲν δὲ καὶ νομισθὲν πολὺ τὸ διάφορον ἔχει, οἷον τὸ μνᾶς λυτροῦσθαι. τοῦτο γὰρ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι δαιμόνιοι ἐν τῷ πρὸς ἀλλήλους συνέθεντο πολέμῳ, τὸ μνᾶς λυτροῦσθαι τοὺς αἰχμαλώτους. μνημονεύει τῆς συνθήκης ταύτης Ἀνδροτίων· “Εὐκτήμων Κυδαθήναιος. |ἐπὶ τούτου πρέσβεις ἦλθον ἀπὸ Λακεδαίμονος Ἀθήναζε ιο Μέγιλλος καὶ Ἔνδιος καὶ Φιλοχαρίδας” καὶ ἐπάγει “τῶν δὲ περιγενομένων ἀπέδοσαν μνᾶν ὑπὲρ ἑκάστου λαβόντες.’’ προειπὼν γὰρ ἦν ὅτι τοῦτο συνέθεντο ἐπὶ τῶν ἁλισκομένων. τὸ δὲ αἶγα θύειν ἀλλὰ μὴ δύο πρό- βατα οὐκ ἀπὸ ἱστορίας τινὸς εἴρηται. τὸ δὲ “Βρασίδᾳ θύειν’’ Ἀμφιπολῖται ποιοῦσιν, ὡς ἥρωί τούτῳ θύοντες. τὸ δὲ δοκεῖ δὲ ἐνίοις πάντα εἶναι τοιαῦτα τοιοῦτόν ἐστιν· τινές εἰσι οἳ οὐδὲν οἴονται φύσει δίκαιον εἶναι, ἀλλὰ πάντα θέσει τε καὶ νόμῳ. καὶ τῆς δόξης τὴν αἰτίαν προσ- έθηκε. τοῦτο δὲ οὐκ ἔστιν οὕτως ἔχον ἀλλ’ ἔστιν ὥς· τοῦτο δὲ εἴρηκεν ἤτοι περὶ τοῦ δικαίου, ὅτι μὴ πᾶν δίκαιον κινεῖται καὶ ὥς τινες λέγουσιν ἔστι γὰρ ὡς τὸ δίκαιον ἀκίνητον καὶ παρὰ τισί, παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν), ἢ πρὸς τὸ ὅτι τὸ φύσει πᾶν ἀκίνητον, οὐ γὰρ ἔστι τοῦτο οὕτως ἔχον. πὼς γὰρ ἀκίνητα τὰ φύσει, οὐχ ἀπλῶς· τῇ γὰρ αὑτῶν φύσει ἀκίνητα, εἰ καὶ μὴ παρὰ τοῖς χρωμένοις αὐτοῖς. ἅμα δὲ διὰ τούτων γνώριμον ἔσται εἰπὼν καὶ τὸ πῶς εἶπε φυσικὸν εἶναι τὸ πανταχοῦ τὴν αὐτὴν δύναμιν ἔχον. ἔστι γὰρ ὡς τὸ φύσει δίκαιον καὶ παρὰ πᾶσίν ἐστι τοιοῦτον· παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν· οὐχ ἀπλῶς παρὰ πᾶσιν, ὥσπερ τὸ πῦρ καυστικὸν καὶ τὸ τῇ αὑτοῦ φύσει ἀγαθὸν ἀγαθόν ἐστιν ὡς πάντας ὠφελεῖν τοὺς κατὰ φύσιν ἔχοντας, ἀλλ’ οὐχ ἁπλῶς πάντας, καὶ τὸ κατὰ φύσιν γλυκὺ γλυκάζον ἐστὶν ὡς πάντας γλυκάζειν τοὺς ὑγιείνοντας. τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς ἔχον εἶπεν ἔνδοξον· εἰ γὰρ ἔστι τι παρὰ τοῖς θεοῖς δίκαιον, τοῦτο οὐδέποτε μεταπίπτει οὐδὲ ἄλλοις μὲν αὐτῶν ἐστι τοιοῦτον ἄλλοις δ’ οὔ τῶ πάντας αὐτοὺς ὁμοίως ἔχειν. συγχωρῶν δὲ καὶ τὸ φύσει δίκαιον εἶναι μετακινητικὸν καὶ ἐνδεχόμενον καὶ ἄλλως γίνεσθαι παρά τισιν ὁρίζεται αὐτὸ τῷ τοῖς κατὰ φύσιν ἔχουσι δοκεῖν τοιοῦτον· οὕτω γὰρ λέγομεν καὶ τὴν δεξιὰν χεῖρα φύσει κρείττονα |καὶ ἐχυρωτέραν εἶναι, ὅτι ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων οὕτως ἔχει. οὕτω γὰρ καὶ φύσει δίπους ἄνθρωπος καὶ φύσει δύο ὀφθαλμοὺς ἔχει, καίτοι ἐνδέχεται καὶ ταῖς χερσὶν ἀμφοτέραις ἴσον τινὰ ἰσχύειν ὡς τὸν Ἀστεροπαῖον ὅτι] καὶ τῇ ἀριστερᾷ πλέον καὶ ἕνα πόδα ἢ ἕνα ὄφ’ ὀφθαλμὸν ἔχειν. καὶ τὰ ψηφισματώδη, τὰ διὰ ψηφισμάτων κυρούμενα πρὸς καιρόν, ἃ οὐκ ἦν δίκαια πρὶν τεθῆναι, ὡς τὸ τὰς ἀρχὰς ὠνητὰς εἶναι. ἀλλ’ ἔστ’ ἱν ὥς, τουτέστιν ἔστι τι καὶ ἀκίνητον· κινητὸν μέντοι πᾶν, διότι τῆς τοῦ ἐνδεχομένου φύσεως ἐστιν, εἴπερ ἄμφω κινητὰ ὁμοίως· παρὰ γὰρ τοῖς ἀδιαστρόφως ἔχουσιν ὄντα ὡς προεῖπεν ἤδη. καίτοι ἐνδέχεται πάντας ἀμφιδεξίους γενέσθαι· τοῦτο οὐκ ἀργῶς προσέθηκεν, ἀλλ’ ὑπὲρ τοῦ τὴν κρίσιν ἡμᾶς μὴ ἀπὸ τοῦ πλήθους ἀλλ’ ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων ποιεῖσθαι. οὐ γὰρ ὅτι τοῖς πλείστοις ὁ πλοῦτος κακόν, διὰ τοῦτο οὐ τῇ φύσει αὐτοῦ ἀγαθόν, ἀλλὰ τοιοῦτος ὅτι τοῖς κατὰ φύσιν ἔχουσιν ἀγαθόν. πῶς δὲ ἔχει τὸ κατὰ συνθήκην δίκαιον, ὃ καὶ συμφέρει, εἶπε τῷ διὰ τὸ συμφέρειν δοκεῖν τῷ κοινῷ τίθεσθαί τε τὴν ἀρχὴν καὶ πάλιν μετα- τίθεσθαι τοῖς μέτροις, ἃ πρὸς τὸ χρήσιμον ἀλλάσσεται, σαφῶς ἐπεδείξατο. ἐπεὶ οὐδὲ πολιτείας. οὐ γὰρ πανταχοῦ καὶ παρὰ πᾶσιν ἡ αὐτὴ πολιτεία, οὐδὲ παρὰ τοῖς αὐτοῖς ἡ αὐτὴ αἰεί, ὅτι μὴ φύσει αἰεὶ ἀλλὰ νόμῳ τε καὶ κτὰ συνθήκην συνίστανται καὶ τοιούτοις χρῶνται δικαίοις. ἡ μέντοι ἀρίστη αἰεὶ καὶ παρὰ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσιν ἡ αὐτή· φύσει γὰρ αὕτη· καὶ γὰρ εἰ μὴ κατ’ αὐτὰ πολιτεύονται ἀλλὰ κατὰ φύσιν τέ ἐστιν αὐτοῖς ὡς καὶ τὸ τὴν δεξιὰν χεῖρα ἔχειν κρείττω τοῖς ἔχουσιν· αὕτη δ’ ἄν εἴη ἐν ᾗ τὰ φυσικὰ δίκαια καὶ νόμιμά ἐστι. τῶν δὲ δικαίων καὶ νομίμων. φησὶν ἔχειν τὰ νόμιμα καὶ δίκαια πρὸς τὰ κατ’ αὐτὰ πρασσόμενα οὕτως ὡς ἔχει τὰ καθόλου πρὸς τὰ καθ’ ἕκαστα. ὡς γὰρ ἄνθρωπος εἷς ὢν τῷ εἴδει καὶ κοινόν τι |καὶ καθόλου εἴδει ἐννοήσει οὐκ ἐν ὑποστάσει ὄν, καθὸ κοινῶς κατὰ πλειόνων τῶν καθέκαστα ἀνθρώπων κατηγορεῖται, οὕτω καὶ τὰ μὲν δίκαια ἢ νόμιμα καθόλου ἐστὶ τοιαῦτα ὑπὸ τῶν νόμων ὡρισμένα, τὰ δὲ πρασσόμενα καθέκαστά τε καὶ ὑπ’ ἐκεῖνα. κοινὸν γὰρ δίκαιον καὶ νόμιμον τὸ παρακαταθήκην φέρε εἰπεῖν ἀποδιδόναι, καθ’ ἕκαστα δὲ καὶ ὑπ’ ἐκεῖνο πρασσόμενον τὸ ὑπὸ τοῦδε ἀποδοθῆναι ἢ ὑπὸ τοῦδε· αἱ γὰρ πράξεις ἐν τούτοις, ὧν πάντως κοινὸν ἐν τούτῳ κατη- γορεῖται, ἐν τούτοις τὸ εἶναι ἔχον. ἐκείνων δὲ ἕκαστον ἕν. περὶ τῶν καθόλου φησί· καθόλου γὰρ καὶ κοινὸν ὡς εἶδος. τὰ γὰρ ὑπὸ τῶν νόμων ὡρισμένα καθόλου ἐστί, τὰ δὲ καθ’ αὑτὰ πρασσόμενα τάδε τινά ἐστι καὶ καθ’ ἕκαστα. διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον. εἰπὼν ἕκαστον τῶν νομίμων καὶ δικαίων καθόλου πὼς εἶναι πρὸς τὰ κατ’ αὐτὰ πρασσόμενα, νῦν τί μέν ἐστι τὸ καθόλου, τί δὲ τὸ κατ’ αὐτὸ πρασσόμενον καὶ ὅτι κατὰ νοὔνομα διαφέρον λέγει. διαφορὰν γὰρ δείκνυσιν ἀδίκου τε καὶ ἀδικήματος καὶ δικαίου καὶ δικαιώματος ἢ δικαιοπραγήματος. ἄδικον μὲν γάρ ἐστι τῇ τάξει, ὂν καθόλου τε καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ· ὅταν δὲ πραχθῇ καὶ ἐν πράξει γένηται, ἀδίκημά ἐστιν, ὂν ἐν τοῖς καθ’ ἕκαστα. ὁμοίως τὸ δίκαιον ὡρισμένον τε καὶ καθόλου δίκαιον, πραχθὲν δὲ τοῦτο δικαίωμα ἀνάλογον τῷ δικαιώματι. εἰπὼν δὲ δικαίωμα τὸ κατὰ τὸ ὡρισμένον τε καὶ καθόλου δίκαιον πραχθὲν ἐπανορθοῦται αὐτὸ καί φησι· καθόλου μὲν τὸ κατὰ τὸ ὡρισμένον δίκαιον πᾶν πραχθὲν δικαιοπράγημα καλεῖται ἀλλ’ οὐ δικαίωμα, ἄν τε ἐν νομῇ ᾖ ἄν τε περὶ τὰ συναλλάγματα, ἰδίως δὲ δικαίωμα |τὸ ἐπανορθωτικὸν τοῦ ἀδικήματος, τουτέστιν ἡ ἐπὶ "τῷ ἀδικήματι τιμωρία τε καὶ ζημία. τοιοῦτόν ἐστι καὶ τὸ “δικαιώσει δὲ Κόρινθον’’, ἴσον τῷ ἐπανορθώσει καὶ κολάσει· τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα τοῦτ’ ἐστὶ τὸ δικαίωμα. ὁ μὲν γὰρ τὴν παρακαταθήκην ἀποδιδοὺς δικαιοπραγεῖ, ὁ δὲ τῷ μὴ ἀποδιδόντι ἐπεξιὼν δικαιοῖ τὸν ἀδικήσαντα, καὶ τὸ τοιοῦτο δικαιοπράγημα δικαίωμα. τίνα δέ ἐστι καὶ πόσα εἴδη δικαιοπραγημάτων τε καὶ ἀδικημάτων καὶ ἐν τίσι καὶ πῶς γινόμενα τοιαῦτά ἐστιν, ὕστερον ἐρεῖν φησι δοκεῖ δέ μοι δι’ ὧν ἐπιφέρει περὶ τούτων λέγειν. λέγει γὰρ τῶν τὰ δίκαια ἢ ἄδικα ποιούντων τινὲς μέν εἰσιν οἱ δικαιοπραγοῦντες ἡ ἀδικοῦντες κυρίως, τινὲς δὲ οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός· καὶ δείκνυσι τῶν ἀδίκως γινομένων τὰ μὲν ὄντα ἀτυ- χήματα, τὰ δὲ ἁμαρτήματα, τὰ δὲ ἀδικήματα, τὰ δὲ ἤδη καὶ μετὰ κακίας γινόμενα. ἔστι γὰρ ταῦτα προσαρμόζειν ἃ ἴσως ἐρεῖν ὑπερτίθεται. ἄδικον μὲν γάρ ἐστι τὸ φύσει ἢ τῇ τάξει ἀντὶ τοῦ καθόλου καὶ τεταγμένον καὶ ὡρισμένον τῷ λόγῳ, ὅτι ὅταν πραχθῇ ἀδίκημά ἐστιν, ἀντὶ τοῦ ἐν πράξει γένηται. ὁμοίως δὲ καὶ δικαίωμα, τουτέστι τὸ διορθούμενον μεταλήψει δικαιοπράγημά φησι λέγεσθαι μᾶλλον εὔλογον ἄν εἴη δικαίωμα τὸ ἐπανόρ- θωμα τοῦ ἀδικήματος, ὅ ἐστιν ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία καὶ ζημία. τοιοῦτον δὲ τὸ “δικαιώσει δὲ Κόρινθον’’ ἀντὶ τοῦ ἐπανορθώσει καὶ κολάσει. τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα, τοῦτό ἐστι δικαίωμα.] Ὅντων δὲ τῶν δικαίων καὶ ἀδίκων. Εἰπὼν περὶ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν νῦν προσδιορίζεται αὐτά, ἅμα δὲ καὶ διορίζει περὶ τοῦ προβλήματος ὃ ἐκίνησε πρὸ ὀλίγου εἰπὼν “ἐπειδὴ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν;’’ τὸ δὲ |ἀλλ᾿ ἢ κατὰ συμβεβηκὸς τοῦτο τί ποτέ ἐστι δι’ ὧν ἐπάγει δηλοῖ. ὅταν γὰρ πράττων τὰ δίκαια ἄκων κατὰ συμβεβηκὸς δικαιοπραγῇ, ὁμοίως δὲ καὶ ὁ τὰ ἄδικα πράττων εἰ ἄκων πράττοι, †ταῦτα δὲ καὶ τῷ ἑκουσίῳ. ὄντων δὲ δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, τουτέστι τοῦ νεμητικοῦ καὶ ἐπανορθωτικοῦ, ὁμοίως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς. λέγω δὲ ἑκούσιον μὲν ὥσπερ καὶ πρότερον εἴρηται. εἰπὼν τῷ ἑκουσίῳ ὁρίζεσθαι τό τε δικαιοπράγημα καὶ τὸ ἀδίκημα, εἰκότως ἡμᾶς ὑπομιμνήσκει τῶν εἰρημένων αὐτῷ περὶ ἑκουσίου τε καὶ ἀκουσίου ἐν τῷ τρίτῳ. ὄντος γὰρ διττοῦ τοῦ ἀκουσίου, τοῦ τε βίᾳ καὶ τοὐ δι’ ἄγνοιαν γινομένου, τὸ ἑκούσιον ἦν ὃ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γίνεται, ὃ ἔστιν οὐ βίᾳ μέν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ, οὐ δι’ ἄγνοιαν δέ, εἰ μὴ τὰ καθ’ ἕκαστά τις εἴη ἀγνοῶν δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. διὰ τούτων δι’ ὧν γίνεται τὸ ἑκούσιον, οὗ ἡ ἀρχὴ ἐπ’ αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις, τοῦτο δὴ καὶ νῦν τὸ ἑκούσιον λέγει εἶναι· ὃ γὰρ ἄν τις τῶν ἐπ’ αὐτῷ ὄντων, τουτέστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ· τῶν γὰρ βίᾳ γινομένων οὐκ ἐν τοῖς πράττουσιν ἡ ἀρχή· ὃ δὴ ἄν τις τούτων τῶν ἐπ’ αὐτῷ ὄντων, ἃ ἔστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ, εἰδὼς καὶ μὴ ἀγνοῶν πράξει, τοῦτ’ ἔστι τὸ ἑκουσίως γινόμενον ἐπεὶ δὲ ἦν τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον ἀκούσιόν τε καὶ δι’ ἄγνοιαν γινόμενον, τότε φησὶ τοῦτο τοιοῦτον εἶναι, ὅταν τις μηδὲν τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἀγνοῇ· τὰ δὲ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ὧν ἀγνοήσας τις ἐποίει δι’ ἄγνοιαν ἦν ταῦτα, ὁ πράττων, περὶ ὃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, οὗ ἕνεκα πράττει, ὡς πράττει. ὧν τὸν μὲν πράττοντα οὐδεὶς δύναται ἀγνοεῖν· οὐδεὶς γὰρ ἄν αὑτὸν ἀγνοήσαι “μὴ μαινόμενος’’, ὡς εἶπεν ἐκεῖ. |συνέστειλε δὲ καὶ τὰ ἄλλα εἰς τρία, ὧν καὶ νῦν μνημονεύει· ὁ γὰρ γνωρίζων τόν τε περὶ ὃν ἡ πρᾶξις γίνεται καὶ τὸ ὄργανον δι’ οὗ καὶ τίνος ἕνεκα γίνεται, οὗτος ἑκουσίως ποιεῖ. καὶ γὰρ τὸ δι’ ἄγνοιαν γινόμενον, παρά τινος ἀγνοίας τῶν τριῶν τούτων γίνεται. ἐδείχθη γὰρ ὑπαγόμενα καὶ τὰ ἄλλα τούτοις. καὶ εἴη ἄν διὰ τοῦτο μήτε οὗ λέγων τὸ τίνος ἕνεκα. ὥσπερ γὰρ ἐπεξηγούμενος τὰ προειρημένα προσέθηκε τὸ τίνα τύπτει· ἢ καὶ τίνων ἕνεκε. μὴ κατὰ συμβεβηκὸς δὲ τούτων ἑκά- τερόν φησι τῶν ἐν οἷς δηλονότι τὸ ἑκούσιον ἦν, ὧν τὸ μὲν ἦν τὸ ἐπ’ αὐτῷ ἐστι †τὸ συμβεβηκός μηδὲ βίᾳ, τουτέστι μὴ τὸ μὲν αὐτῷ κατὰ συμβεβηκός, τὸ δὲ βίᾳ· οὐ γὰρ ἀμφότερα μὴ κατὰ συμβεβηκὸς καὶ ἀμφότερα μὴ βίᾳ, ἀλλ’ ἐπὶ μὲν τούτου τῷ τὴν ἀρχὴν μὴ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ βίᾳ ἁρμόζοι ἄν. δύναται γὰρ δι’ αὑτοῦ τις οὗ τὴν ἀρχὴν μὲν ἐν αὑτῷ ἔχει, βιασθείς τι ποιῆσαι, ὡς αὐτὸς παρατίθεται τὸ ἐπὶ τῶν χειρῶν, τὸ δὲ ἐπὶ τοῦ εἰδέναι τὰ καθ’ ἕκαστα, τὸ μὴ κατὰ συμβεβηκός. τὸ γὰρ τὰς χεῖρας κινεῖν τινα τὰς ἰδίας ἐν αὐτῷ ἡ ἀρχὴ καὶ ἐπ’ αὐτῷ τούτῳ τὸ εἶναι δοκεῖ ἀλλ’ ὅταν ἄλλος τις βίᾳ λαβών τινος τὴν χεῖρα τύπτῃ τινά, ὃ ἐπ’ αὐτῷ ἦν καὶ οὗ τὴν ἀρχὴν ἐπ’ αὐτῷ εἶχε, τοῦτο βίᾳ ποιεῖ. δύναται μέντοι λέγειν τις, κατὰ συμβεβηκὸς τότε ἐπ’ αὐτῷ εἶναι τὸ τὰς χεῖρας κινεῖν, ὅτι εἰ διὰ τούτου βιαζόμενος ποιεῖ, οὐ συμβέβηκε τὴν ἀρχὴν τῆς κινήσεως ἐπ’ αὐτῷ εἶναι καὶ †ὃ ἔχει τοῦτο κινῆσαι αὐτὸς καὶ ἐν αὐτῷ τὴν ἀρχήν· καὶ οὕτως ἂν εἴη τὸ βίᾳ γινόμενον κατὰ συμβεβηκὸς ἐπ’ αὐτῷ. κατὰ συμβεβηκὸς δὲ γνωρίζοι ἄν τις ταῦτα, ὧν ἡ ἄγνοια ἀκούσιον ἐποίει τὸ γινόμενον οὕτως ὡς αὐτὸς δείκνυσιν. ὁ γὰρ τὸν πατέρα τύπτων καὶ γνωρίζων μὲν ὅτι ἄνθρωπος, ἀγνοῶν δὲ ὅτι πατήρ, κατὰ συμβεβηκὸς ἄν εἴη γνωρίζων τὸν περὶ ὃν ἡ πρᾶξις. ἀλλὰ καὶ ὁ τὸν ἐλλέβορον γνωρίζων τε καὶ διδούς τινι, οὐκ εἰδὼς δὲ οὗ ποιητικός, κατὰ συμβεβηκὸς ἄν καὶ οὗτος γνωρίζοι τὸ οὗ ἕνεκα. ὁμοίως δὲ καὶ ὁ εἰδὼς τὸ ἀκόντιον ὃ ἀφίησι, μὴ εἰδὼς δὲ ὅτι λελόγχωται, κατὰ συμβεβηκὸς ἂν γνωρίζοι. τὸ δὲ οὗ ἄλλων οὐδὲ τῶν οὕτως γνωριζομένων καθ’ αὑτό. διὸ οὐδὲ ἑκουσίως ἡ πρᾶξις γίνοιτο ἄν, ἐν ᾗ τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις κατὰ συμβεβηκὸς γνωρίζεται. ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις τὴν πρᾶξιν ἑκούσιον ποιεῖ, τούτων εἰ κατὰ συμβεβηκός τι γνωρίζοιτο, οὐχ ἑκούσιον τὸ γινόμενον. αὐτὸς δὲ αὐτὸ καθόλου εἶπε διὰ τοῦ εἰπεῖν ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἑ ’πὶ τῶν οὗ ἕνεκα καὶ περὶ τὴν πρᾶξιν αὐτήν. τὸ δὴ ἀγνοούμενον τί ἐστι, τὸ ἑκούσιον πρότερον ἀποδούς, νῦν πάλιν τὸ ἀκούσιον τί ποτ’ ἔστι λέγει καί φησι τοῦτο εἶναι ἀκούσιον τὸ δι’ ἄγνοιαν πραττόμενον ἢ βίᾳ τῶν ἐφ’ ἡμῖν ὄντων. λέγει δὲ τὰ φυσικὰ καὶ ἀγνοούμενα. οὔτε μὴν τῶν δι’ ἡμῶν γενομένων ἐφ’ ἡμῖν δὲ ὄντων, οὔτε ἑκούσια οὔτε ἀκούσια. ἔστι δὲ τοιαῦτα ὅσα κατὰ φύσιν γίνεται, οἷον ἡ τῆς τροφῆς κρίσις καὶ πέψις <καὶ> ἡ τῶν τρεφομένων αὔξησις. ἐν γὰρ τοῖς ἐφ’ τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. ὄνια δὲ ἐφ’ ἡμῖν οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἑκούσια· οὐ γὰρ βίᾳ γίνονται· ὡς εἶναι τὸ ἀκούσιον ἐν τοῖς ἐφ’ ἡμῖν, ὅταν ἢ δι’ ἄγνοιάν τι πράττωμεν τούτων καὶ μὴ κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν μηδὲ ἑκόντες. ὅτι γὰρ δεῖ τῷ ἑκουσίῳ ὥσπερ τὸ μὴ ἀγνοεῖν, οὕτως δὲ καὶ τὸ μὴ βίᾳ ἀλλὰ καὶ τὸ ἐπ’ αὐτῷ προσκεῖσθαι ἐδήλωσεν ἐπὶ τῶν φύσει γινομένων ἐν ἡμῖν, ἃ καίτοι εἰδότων ἡμῶν γινόμενα, οὔπω ἐστὶν ἑκούσια, ὅτι μὴ ἐφ’ ἡμῖν ἐστιν ἡ ἀρχὴ τῆς ἐπ’ αὐτὰ κινήσεως. ἢ βίᾳ. τὸ λεγόμενον τοιοῦτόν ἐστι. ταῦτά ἐστιν ἀκούσια ὅσα ἀγνοεῖται ἢ μὴ ἀγνοεῖται μὲν μὴ ἐπ’ αὐτῷ δέ ἐστι, τουτέστι μὴ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν γίνεται ἀλλὰ βίᾳ· ὡς ἀντὶ |τοῦ ἢ τὸ ἀλλὰ τίθεσθαι καὶ εἶναι ἀλλὰ βίᾳ. εἰπὼν δὲ μὴ ἐπ’ αὐτῷ δ’ ὄν, πῶς εἶπε τοῦτο, ἐδήλωσεν ἐπενεγκὼν τὸ βίᾳ, ὂν ἴσον ὡς εἰπεῖν τῷ ἀλλὰ βίᾳ· ὡς γὰρ τῷ μὴ ἐπ’ αὐτῷ ἀντὶ τοῦ βία κεχρημένος ἐδήλωσεν οἷον τὸ ἐγγηρᾶν ἢ ἀποθνήσκειν διὰ τὸ μὴ ἐν ἡμῖν εἶναι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ κινήσεως. φύσεως γὰρ ὄντες θνητῆς οὐ κύριοί ἐσμεν τοῦ ἐπὶ τοῦτο μὴ ἐλθεῖν· ἀνάγκῃ γὰρ ἥκομεν. Ἔστι δὲ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων. Εἰπὼν πρὸ ὀλίγου τὸ ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν ἐν τοῖς ἑκουσίως γινομένοις εἶναι καὶ διὰ τούτων τί ποτέ ἐστι τὸ ἀκούσιον ὑπομνήσας ἡμᾶς καὶ εἰπὼν ὅτι κτὰ συμβεβηκὸς γίνεται, ὃ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν ποιήσας τις ἢ γνωρίζων τι τούτων ἐν οἷς ἐστιν ἡ πρᾶξις οὐχ ἑκὼν ποιεῖ, τοῦτο λέγεται καὶ ἐπὶ τῶν δικαίων καὶ ἐπὶ τῶν ἀδίκων εἶναι τὸ κατὰ συμβε- βηκός. ὁ γὰρ ποιῶν τι τῶν δικαίων ἄκων καὶ διὰ φόβον κατὰ συμβεβηκὸς δικαιοπραγεῖ· ὅτι γὰρ οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖν λέγει, οὐ μὴν ἁπλῶς οὐδὲ κυρίως καὶ μὴ ἑκών. οὐ γὰρ ἐν τούτῳ τὸ δικαιοπραγεῖν· ὁμοίως καὶ ὁ μὴ ἐκ τῶν ἀδίκων τι ποιήσας ὡς ὁ ἀναγκασθεὶς μὴ ἀποσοῦναι τὴν παρακαταθήκην, κατὰ συμβεβηκὸς ἀδικεῖ (ὅτι γὰρ συμβέβηκε τῷ ὑπ’ αὐτοῦ πρασσομένῳ ἀδίκῳ εἶναι), οὐ μὴν ἁπλῶς· τὸ γὰρ ἀπλῶς ἦν ἐν τῷ ἑκόντα ποιεῖν αὐτά. λαβὼν δὲ ὅτι ἐν τοῖς ἑκουσίως γινομένοις ἐστὶ τό τε δικαιοπραγεῖν καὶ ἀδικεῖν, ὥσπερ καὶ τὸ ἑκουσίως ἢ ἀκουσίως τι ποιεῖν ἐν τοῖς ἐφ’ ἡμῖν, ἑξῆς τῶν ἑκουσίως γινομένων διαφοράς τινας δείκνυσι. τῶν γὰρ ἑκουσίως πρασσομένων τὰ μὲν προελόμενοι καὶ μετὰ προαιρέσεως ποιοῦμεν, τὰ δὲ οὐ προελόμενοι, ὥσπερ τὰ διὰ θυμόν. καὶ ὅτι γε ἔστι τινά, ἃ ἑκόντες ποιοῦμεν, οὐ προελόμενοι δέ, ἐνεδείξατο διὰ τὸ ὑπομνῆσαι ἡμᾶς ὅτι ἔνια ὧν ἑκόντες ποιοῦμεν οὐ προβουλευόμενοι ποιοῦμεν ἀλλ’ ἀπροβουλεύτως· ἦν δὲ ἡ προαίρεσις |τῇ βουλῇ· ὄρεξις "γάρ ἐστιν αὕτη βουλευτική, ὥστε οὐδὲ κατ’ ἀρετὴν καὶ κακίαν ταῦτα ἄν γένοιτο. τριῶν δὲ οὐσῶν βλαβῶν. διελὼν πρὸ ὀλίγου καθ’ ἑκάστας γε αὐτῶν ὁποῖά τε εἴδη καὶ ὁπόσα καὶ περὶ ποῖ ὄντα τυγχάνει ὕστερον ἐπι- σκέπτεσθαι, νῦν τοῦτο ποιεῖ. διελὼν γὰρ τὸ ἑκούσιον εἴς τε τὸ κατὰ προαίρεσιν καὶ εἰς τὸ χωρὶς προαιρέσεως, ἐπεὶ τῶν γινομένων τὰ μὲν ἀκουσίως γίνεται, τὰ δὲ ἑκουσίως, ἔστι δὲ ἡ ἀδικία βλάβη τις, ἀποδίδωσι νῦν ἡ πῶς γινομένη βλάβη ἀδικία. τῶν γὰρ βλαβῶν αἱ μὲν μετ’ ἀγνοίας τοῦ γινομένου γίνονται καί εἰσιν ἀκούσιοι, αἱ δὲ ἑκουσίως καὶ εἰδότων, καὶ τῶν μετ’ ἀγνοίας αἱ μὲν παράλογοι καὶ ἐκ παραδόξου γίνονται, αἱ δὲ τὸ μὲν ἀκούσιον ἔχουσιν, οὐ μὴν καὶ κατὰ <τὸ> παράλογον καὶ παράδοξον τὰς δὲ κατὰ ἄγνοιαν γινομένας βλάβας κοινῶς εἶπεν ἁμαρτήματα. μετὰ δὲ ταῦτα ὑποδιαιρέσεις αὐτῶν ποιεῖ· τὰς μὲν παραλόγως αὐτῶν γινομένας ἀτυχήματα καλῶν, τὰς δὲ μὴ παραλόγως ἁμαρτήματα ὁμωνύμως τῷ κοινῷ. εἴη δ’ ἄν παραλόγως γινόμενα τὰ σπάνια καὶ ἀπροσδόκητα, οἷον εἰ τὴν θύραν ἀνοίξαντος ἄφνω τινὸς ὁ πατὴρ παρεστὼς ἐπλήγη ἢ εἰ γυμναζομένου ἐν τῷ τοιούτῳ χωρίῳ καὶ ἀκοντίζοντος ἐν ᾧ οὐδεὶς ἐτύγχανεν ὤν, εὑρέθη τις τῶν οἰκετῶν ἀπὸ τύχης ὢν ἐν αὐτῷ καὶ περιπίπτων τῷ ἀκοντίῳ. τὰ γὰρ τοιαῦτα παράλογά τε καὶ ἀπροσδόκητα ὅσα δὲ μὴ ἔχει μὲν τὸ παράλογον, ἀγνοοῦντος μέντοι γίνεται ταῦτα ἁμαρτήματα. ὁ γὰρ ἐν ὁδῷ ἀκοντίζων, ἐν ᾖ εἰκὸς εἶναί τινα, καὶ τυχών τινος ἡμάρτηκε. καὶ αἱ τοιαῦται τῶν βλαβῶν ἁμαρτήματα καλοῦνται. Θεόφραστος μέντοι τὰ ἀτυχήματα οὐχ ὑπάγει τοῖς ἀδικήμασιν· ἔοικε δὲ μη |δὲ Ἀριστοτέλης. τίνα δὲ τὰ μετ’ ἀγνοίας γινόμενά ἐστι; πάλιν αὐτὰ διδάσκει καὶ τίθησι πέντε. οὐ τοῦτο δὲ λέγει, ὅτι τὰ μετὰ ἀγνοίας γινόμενα περὶ τὴν τῶν πάντων τῶν προειρημένων ἄγνοιαν γίνεται, ἀλλ’ ὅτι περὶ τὶ τούτων ἀγνοη- θέν· ἱκανὸν γὰρ καὶ ἕν τι τούτων πρὸς τὸ γινόμενον ἐν ἀγνοίᾳ γενέσθαι. ταῦτα δέ, φησίν, ἔστι τό τε ὃν καὶ ᾧ καὶ ὃ καὶ οὗ χάριν καὶ ὥς ἐστι. τὸ μὲν ὅν, περὶ ὃν ἡ πρᾶξις, ᾧ δὲ τὸ ὄργανον, ὃ δὲ ἡ πρᾶξις αὐτή, οὗ δὲ χάριν τὸ τέλος, ὡς δὲ ὁ τρόπος. ὅταν μήτε ὅν, τουτέστι περὶ ὃν ἡ πρᾶξις· ὃ δὲ τῆς πράξεως αὐτῆς· περὶ ὃν μὲν γὰρ τὸν πατέρα τυχόν, ὃ δὲ ἡ πρᾶξις, ἡ τῶν μυστηρίων τυχὸν ἐκφορά, ὧ δὲ τὸ ὄργανον, τυχὸν τὸ ἀκόντιον ἢ ὁ καταπέλτης, οὗ δὲ τὸ τέλος, τυχὸν φίλτρον ἢ ὑπνωτικόν, ὡς δὲ ὑπνωτικὸν πιὼν τυχὸν λάθοι θανασίμῳ θανάσιμον ἐργασάμενος. ἢ οὐχ ὃν ἢ οὐχ ὡς. ἠρέμα γὰρ οἰόμενος πλήττειν ἔπληξε σφοδρῶς. ὅταν μὲν οὖν παραλόγως, τουτέστιν ἀπροσδοκήτως οὐ περὶ τὴν τοῦ ποιοῦντος ῥᾳθυμίαν γινομένη τὸ ἔξωθεν εἶναι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν, ὡς ὅταν τις δισκεύων ἔνθα οὐδεὶς ἦν, εἶτα ἔπληξέ τινα δισκεύων, ἀπὸ τύχης γέγονεν. ἀλλ’ ὀργίσας. τὸν θυμούμενόν φησι τῶν ἑκόντων εἶναι. τῶν γὰρ ἑκόντως ποιούντων, οὓς καὶ εἰδότας λέγει, οἱ μὲν καὶ προελόμενοι ποιοῦσιν, οἳ δ’ οὔ. τὰ μὲν οὖν μὴ προβουλευσαμένων γινόμενα ἀδικήματα λέγει. τοιαῦτα δὲ τὰ δι’ ὀργὴν γινόμενά φησι. τὰ γὰρ περὶ τὰς ὀργὰς ἁμαρτανόμενα ἀπροβουλεύτως γίνεται. τὰ δ’ ἄλλα πάθη ὅσα ἀναγκαῖα <ἢ> εἶεν ἄν ἔρωτες λῦπαι καὶ φόβοι· φυσικὰ γὰρ πάθη ταῦτα (καὶ πολλὰ διὰ ταῦτα ἀπροβουλεύτως ἁμαρτάνεται), ἀναγκαῖα δὲ δίψα λιμός. καὶ γὰρ φο- βηθείς τις μὴ τρωθείη προλαβὼν ἔτρωσε καὶ ἔβλαψε προβουλευσάμενος |καὶ ἐρῶν ἐπείσθη κελεύσαντι τῷ ἐρωμένῳ οὐ προβουλευσάμενος καὶ λυπηθεὶς παρ’ αὐτὴν τὴν λύπην, ἐποίησέ τι ὃ εἰ ἐσχόλασε τῷ βουλεύσα- σθαι οὐκ ἐποίησε. καὶ ἔπιε δέ τις ἀλλότριον πόμα ἢ σιτία ἥρπασε διὰ λιμόν, ὧν εἰ ἐβουλεύσατο οὐδὲν ἐποίησεν. ὁ δὴ τούτων τι πράξας, διότι μὲν εἰδὼς καὶ ἑκὼν ἐποίησεν ἀδικεῖ, ὅτι δὲ μὴ προελόμενος οὐδέπω ἄδικος· ὁ δὲ ἐκ προαιρέσεως βλάπτων οὐ μόνον ἀδικεῖ ἀλλ’ ἤδη μοχθηρὸς καὶ ἄδικος ἔσται· ὡσαύτως καὶ ὁ διὰ θυμόν τι ποιήσας εἰδὼς μὲν ἐποίησε καὶ ἑκών, οὐ προβευλεύσας δὲ οὐδὲ προελόμενος. ὁ γὰρ ὑβρισθεὶς καὶ διὰ τοῦτο τρώσας οὐκ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔσχεν ἀλλ’ ἐν τῷ ὑβρικότι. ὁ γὰρ ὀργίσας τὸ πᾶν εἴργασται. τοῦτο δὲ προσέθηκεν ἐπεὶ προεῖπεν ὅτι τὰ διὰ θυμὸν πραχθέντα ὑπὸ εἰδότων μὲν γίνεται, οὐ μὴν κατὰ προαίρεσιν, οὐδὲ γὰρ προβουλευσαμένων. ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μή. Καὶ τοῦτο σημεῖον παρέχεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ ἐπιβούλως μηδὲ ἀπὸ κακίας πεποιηκέναι, ὃ οὐ ποιοῦσιν οἱ ἐξ ἐπιβουλῆς ἀδικοῦντες. ὁμολογοῦντες γὰρ τὸ γεγονέναι διαμφισβητοῦσι περὶ τοῦ δι- καίως αὐτὸ πεποιηκέναι. ὡς γὰρ ἠδικημένοι οἱ δι’ ὀργήν τι ποιοῦντες καὶ ἀμυνόμενοι τοὺς πράξαντας ποιοῦσιν. ἐπὶ φαινομένῃ γὰρ ἀδικία ἡ ὀργή ἐστι. διὸ καὶ ἐπὶ τοῦ δικαίως πεποιηκέναι ἀμφισβητοῦσιν. οἱ μὲν γὰρ ἐν τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν· τὸ γὰρ δρᾶμα ἀμφισβητοῦσιν ἅτε ἐξ ἐπιβουλῆς ποιοῦντες τοιοῦτον, οἱ μὲν ἀποδεδωκέναι τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι, ὧν ἀνάγκη τὸ ἕτερον εἶναι πάντως. κακὸν μὲν γάρ τις |εἴη διὰ λήθην ποιῶν ἢ δι’ ἄγνοιαν ἐπὶ δὲ τῶν διὰ θυμὸν παθῶν περὶ μὲν τοῦ γεγονέναι τὸ πρᾶγμα ὁμολογοῦσιν οἱ πεποιηκότες, περὶ δὲ τοῦ δικαίως ἢ ἀδίκως ἢ μὴ δικαίως ἡ ἀμφισβήτησις τῷ πεποιηκότι καὶ τῶ πεπονθότι. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασιν. οἱ γὰρ ἐν τοῖς συναλλάγμασι βλάπ- τοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν, οἱ μὲν ἀποδεδωκέναι φέρε εἰπεῖν τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι. ἄν δ’ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ· ὅτι μηδέπω ἄδικος μηδὲ ἀδικεῖ διὰ πάθος τι ποιήσας. διὰ πλειόνων περιστήσας τὸ τοῖς προειρημένοις ἀκόλουθον ἐπιφέρει, ὅτι ὁ ἐκ προαιρέσεως βλάπτων ἀδικεῖ. τὸ δὲ κατὰ ταῦτα ἤδη τὰ ἀδικήματα, τουτέστι κατὰ τὰς τοιαύτας βλάβας βλάπτων ἤδη καὶ ἄδικός ἐστιν· ἀδικήματα γὰρ εἶπε τὰς βλάβας. ὅταν οὖν κατὰ προαίρεσιν βλάπτῃ τις ἡ νέμων αὑτῷ τὸ πλέον παρὰ τὸ ἀνάλογον ἢ πλεονεκτῶν καὶ τὸ ἴσον παραβαίνων, οὗτος ἤδη ἄδικος, ὡς δὲ ἄδικος μὲν καὶ ἀδικεῖ ὁ κατὰ προ- αίρεσιν βλάπτων ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ πράττων οὐκ ἀδικεῖ· ἀδίκημα μέντοι τὸ γινόμενόν ἐστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ δικαίου. ὁ μὲν γὰρ πρὸς τῷ εἰδέναι καὶ κατὰ προαίρεσιν δίκαια ποιῶν δίκαιος, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ ποιῶν, δικαιοπραγεῖ μέν, οὐ μέντοι καὶ δίκαιός ἐστι. τῶν δ’ ἀκουσίων. πάντες γὰρ ὅσοι ἐξ ἐπι- βουλῆς βλάπτουσιν, ἐπεὶ μὴ ἀγνοοῦντες ποιοῦσιν, ἤδη διὰ κακίαν καὶ μοχ- θηρίαν οὗτοι βλάπτουσιν. ἀκούσια δὲ νῦν ἔοικε λέγειν πάντα τὰ μὴ κατὰ προαίρεσιν γινόμενα. τὰ γὰρ διὰ πάθος γινόμενα πρὸ ὀλίγου ἑκούσια μὲν εἶπεν, ἀπροαίρετα δέ, νῦν δὲ τοῖς |ἀκουσίοις ὑποτάσσει καὶ ταῦτα. καθόσον μὲν γὰρ οὐ δι’ ἄγνοιαν γίνεται ἑκουσίως γίνεσθαι δοκεῖ, καθόσον δὲ οὐ κατὰ προαίρεσιν ἀκουσίως· τῶν δὴ ἀκουσίως γινομένων ὅσα πρὸς τῷ ἀγνοεῖν καὶ δι’ ἄγνοιαν γίνεται, ταῦτα συγγνώμης ἄξια. δι’ ἄγνοιαν εἶπε γίνεσθαι ἐφ’ ὧν τὸ καθ’ ἕκαστά τι ἐν οἷς ἡ πρᾶξις, (7.) ἦν καὶ κυρίως ἀκούσια. ὅσα δὲ οὐ δι’ ἄγνοιαν γίνεται ἀγνοούντων δέ ἦν δὲ ταῦτα τὰ περὶ τὴν τοὐ καθόλου καὶ τοῦ προσήκοντος ἄγνοιαν ἁμαρτήματα. ταῦτα δὲ ἦν τὰ διά τι πάθος γινόμενα), τούτων φησὶν ὅσα διὰ πάθος γίνεται μὴ ἀνθρωπικὸν μήτε φυσικὸν οὐ συγγνωμονικά. ἐπιζητήσαι δ’ ἄν τις εὐλόγως τί μὲν τὰ φυσικά, τί δὲ τὰ ἀνθρωπικὰ πάθη λέγει. εἰ γὰρ λέγει ταῦτα λύπην ἡδονὴν φόβον ἔλεον καὶ τὰ τούτοις ὅμοια, οὐ μόνον ἄν λέγοι συγγνώμης ἄξια εἶναι τὰ δι’ ἄγνοιαν γινόμενα, ἃ καὶ κυρίως ἦν ἀκούσια, ἀλλὰ καὶ τῶν ἑκουσίων πολλά τε καὶ πολλοὶ τῶν ἐν τοῖς πάθεσι τούτοις ὄντων εἰδότες καὶ ἑκόντες ἁμαρτάνουσιν, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. ἢ διαφέροι ἄν καὶ ἐν τούτοις τὸ προαιρούμενον αὐτὰ πράττειν ᾗ προαιρούμενον καὶ διὰ τοῦτο καὶ ἡ μὲν ἀκρασία οὐκ ἀδικία, ἡ δὲ ἀκολασία κακία; φυσικὰ δὲ καὶ ἀνθρώπινα λέγοι ἄν πεῖναν δίψαν καὶ ὅσα τούτοις ἕπεται, μᾶλλον δὲ περὶ τὰ ἀναγκαῖά ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι. ὁ γὰρ διὰ λιμὸν καὶ τὴν τῶν ἀναγκαίων ἐπιθυμίαν τε καὶ ἀπορίαν ἁμαρτάνων συγγωστός, ὁ δὲ τοιᾶσδέ τινος ἐπιθυμίᾳ τροφῆς καὶ τοιοῦδέ τινος ἐπιθυμίᾳ οἴνου, οὐκ ἔστι συγγνώμης ἄξιος. οὐκέτι γὰρ ἡ τῶν τοιούτων ἐπιθυμία φυσικὸν πάθος καὶ συνᾴδοι ἂν οὕτως λεγόμενα τοῖς ἐν τῷ τρίτῳ· εἰ δὲ μή, διαφωνίαν ἔχει τινὰ νῦν· τῶν δὲ ἀκουσίων εἶπεν ἀντὶ τοῦ τῶν φύσει γινομένων ἀκουσίων· οὐ γὰρ ἀληθῶς ἀκούσια τὰ διὰ πάθος· δῆλον δὲ ἐκ τοῦ μηδὲ συγγνώμης ἀξιοῦσθαι. Ἀπορήσειε δ’ ἄν τις. |Εἰπὼν ἐν τοῖς ἔμπροσθεν τί τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι καὶ ὁσαχῶς, νῦν ἀπορεῖ εἰ ἔστι καὶ ἑκόντα ἀδικεῖσθαι, καὶ τὰ τοῦ Εὐριπίδου παρατίθεται ἰαμβεῖα ἐκ τοῦ Βελλεροφόντου μαρτυρίαν· ὃ μὴ ἀποδεχόμενος προσέ- θηκε τὸ ἀτόπως· παρὰ λόγον γὰρ τὸ εἰρημένον καὶ ἄτοπον τὸ ἢ θέλουσαν ὑπὸ ἑκόντος ἀνῃρῆσθαι τοῦ παιδὸς ἢ μὴ θέλουσαν ἢ] θέλουσαν ἀναιρεθῆναι ὑπὸ ἄκοντος [ἀναιπεθῆναι] τοῦ παιδός· τοῦτο δὲ ἢ ἰδίως τῷ Εὐριπίδῃ εἰρη- μένῳ ἐπιφέρει παντελῶς γὰρ ἄτοπον τὸ ἢ θέλουσαν οὐκ ἑκών) ἢ καθόλου προδιορθούμενος ὡς ἄτοπον τὸ λέγειν ἑκόντα τινὰ ἀδικεῖσθαι, ὅτι αἰτία οὐκ εὔλογος συνέστηκε. διὰ δὴ τοῦτο αὐτὸ τὸ εἰρημένον ὑπεύθυνόν ἐστι. ζητεῖ δὲ ὅλως εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι ἢ ὥσπερ τὸ ἀδικεῖν ἑκούσιόν ἐστι τούτῳ γὰρ ὁ ἀδικῶν ὁρίζεται τῷ ἑκὼν καὶ κατὰ προαίρεσιν βλάπτειν), οὕτω καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον ἀντικείμενόν τε τῷ ἀδικεῖν ἢ καὶ τὸ αὐτὸ πᾶν ἑκούσιον καὶ τὸ ἀδικεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι τὴν αὐτὴν ἀπορίαν φησὶ καὶ ζήτησιν εἶναι ἥνπερ ἐπὶ τοῦ ἀδικεῖσθαι. καὶ διὰ τί, λέγει· ἐπεὶ γὰρ τὸ δικαιοπραγεῖν πᾶν ἑκούσιον, ὥσπερ καὶ τὸ ἀδικεῖν ἀντικείμενον (ἀντίκειται δὲ ὡς τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι, οὕτω τὸ δικαιοπραγεῖν τῷ δικαιοῦσθαι, ὁμοίως δ’ ἂν καὶ τὸ ἀδικεῖσθαι ἔχοι ἄν ἑκάτερον αὐτῶν), ἢ ὡς ἀκούσιον εἴη ἀντικείμενον τούτῳ ὡς ἀντίκειται ὄντι ἑκουσίῳ ἢ ὡς ἑκούσιον ἑκουσίῳ. ἔστι δὲ δικαιοῦσθαι τὸ ὑπὲρ τοῦ δικαίου ἀνισοῦσθαι κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. αὐτὸς μὲν οὖν φησιν, ὁμοίως ἔχει τὸ ἀδικεῖσθαι πρὸς τὸ ἀδικεῖν καὶ τὸ δικαι- οῦσθαι πρὸς τὸ δικαιοπραγεῖν καὶ γὰρ ἐν τούτῳ ὁ μέν τίς ἐστι τὰ ἀλλότρια λαμβάνων καὶ πλεονεκτῶν, ὃς οὐκ ἄκων ἔχει ταῦτα, ὁ δὲ ἐλαττούμενος, ἐφ’ οὗ τὸ |ἑκούσιόν τε καὶ τὸ ἀδικεῖσθαι κατηγορεῖται. εἰ δὲ ἰδίως δικαιοῦσθαι λέγοιεν οἱ ἠδικηκότες ἐπανορθούμενοι καὶ ἐξισούμενοι τῇ ἀφαι- ρέσει οὗ ἐπλεονέκτησαν καὶ ὥσπερ κολαζόμενοι, καὶ οὕτως ἄν ὅμοιον εἴη τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι· ἄμφω γὰρ ἀκούσια. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι. ἡ αὐτή φησι ζήτησις καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι εἰπεῖν ἔστιν ἀκούσιον ἢ οὔ ἢ μᾶλλον ἑκούσιον, ἐπεὶ τὸ δικαιοπραγεῖν πᾶν ὃ ἐστιν ἀντικείμενον αὐτῷ ἑκούσιον εἶναι λέγει. Ἄτοπον δ’ ἄν δόξειεν. Ὅτι μὴ οἷόν τε λέγειν πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον, προστίθησι λέγων ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. εἶεν δ’ ἄν οὗτοι ἠδικηκότες ὧν πλέον ἐχόντων ὁ δίκαιος ἀφαιρεῖται. ἔοικε δὲ διὰ τούτων συγχωρεῖν τὸ μὴ μόνον τοὺς ἠδικηκότας ἐπὶ τῇ ὑπὲρ τοῦ δικαίου ἐπανορθώσει δικαι- οῦσθαι ἀλλὰ καὶ τοὺς ἠδικημένους· οὗτοι γὰρ εἶεν μὴ ἄκοντες ἀλλ’ ἑκόντες δικαιούμενοι ὅσοι ἐλαττοῦνται, οἱ δὲ ἄκοντες ὅσοι ἐπλεονέκτουν· οἱ δὲ ἄκοντες οὐδένα ἐπλεονέκτουν. ἢ εἰπεῖν δεῖ ὡς τὸ ἀδικεῖν πᾶν ἑκούσιον ὁμοίως καὶ τὸ δικαιοπραγεῖν, οὕτω τὰ τούτῳ ἀντικείμενα τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι ἔχειν ὡς ἑκάτερον αὐτῶν, ἢ πᾶν ἑκούσιον εἶναι. ἢ πᾶν ἑκούσιον. δεικνὺς ὅτι μὴ οἷόν τε πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι· εἴη δ’ ἄν δεδειχὼς ὅτι πᾶν ἄρα ἀκούσιον, καὶ ὅτι τοῦτό ἐστι τὸ δεδειγμένον, ἐκ τῶν ἐπιφερομένων δῆλον· πότερον ὁ τὸ ἄδικον πεπονθώς· ἀντὶ τοῦ ὁ δικαιωθείς, εἴ γε μὴ πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι δοκεῖ. οὐδὲ γὰρ τῷ πλεονεκτοῦντι καθ’ αὑτό ἑκούσιον· ἢ ὥσπερ ἐπὶ τοῦ πράττειν καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν. ἀπορήσας εἴ ἔστιν ἀδικεῖσθαι ἑκόντα καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς ὁμοίως ἔχοντος ἐκείνου τε πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιο- πραγεῖν καὶ ὀφειλόντων |αὐτῶν ἢ ἀμφοτέρων ἑκουσίων εἶναι ἢ ἀκουσίων. καὶ ἐπεὶ μὴ οἷόν τε τὸ δικαιοῦσθαι ἑκούσιον πᾶν λέγειν, προσθεὶς νῦν πειρᾶται δεικνύναι, πῶς οἷόν τε ἑκάτερον αὐτῶν [δεικνύμενον] πῶς μὲν ἀκούσιον, πῶς δὲ ἑκούσιον λέγειν· διό φησιν ὥσπερ ἐπὶ τοῦ πράττειν ἔχει πράττειν δὲ ἦν τό τε ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν), οὕτως ἕξει καὶ ἐπὶ τοῦ πάσχειν (πάσχει δέ ἐστι τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι). ἐπεὶ δὲ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει. ὡς οὖν ἐπ’ ἐκείνων λέγεται τὸ διττόν ἀδικεῖν τε γὰρ ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν. καὶ τὸ μὲν ἀδικεῖν καθ’ αὑτὸ καὶ τὸ δικαιοπραγεῖν καθ’ αὑτὸ αὑτὸ ἑκούσια, τὰ δὲ κατὰ συμβεβηκός. ἑκούσια δὲ οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι <καὶ> δικαιοῦσθαι καὶ ἔσεσθαι ἑκάτερον καὶ τούτων διττόν, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι. ἐπεὶ γὰρ ἔστι τὰ ἄδικα πάσχειν τε καὶ βλάπτεσθαι ἑκόντα καὶ ἄκοντα, ὁ μὲν ἑκὼν ταύτα πάσχων κατὰ συμβεβηκὸς ἄν εἴη ἀδικούμενος, ὡς δείξει, καὶ εἴη ἄν οὗτος ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς ἀδικοῦντι, οὕτως ἔχων οὗτος τὸ πάσχειν τε καὶ ἀδικεῖσθαι ὡς ἐκεῖνος τὸ ποιεῖν καὶ ἀδικεῖν, κατὰ συμβεβηκός. ὅ τε ποιῶν ἀδικεῖ, ἄκων γάρ, καὶ ὁ πάσχων ἀδικεῖται, ἑκὼν γάρ. ὁ δὲ καὶ ἄκων τὰ ἄδικα πάσχων καὶ βλαπτόμενος ἁπλῶς ἄν εἴη ἀδικούμενος, ἀντικείμενος τῷ ἁπλῶς ἀδικοῦντι καὶ τούτων ὡς ὁ ἀδικῶν ἔχει τὸ ἀδικεῖν (ἁπλῶς γὰρ διότι ἑκών), οὕτως καὶ ὁ ἀδικούμενος τὸ ἀδικεῖσθαι (ἁπλῶς γὰρ οὗτος, ἄκων δέ). ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ὁ μὲν κατὰ συμβεβηκὸς δικαιούμενος ἑκὼν δηλονότι πάσχει τὰ δίκαια, ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς δικαιοπραγοῦντι, ὅς ἐστιν ἄκων τὰ δίκαια ποιῶν. εἴη δ’ ἄν οὗτος δικαιούμενος μόνος, ὁ ἀδικήσας καὶ ἐπανορθούμενος. ἰ δ’ ἔστιν ἁπλῶς τὸ ἀδικεῖν. Μεταβαίνει ἐπὶ τὸ δεύτερον πρόβλημα τὸ εἰ αὐτός τις αὑτὸν ἀδικεῖ καὶ εἰ ἑκών τις ὅλως ἀδικεῖται. διὸ εὐλόγως προστέθειται ἡ προειρημένη ἀπορία τῇ πρώτῃ· τὸ πρῶτον δὲ ***δείκνυσιν δὲ ὅσον ἐπὶ τῷ λόγῳ τῷ ἀποδεδομένῳ τοῦ ἀδικεῖν, ὡς ἀδικήσει τις αὐτὸς αὑτόν. εἰ γὰρ ἔστιν ἀπλῶς καὶ χωρὶς προσθήκης τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δὲ ἑκόντα ἐστὶ τὸ μὴ δι’ ἄγνοιαν ἀλλ’ εἰδότα ταῦτα ἐν οἷς ἡ πρᾶξις, εἴη ἄν αὑτὸν ἀδικεῖν· ὁ γὰρ ἀκρατὴς ἑκὼν ἀδικεῖ αὑτόν. εἰ γὰρ εἰδὼς τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὑτοῦ πράσσει, [εἰ δὲ ἑκὼν αὑτὸν ἀδικεῖ αὐτός τε εἰδὼς τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὐτοῦ πράττει, εἰ δὲ] ἑκὼν αὑτόν βλάπτει, καὶ βλάπτοιτο ἄν ἑκών, ὥστε καὶ ἀδι- κοῖτο ἄν ἑκὼν· ἀλλὰ καὶ ὑπ’ ἄλλου ἑκών τις δι’ ἀκρασίαν βλάπτοιτο ἑκόντως, ὥστε καὶ ἀδικοῖτο ἄν ἑκόντως. ὁ γὰρ ἀκρατῶς ὑπὸ ἐρωμένης ἀποσυλώμενος τὰ αὑτοῦ ἑκὼν βλάπτεται. ἢ οὐκ ὀρθὸς ὁ διορισμός; τῷ τοῦ ἀδικεῖν διορισμῷ τὸ λεῖπον προστίθησιν, οὗ προστεθέντος οὔτε ἑαυτόν τις ἀδικήσει εἰ μὴ κατὰ συμβεβηκὸς οὔτε ἑκὼν ἀδικήσει. ἔστι δὲ ὃ προ- στίθησι τὸ παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν. τότε γὰρ ἀδικήσει ὁ ἀδικῶν, ὅταν ἑκὼν βλάπτῃ παρὰ τὴν βούλησιν τοὐ βλαπτομένου. βλάπτεται τι μὲν γάρ τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει, ἀδικεῖται δὲ οὐδεὶς ἑκών· τὸ γὰρ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεσθαι ἀδικεῖσθαί ἐστι καὶ τὸ ἀδικεῖν τὸ ἑκόντα βλάπτειν παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. ὁ δὲ ἀκρατὴς ἑαυτὸν βλάπτων, ἤτοι παρὰ τὴν αὑτοῦ βούλησιν τοῦτο ποιεῖ καὶ οὐκ |ἀδικεῖ (εἰ δὲ μὴ ἀδικεῖ, οὐδ’ αὑτόν) ἢ οὐδὲ παρὰ τὴν αὑτοῦ βούλησιν λῆσιν ποιεῖ ἀλλ’ ἑκὼν καὶ εἴη ἄν καὶ βλαπτόμενος. οὐκ ἀδικεῖται ὑπ’ ἄλλου τε ἑκὼν βλαπτόμενος· οὐκ ἀδικεῖται, ὅτι ἑκών· ὁ δὲ οὕτως βλαπτόμενος οὐκ ἀδικεῖται, ὅτι μὴ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεται. ὁ δὲ ἀκρατὴς ὃ οὐκ οἴεται. ἡ δύναμις τῆς λέξεως αὕτη ἄν εἴη. οὐδὲ ὁ ἀκρατής, τοῦτο προσυπακοῦσαι δεῖ, ὅτι ὑφ’ ἑαυτοῦ ἀδικεῖται· ἑκὼν γὰρ βλάπτεται, εἴ γε καὶ ἑκὼν βλάπτει αὑτόν (ἦν δὲ τοῦτο ἀδικεῖσθαι), ἀλλὰ πράττει μὲν παρὰ τὴν βούλησιν ἃ πράττει, οὐ μὴν καὶ ἄκων. τὸ δὲ ἑξῆς τοῦ παρὰ τὴν βούλησιν αὐτὸν πράττειν ἃ πράττει δεικτικόν ἐστιν. ἐπ’ αὐτῷ γὰρ τὸ μὴ πράττειν καὶ τὸ μὴ κινεῖν τὰ ὀργανικὰ μόρια ἐπὶ τοῦτο καὶ αὑτῷ αἴτιος τοῦ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς, ὥστε μήτε ἀγνοῶν τὰ ἐν οἷς ἡ πρᾶξις τῆς βίας ἑαυτοῦ αἴτιος, ἑκὼν ποιεῖται τὰ βλαβερὰ εἰς ἑαυτόν. εἰ δὲ καὶ ἑκὼν ποιεῖ, καὶ παρέχει ἑκών· εἰ δὲ τοῦτο, οὐκ ἀδι- κεῖται. ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησιν· ὅτι μηδὲ οἱ τοι- οῦτοι ἀδικοῦσιν αὑτοὺς ἢ ἑκόντες, ἀδικοῦσι γὰρ ὅσοι τε ἀκρατεῖς, προιέμενοι τὰ αὑτῶν ἑκόντες, ὅ τε Γλαῦκος ὁ παρ’ Ὁμήρῳ χρυσᾶ ἀντὶ χαλκείων δοὺς δείκνυσι προσχρώμενος τῷ ἐπ’ αὐτοῖς εἶναι τὸ μὴ διδόναι, ὥστε ἐπ’ αὐ- τῷ ὄντος τοῦ μὴ διδόναι τὰ ἑαυτῶν ἑκόντες διδόασιν. εἰ δὲ ἑκόντες διδόασιν, ἡ δὲ δόσις ἐστὶν αὐτοῖς βλαβερά, ἑκόντες ἄρα βλάπτονται. τὸ δὲ ἀδικεῖσθαι οὐκ ἦν ἐν τῷ ἑκόντα βλάπτεσθαι ἀλλ’ ἐν τῷ ἄκοντα. τὸ γὰρ ἀδικεῖσθαι τὴν ἀρχὴν οὐκ ἐν αὐτῷ ἔχει ἀλλ’ ἐν τῷ ἀδικοῦντι· οὐ γάρ ἐστιν ἑκούσιον. δῆλον δὲ καὶ ἐκ τούτου, ὅτι καὶ ἐπὶ τοῦ ἀδικουμένου τῷ τῆς βουλήσεως ὀνόματι ἐχρήσατο ἀντὶ τοῦ ἑκουσίου· καὶ γὰρ ὁ Γλαῦκος |ἑκὼν μὲν βλάπτεται, οὐ μὴν καὶ κατὰ τὴν βούλησιν. οὐ γὰρ οἰόμενος αὑτῷ κακὸν εἶναι τὸ ταῦτα διδόναι ταῦτα δίδωσιν. ἔτι δ’ ὧν προειλόμεθα. Δόξει μὲν ὅσον ἐπὶ τῇ λέξει λέγειν περὶ τῶν δύο ἀποριῶν ἃς νῦν προτίθησιν ὡς δεομένας καὶ αὐτὰς λόγου τινός, ὡς ἤδη περὶ αὐτῶν προειρη- κώς. τὸ δ’ οὐχ οὕτως ἔχει· οὐδαμοῦ γὰρ αὐτῶν μνημονεύει. ἀλλ’ ἔστιν ὃ λέγει ὅτι ἐπὶ τῇ προθέσει ᾗ προεθέμεθα ἦν δὲ αὕτη τὸ τὸν περὶ δικαι- οσύνης λόγον πληρῶσαι) δύο ἐστὶ τὰ λειπόμενα, περὶ ὧν εἰπεῖν δεῖ· ἔστι δὲ τὰ δύο ἆ προστίθησιν ὡς ἀπορεῖσθαι δυνάμενα καὶ δεόμενα προσδιο- ρισμοῦ τινος ἓν μὲν πότερός ἐστιν ὁ ἀδικῶν, πότερον ὁ νέμων παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ λαβὼν παρὰ τοῦ νείμαντος τὸ πλέον καὶ ἔχων· ἕτερον δὲ εἰ ἔστιν αὑτὸν ἀδικεῖν. ἤρτηται δὲ ἡ δευτέρα ἀπορία ἐκ τῆς πρώτης, ὡς καὶ αὐτὸς λέγει. διὸ καὶ πάλιν αὐτῆς ἐμνημόνευσε, καίτοι περὶ αὐτῆς εἴρηκε πρὸ ὀλίγου. ἔτι δὲ οὐδὲ ὁμοίως δύναται νῦν ἀπορούμενον τὸ ἐπὶ τοῦ ἀκρατοῦς. ἐκεῖνος μὲν γὰρ οὐ κατὰ τὴν βούλησιν ποιῶν οὐδὲ ἠδίκει, ὁ δὲ δίκαιος κατὰ τὴν βούλησιν ποιεῖται τὴν νομὴν. ἔστι δὲ τὸ ἀπορούμενον ἐπὶ τοῦ πρώτου ῥηθέντος, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ μὴ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν. εἰ γάρ τις νέμων τι ἄλλῳ πλέον ἑαυτοῦ νέ- μει, ὃ οἱ ἐπιεικεῖς μάλιστα ποιοῦσιν, αὑτὸν ἀδικήσει. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ ἐστι παρ’ αὐτοῦ τὸ ἔλαττον λαμβάνων ἀνίσως νέμοντος, αὐτὸς ἂν αὑτὸν ἀδικοίη· ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δὲ τοῦτο πρῶτον μὲν τῷ τὸν ἐπιεικῆ ἐν τῇ αὑτοῦ νομῇ μὴ ἁπλῶς αὑτῷ τὸ ἔλαττον νέμειν ἀλλὰ τοῦ διδομένου λαμβάνειν ἔλαττον, διὰ δὲ τοῦτο ἄλλου τινὸς μείζονος ἀγαθοῦ πλεονεκτεῖν (δό |ξης γάρ) ἢ τοῦ ἁπλῶς καὶ κυρίως ἀγαθοῦ. ὥστ’ οὐκ ἔλαττόν ἐστιν αὑτῷ νέμειν, οὐδὲ ἐλαττοῦται. δεύτερον δὲ ὅτι μὴ παρὰ τὴν αὑτοῦ βούλησιν μηδὲ ἄκων ἐλαττοῦται καὶ βλάπτεται· ἦν δὲ ἐν τούτῳ τὸ ἀδικεῖσθαι, οὐκ ἐν τῷ ἁπλῶς βλάπτεσθαι. εἰ δὲ μηδὲ ἀδικεῖται αὐτός, οὐδ’ ἄν ἀδικοίη ἐν τῇ οὕτω γινομένῃ ἀνίσῳ νομῇ. πᾶς γὰρ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, ὁ δὲ οὕτω νέμων οὔτε τὸν ᾧ τὸ πλέον νέμει ἀδικεῖ οὔτε αὑτὸν τὸν ᾧ τὸ ἔλαττον. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθέν, τὸ ἀπο- ρούμενον ἐπὶ τοῦ πρώτου λεχθέντος τοιοῦτόν ἐστιν, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν· καὶ πῶς, οὕτως δείκνυται. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ ἐστιν ὁ παρ’ ἑαυτοῦ τὸ ἔλαττον λαμβάνων, ἀνίσως νέμοντος, αὐτὸς ἄν ἑαυτὸν ἀδικοίη, ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δ’ ἐπάγων φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ. λύσας τὸ δοκοῦν ἐνίστασθαι, τὸ εἶναι τὸν ἀδικοῦντα τὸν νέμοντα ἀδίκως, δῆλόν φησιν εἶναι ὅτι ὁ ἀδίκως διανέμων ἄνισός ἐστι καὶ παρὰ τὴν ἀξίαν ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον. καὶ δῆπροεθέμεθα λόν ἐστιν ἐξ οὗ προστίθησι τὸ ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων <ἀεί> τὸ ἀεὶ προσέθηκεν ὅτι δείξει καὶ τὸν ἀδίκως νέμοντα πλέον ἔχοντα, ὥστε καὶ οὗτος ἀδικῶν πλέον ἔχει. οὐ μὴν πᾶς ὁ τὸ πλέον ἔχων ἀδικεῖ. οὐ γὰρ πᾶς ὁ τὸ πλέον ἔχων ἐν νομῇ ἤδη ἀδικεῖ· καὶ γὰρ ὁ παρ’ ἄλλου λαβὼν ἄκων μὲν καὶ χωρὶς πραγματείας. οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει, ἤδη καὶ ἀδικεῖ, ἀλλὰ δεῖ πρὸς τούτῳ καὶ ἑκόντα τοῦτο ποιεῖν καὶ ἃ ἐν τοῖς πρὸ τούτων εἶπε καὶ προαιροῦ ἑκὼν δὲ ποιεῖ οὗτος ἐν ὧ ἡ ἀρχὴ τῆς πράξεως. ἐν τῷ διανέμοντι ἀλλ’ οὐκ ἐν τῷ λαμβάνοντι. †ἢ τὸ εἰρημένον φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων. ἔτι εἰ πολλαχῶς τὸ ποιεῖν λέγεται. Ἐπεὶ πολλαχῶς λέγεται τὸ ποιεῖν παὶ οὐ πᾶς ὁ ποιῶν τι ἄδικον ἀδι- κεῖ ἁπλῶς, λέγει ὅτι καὶ ὁ διανέμων ἀνίσως, ἄν μὲν ἑκὼν τοῦτο ποιῇ, ἁπλῶς ἀδικήσει καὶ ἄδικος ἔσται, ἐὰν δὲ μὴ ἑκών, κατὰ συμβεβηκὸς ἔσται ἀδικῶν. οὕτω γὰρ καὶ τὰ ἄψυχα λέγεται κτείνειν τε καὶ ἀδικεῖν καὶ ἡ χεὶρ καὶ ὁ κελευσθεὶς οἰκέτης κατὰ συμβεβηκός, οὐχ ἁπλῶς, ὅτι μηδὲ προαιρούμενος. ἢ ὡς τὸ ποιεῖν κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πλέον ἔχειν κατὰ συμβεβηκὸς ἀδικεῖν ἐστιν. ἀπλῶς δὲ καὶ κυρίως ἀδικεῖ ὁ ἑκὼν ἄκοντα καὶ παρὰ τὴν βούλησιν βλάπτων, ἁπλῶς καὶ κυρίως ἀδικεῖται ὁ παρὰ τὴν βούλησιν καὶ ἄκων ὑπὸ τοῦ ἑκόντος βλαπτόμενος, κατὰ συμβεβηκὸς ἀδικεῖται ὁ ἑκὼν ὑπὸ τοῦ ἄκοντος βλαπτόμενος. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν. εἰ- πὼν ὅτι πολλαχῶς τὸ ποιεῖν καὶ ἀδικεῖν λέγεται καὶ γὰρ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ὥστε καὶ τῶν ἀνίσως νεμόντων ὁ μέν ἐστι κατὰ συμβεβηκὸς ἀδικῶν, ὁ ἀδικῶν ἄκων ἡ ὅ τι τοιοῦτον ποιήσας, ὁ δὲ καθ’ αὑτό) νῦν διαιρεῖ καὶ ὃν τότε κατὰ συμβεβηκὸς ἔλαττον ἠδίκησε κατὰ τὴν διαίρεσιν ταύτην φησὶ μὴ ἀδικῆσαι, μόνον δὲ τὸν ἑκόντα ὃς ἦν ἄδικος, ὃς εὐθὺς τῷ ἀδικεῖν καὶ πλεονεκτεῖ ὡς ἔδειξε, ὥστε καὶ εἰ τοῦτό τις ἐποίησε †τὸ τὸν ἀδικοῦντα πλεονέκτην καὶ τοῦτο ἔχει, ἑκὼν ἄνισα νέμων. ὁ γὰρ νείμας ἄκων εἴτε δικαίως εἴτε ἀγνοῶν, ἄδικος νῦν γνωρίζεται καὶ ἑκών. ὁ μὲν οὖν ἀγνοῶν οὐκ ἀδικεῖ κατὰ τὸ ἔγγραφον νόμιμον καὶ δίκαιον. οἱ γὰρ νόμοι οὐκ εἰσὶ †γνώμῃ τε τῇ αὐτοῦ κρίνειν ἕκαστον. καὶ διὰ τοῦτο ἐν οἷς ὁ κρίνων ἀγνοήσας τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις ἄδικος αὕτη τῇ] κτὰ τοὺς νόμους. ἔστι μέντοι ὡς ἄδικος, φησίν, ἐπεὶ μὴ ταὐ- τὸν τό τε νόμιμον |καὶ δίκαιον καὶ τὸ πρῶτον, πρῶτον λέγων τὸ φυσικόν τε καὶ ἁπλῶς. κατὰ μὲν γὰρ τὸ φύσει δίκαιον ἡ ἄνισος κρίσις ἄν τε ὑπὸ εἰδότος ἄν τε ὑπὸ ἀγνοοῦντος κριθείη ἄνισός ἐστιν, εἰ δὲ ὁ νέμων τοῦ ἀγνοεῖν τὸ ἐν τῇ νομῇ ἴσον τε καὶ δίκαιον αὑτῷ αἴτιος εἴη. διὰ γὰρ τοῦτο εἴη ἄν οὕτως εἰρηκὼς τὸ ἔστι δ’ ὡς ἄδικος. πῶς γὰρ γινομένη ἡ ἄγνοια ἄδικον ἀποφαίνει τὸν ἀγνοήσαντα· ὁ γὰρ ἀγνοῶν, μὴ δι’ ἄγνοιαν δέ, ὡς εἶπεν ἐν τοῖς πρώτοις, ἄδικος ἄν εἴη· κατὰ δὲ τὸ ἔγγραφον οὐχ οὕτως ἀδικεῖ. οὐδὲ ἐπιτιμῶνται οἱ οὕτω κρίναντες ὡς ἀδικήσαντες. ὁ δέ γε εἰδὼς καὶ γνωρίζων καὶ κρίνων ἀνίσως πλεονεκτεῖ καὶ αὐτός· παρὰ γὰρ ᾧ τὸ πλέον νέμει ἢ τιμήν τινα ἴσχει ἢ χάριν ἀπολαμβάνει τινά. ἀλλὰ καὶ ἔλαττον νέμει ἀμυνόμενος αὐτὸν καὶ τιμωρούμενος ὡς ἐχθρόν, καὶ οὕτω λαμβάνει τι καὶ πλεονεκτεῖ. ὡς γὰρ ὁ ἐπ’ ἀργύρῳ κρίνας τὸν ἀγρόν τινι ἀδικεῖ, καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλά τι ἀντὶ ἀγροῦ, οὕτω καὶ ὁ ὁτιοῦν ἀντὶ τῆς ἀνίσου κρίσεως λαμβάνων ἐπλεονέκτησεν ἑκών· οὕτω δὲ καὶ ἀδικεῖ. πᾶς δὲ ὁ ἑκὼν ἄδικόν τι κρίνας διά τι τοῦτο ποιεῖ. διὰ δὲ τούτων δείκνυσιν ἀδικοῦντα τὸν ἑκόντα ἀνίσως νέμοντα ἢ κρίνοντα. ἐξαι- ρεῖται δὲ τοῦ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται. εἰ γὰρ ἑκόντι καὶ πραγματευομένῳ τοῦτο περιγίνοιτο καὶ δεκάζει τὸν νέμοντα ἢ καὶ ἀπα- τῶν τις ἀδικεῖ καὶ πλεονεκτεῖ, ὥστε καὶ διὰ τοῦτο εὐλόγως προσέθηκε τῷ ἀλλ’ οὐ τὸ πλέον ἔχων τὸ ἀεί. ἢ τιμωρίας. καὶ γὰρ ἀμυνόμενος βλάπτει τὸ ἔλαττον νέμων αὐτῷ ἢ τῷ αὐτῷ τιμωρούμενος αὐτόν· καὶ οὕτω λαμβάνων τι καὶ πλεονεκτῶν τὸ πλέον αὑτῷ διὰ τῆς τιμωρίας ποι- ούμενος. Οἱ δ’ ἄνθρωποι ἐφ’ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν. Δείξας ὅτι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἐν τοῖς ἑκουσίοις εἰσὶ καὶ ἐφ’ ἡμῖν (τοιαῖτα γὰρ τὰ κατὰ προαίρεσιν) νῦν πῶς εἶπε τὸ ἐφ’ ἡμῖν, διαρθροῖ. οὐ γὰρ τοῦτο λέγει ὅτι μὴ ἐφ’ ἡμῖν τὸ ἀδίκοις ἢ δικαίοις εἶναι (παντὸς γὰρ μᾶλλον ἐφ’ ἡμῖν αἱ ἀρεταὶ καὶ αἱ κακίαι), ἀλλ’ ἔστιν ὃ δείκνυσι |ὅτι μὴ ὅτε θέλομεν ἄδικοι ἢ δίκαιοί ἐσμεν· καὶ τοῦτο ἔδειξε τῷ προσθεῖναι διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον ἡγοῦνται. καὶ γὰρ καὶ τύραννον ἀνελεῖν ἐφ’ ἡμῖν μὲν καὶ κεῖται καὶ ἔστιν, οὐχ ὅτε δὲ θέλομεν τοῦτο ποι- εῖν οἷοί τέ ἐσμεν, οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν καὶ κακιῶν ἔχει. διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾲδιον. τὸ δ’ οὐκ ἔστιν· εἰ γὰρ ἦν ἐφ’ ἡμῖν ὥστε ὅτε βουληθείημεν εἶναι ἡμᾶς τοιούτους, ῥᾴδιον ἂν ἦν· νῦν δὲ ἐπεὶ αἵ τε ἀρεταὶ καὶ κακίαι ἕξεις εἰσί, τὰς δὲ ἕξεις οὐχ οἷόν τε ἔχειν εὐθὺς τῷ βουληθῆναι ἀλλὰ δεόμεθα πρὸς τὴν κτῆσιν αὐτῶν καὶ ἐθῶν καὶ ἀσκή- σεως καὶ διδασκαλίας, δῆλον ὡς οὐχ ὅτε θέλομεν εὐθὺς ἐσόμεθα τοιοῦτοι. ὡς γὰρ τὰς τέχνας ἐφ’ ἡμῖν μὲν τὸ μανθάνειν, οὐ μὴν ὅταν θέλωμεν ἔχομεν αὐτὰς ἢ ἀποβεβλήκαμεν ἔχοντες αὐτάς, οὕτω καὶ ἐπὶ ἀρετῶν καὶ κακιῶν ἔχει. χρόνου γὰρ χρεία πρὸς τὴν τῶν ἔξωθεν ἕξεων κτῆσιν. ποιῆσαι ἧσαι μὲν γὰρ ἄδικόν τι ἢ δίκαιον ῥᾴδιον καὶ ἐφ’ ἡμῖν. καὶ γὰρ ἀντίκειται ἡμῖν ὅτι εἰ ὁ οὐχ ἑκών πὼς ποιῶν τὰ ἄδικα ἄδικος, οὐδ’ ὁ τὰ δίκαι δίκαιος, πῶς ὅταν ἀπὸ ἕξεως τοιαύτης αὐτὰ ποιῶσιν, ἤδη οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, ὃ οὐ ῥᾴδιον οὐδὲ ὅτε βουλόμεθα περιγίνεται ἡμῖν. οὐδὲ τὸ γνῶναι δὲ τὰ δίκαια ἢ ἄδικα ῥᾴδιον, ὡς οἴονται οἱ ἄνθρωποι. λέγουσι γάρ, ὥς φα- σιν, οἱ νόμοι περὶ δικαίων τε καὶ ἀδίκων· τὸ δὲ γνῶναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα οὐδὲν σπουδαῖον, οὐδὲ χαλεπὸν συνιέναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα. ἔστι δὲ καὶ εἰδέναι τὰ δίκαια καὶ ἄδικα, πλὴν κατὰ συμβεβηκός· οὐ γὰρ ὁ οὕτως αὐτὰ εἰδώς, οἷς συμβέβηκε δικαίοις ἢ ἀδίκοις εἶναι τὰ αὐτὰ εἶναι, οὐ μὴν καθό ἐστι δίκαια καὶ ἄδικα. τοῦτο δέ ἐστι κατὰ συμ- βεβηκὸς εἰδέναι, ἀλλ’ οὐχ ἁπλῶς καὶ κυρίως. τὸ γὰρ εἰδέναι τὰ δίκαια ἔστι μὲν ὡς τὸ |εἰδέναι κατὰ τὰ ὑπὸ τῶν νόμων ἀγορευόμενα δίκαια, ἔστι καὶ ὁ πῶς ποιῶν αὐτὰ δίκαιος. οὐ γὰρ ὁ ὁπωσοῦν ποιῶν τὰ κατὰ τοὺς νόμους δίκαιος. ὁ ἀποδιδοὺς τὴν παρακαταθήκην ἐπιβούλως ὑπὲρ τοῦ πλέον τι λαβεῖν αὖθις μὴ ἀποδιδούς, ἄδικος· καίτοι ποιεῖ τὸ ὑπὸ τῶν νόμων κελευόμενον. τὸ δὲ τοῦτο εἰδέναι πλέον φησὶν ἔργον εἶναι καὶ χα- λεπώτερον τοῦ τὰ ὑγιεινὰ εἰδέναι. χαλεπωτέρα γὰρ ἡ τῶν δικαίων γνῶσις τῶν ὑγιεινῶν ὅσῳ καὶ τὸ δίκαιον εἶναι τοῦ εἶναι ἰατρὸν χαλεπώτερον. ὡς οὖν ἐπ’ ἐκείνων τὰ μὲν οἷς χρῆται ὁ ἰατρὸς πρὸς ὑγίειαν ῥᾴδιον εἰδέναι, οἷον μέλι οἶνον ἐλλέβορον καῦσιν τομήν, οὐ μὴν τὸ ταῦτα εἰδέναι ἐστὶ τὸ εἰδέναι τὰ ὑγιεινά, εἰ μὴ κατὰ συμβεβηκός· τὸ γὰρ τὴν τούτων χρῆσίν τινα εἰδέναι, ὅτε καὶ πῶς καὶ μέχρι πόσου προσφέρειν, οὐκέτι ῥᾴδιον, ἀλλὰ τοσοῦτον ὅσον ἰατρὸν γενέσθαι, ἐπεὶ καὶ ἰατροῦ τὸ ταῦτα εἰδέναι. ἀλλ’ ἢ κατὰ συμβεβηκός. διὰ τὸ τυχὸν συμβεβηκέναι τοῖς οὕτως ἐξ ἀκοῆς γινωσκομένοις δικαίοις εἶναι, δι’ ἣν αἰτίαν οἴονται ῥᾴδιον εἶναι οἱ πολλοὶ τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα καὶ τὸ δίκαιον καὶ τὸ ἄδικόν τινα ὅτε θέλει εἶναι ἐπ’ αὐτῷ, διὰ τὴν αὐτὴν ταύτην ἡγοῦνται καὶ τοῦ δικαίου οὐδὲν ἧττον τὸ ἀδικεῖν καὶ τοῦ ἀδίκου, ἀλλὰ καὶ μᾶλλον δύνασθαι τὸν δίκαιον τῶν πολλῶν καὶ τυχόντων καὶ συγγενέσθαι γυναικὶ καὶ πατάξαι τινὰ ὁμοίως καὶ τὸν ἀνδρεῖον τὴν ἀσπίδα ἀφεῖναι. μᾶλλον δ’ ἂν λέγοιντο οὗτοι δύνασθαι ταῦτα, καθ’ ὅσον ἴσασιν αὐτὰ μᾶλλον. τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι. τὸ δ’ αὐτὸ καὶ ταύτης αὐτῆς τῆς αἰτίας αἴτιον, ὅτι γοῦν ἡγοῦνται τὸν ἄδικον ποιήσαντα ἤδη καὶ ἀδίκως ποιῆσαι καὶ ἄδικον εἶναι. τοῦτο δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ ὁπωστιοῦν ποιεῖν ὡς δεῖ ποιεῖ, ἀλλ’ ἄν ὁ δοῦλος ὡς δοῦλος ποιήσῃ τι ὁμοίως οὐδὲ τὸ ἀδικεῖν τὸ ὁπωσοῦν ἄδικον |ποιεῖν, ὡς πολλάκις εἴρηται, ἀλλὰ τὸ καθ’ ἕξιν τοιάνδε καὶ οὕτως ἔχοντά τε καὶ διακείμενον. οὐ γὰρ τὸ ἁπλῶς τέμνειν ἰατρεύειν ἐστὶν ἀλλὰ τὸ καθ’ ἕξιν καὶ ἐπιστήμην ἰατρικήν· εἰ δὲ τὸ καθ’ ἕξιν τὰ ἄδικα ποιεῖν ἀδικεῖν ἐστιν, οὐ μόνον οὐ ῥᾴδιον τῷ δικαίῳ τὰ ἄδικα ποιεῖν, ἀλλὰ καὶ ἀδύνατον. ὡς γὰρ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, αἱ μὲν ἐπιστῆμαι τῶν ἐναντίων εἰσίν, οὐκέτι δὲ καὶ αἱ ἕξεις. Ἔστι δὲ τὰ δίκαια ἐν τούτοις. Τὸ διὰ τῆς λέξεως ταύτης δηλούμενον εἰ καὶ ἀσαφὲς ἀλλ’ οὖν τοι- οῦτόν ἐστι. φησὶ γὰρ ὅτι τῶν δικαίων τὸ μέν ἐστι νεμητικὸν τὸ δὲ ἐπανορθωτικόν, ταῦτα δὲ ἐν τούτοις ἐστίν, ἐν τοῖς μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, ἐν οἷς ἐστι καὶ ἡ εὐδαιμονία. ἁπλῶς δὲ ἀγαθά ἐστι τὰ τῇ αὑτῶν φύσει ἀγαθά, τὰ δ’ ἄλλα ὀργανικὰ καὶ δυνάμει ἀγαθὰ ὄντα τοῖς κτὰ φὑσὶν ἔχουσιν οὐ τοῖς παρὰ φύσιν· ταῦτα δέ ἐστιν ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις, ὡς πλοῦτος τιμαὶ δυναστεῖαι πολιτικαὶ <καὶ> εἴ τι τοιοῦτον. ἐν τούτοις ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις καὶ τὸ πλεονεκτεῖν καὶ μειονεκτεῖν. κατ’ ἀρετὴν δὲ οὐ γίνεται πλεονεξία· οὐδὲ γὰρ οἷόν τε τὴν ἄλλου ἀρετὴν λα- βόντα τινὰ ἡ βιασάμενον ἀφελέσθαι ὥσπερ χρήματα κτήματα πολλὰς τιμάς. τούτου γὰρ δηλωτικὸν νῦν τὸ ἔχουσι γὰρ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. τῷ γὰρ δύνασθαι τούτων τῶν ἀγαθῶν καὶ πλέον τινὰ ἔχειν καὶ ἔλαττον παρὰ τὴν τούτων διανομήν τε καὶ ἐπανίσωσιν τὰ δίκαιά ἐστιν. περὶ γὰρ τὴν τῶν ἀγαθῶν ἐπανίσωσίν τε καὶ νομὴν τὸ δίκαιον, ἐπεὶ μὴ οἷς γε τοιοῦτον ἀγαθόν, τούτοις οὐδὲ δίκαιόν τι τῶν εἰρημένων ἐστιν οἷς γὰρ οὔτε πλοῦτος οὔτε δόξα οὔτε ἀρχὴ οὔτε τι τῶν τοιούτων ἐστὶν ἀγαθῶν, ἃ καὶ μόρια ἐκάλεσε, τούτοις οὐδὲ δίκαιόν τί ἐστι νεμητικὸν ἢ ἐπανορθωτικόν ἐν γὰρ ἀγαθοῦ τινος ἢ ὠφελίμου νομῇ ἴσῃ κατ’ ἀναλογίαν τὸ νεμητικὸν δίκαιον καὶ ἐπανορθωτικόν, εἴ γε ἐπανισοῖ τὸν πλεονεκτοῦντα καὶ τὸν πλεονεκτούμενον. ἔστι δὲ ὁ πλεονέκτης οὐκ ἐν τῷ τυχόν τι πλέον αὑτῷ νέμειν ἀλλ’ ἐν τῷ ἀγαθοῦ τινος· διὸ καὶ οἱ ἀδιάφορα τὰ τοιαῦτα τοῖς ἀνθρώποις λέγοντες καὶ ἔτι μᾶλλον μηδὲ ἀξίαν τινὰ διδόντες αὐτοῖς ἀλλ’ ἐπ’ ἴσης αὐτὰ λέγοντες τοῖς ἀντικειμένοις, ὧν ἦν πρότερον μὲν Ἀριστώνυμος, νῦν δὲ καὶ Πλατωνικοί τινες εἶναι προσποιούμενοι, ὑποδυόμενοι δὲ τὴν δόξαν, ὧν εἶναι καὶ Ἀττικὸς δοκεῖ. οὗτοι δὴ καὶ παντάπασι τὴν δικαιοσύνην ἄχρηστον ἀποφαίνουσιν οὔτε γὰρ τῶν κατὰ τὰς ἀρετὰς ἀγαθῶν ἡ δικαιοσύνη νεμητικὴ ἢ ἐπανορθωτική, τό τέ τινα ταῦτα ζητεῖν τῶν πάνυ ἀδιαφόρων ἄχρηστόν ἐστιν. οἷον ἴσως τοῖς θεοῖς. τὸ ἴσως πρόσκειται διὰ τὸ ἀλλαχοῦ αὐτὸν εἰπεῖν ὡς οὐκ ἔστιν ἀρετὴ θεοῦ τῷ ἀνώτερον ἀρετῆς αὐτὸν εἶναι. τοῖς δ’ οὐθὲν μόριον ὠφέλιμον. οἷς γὰρ μηδὲν τῶν τοιούτων ἀγαθῶν νομῇ τε καὶ ἰσότητι, οἷς δὲ ἡ ποιὰ τούτων νομή τε καὶ ἰσότης ὠφέλιμος, καὶ μέχρι τινὸς αὐξόμενα ἢ μειούμενα ὠφελεῖν τοὺς ἔχοντας δύνανται καὶ ἐν τῇ ποιᾷ χρήσει αὐτῶν καὶ συμμιξει τὸ ὠφέλιμον ἐν τούτοις ἐστὶ καὶ τὰ δίκαια, καὶ τοῦτό ἐστιν ἀνθρώπι- νον ἀγαθὸν δικαιοσύνη. Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. Ὡς τοῦ ἐπιεικοῦς καὶ τῆς ἐπιεικείας περὶ τὸ ἐπανορθωτικὸν δίκαιον καταγινομένων νῦν περὶ αὐτοῦ ποιεῖται τὸν λόγον καὶ ἐπαπορεῖ, λύει δὲ μάλα ἐπιστημόνως. φησὶ γὰρ ὅτι τὸ ἐπιεικὲς ὑπὸ τὸ αὐτὸ γένος ὁρᾶται παρὰ τὸ δίκαιον. καὶ γὰρ ἤτοι τὸ ἐπανορθωτικὸν ὁρᾶται καὶ ἔστι τινὸς δικαίου βέλτιον, τοῦ νομίμου φησίν, ὥσπερ καὶ τὸ φύσει δίκαιον βέλτιον λέγομεν τοῦ νομίμου. καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν, τοῦ τε δικαίου καὶ ὃ παραβαίνει τὸ ἐπιεικὲς καὶ τοῦ ἐπιεικοῦς. οὐ γὰρ παντὸς δικαίου κρεῖττον λέγει τὸ ἐπιεικές, εἴ γε καὶ αὐτὸ ὡς εἶπε δίκαιόν ἐστιν οὐδὲν οὐδὲ ἑαυτοῦ τοῦ κρεῖττον καὶ χεῖρον· εἴη γὰρ ἄν αὐτὸ ἑαυτοῦ χεῖρον, εἴ γε καὶ κρεῖττον· τὸ γὰρ κρεῖττον χείρονος κρεῖττον· ἀλλὰ κρεῖττον τὸ ἐπιεικὲς δικαίου τοῦ κτὰ συνθήκην τε καὶ νόμον ἐπανόρθωμα γάρ τοι τοῦ τοιούτου δικαίου. ὅτι ’δε ἀναγκαῖον ἡ κάτα νόμιμον τε καὶ ἔγγραφον ἁμάρτια, ἧς τὸ ἐπιει- κὲς ἐπανορθωτικόν ἐστιν, ἑξῆς λέγει. εἰ γὰρ μὴ οὕτως εἶχε μηδὲ ἦν ἀναγκαῖον περὶ ἔνια ἡ ἁμαρτία τῶν νομίμων δικαίων ἀλλ’ ἦν ὅλως ἡμαρτημένον, οὔτ’ ἂν δίκαιον ἦν οὔτε ἐπαινετόν, ἀλλ’ ἦν ἄν δίκαιον ἐπανορ- θωθὲν οὐ τὸ διημαρτημένον. μὴ ὄντος δὲ τοῦ διημαρτημένου δικαίου, οὐδ’ ἄν τὸ ἐπιεικὲς ἦν ἐπανόρθωμα δικαίου τινὸς καὶ κάλλιον δικαίου τινός, ἀλλ’ ἦν ἄν αὐτὸ μὲν δίκαιον, ἐκεῖνο δὲ οὐ δίκαιον. ὅτι οὖν ἀνάγκη κατὰ τοὺς ἐγγράφους νόμους ἁμαρτάνεσθαί τινα δείκνυσιν. οὐ τὸ κατὰ νόμον δέ. ἁμαρτία νόμου τοῦ κατὰ συνθήκην ἐπανόρθωμα. ὁ νόμος καθόλου πᾶς, οἷον τὸν μὴ ἀποδόντα τὴν παρακαταθήκην ἄτιμον εἶναι, τὸν ὑπερβάντα τὸ τεῖχος νυκτὸς τεθνάναι· ὅμως ἐνδέχεταί τινα παρα- καταθήκην μὴ ἀποδοῦναι ἢ ὑπερβῆναι τὸ τεῖχος νύκτωρ ἤ τι ἄλλο ποιήσας μὴ τῷ νόμῳ ὑπεύθυνος εἶναι· ἐν οἷς ἡ ἐπιείκεια δείκνυσι τὸ κατ’ ἐπανόρθωσιν δίκαιον, οἷον ὅτι τῷ μαινομένῳ οὐκ ἀποδοτέον τὸ παρακατα- τεθὲν ξίφος, καὶ τὸν μὴ μετὰ κακίας ὑπερβάντα τὸ τεῖχος ἀλλ’ ἀνάγκης ἐπειγούσης μὴ ἀπάγεσθαι καὶ εἴ τι τῶν ὁμοίων. ἐπανορθοῦν τὸ ἐλλει- φθέν. τοῦτο γὰρ ἔργον τοῦ ἐπιεικοῦς τὸ ἐπανορθοῦν· τοῦ γὰρ νόμου καθόλου ἀπαγορεύοντος ἀλλοτρίας ἀπέχεσθαι γυναικὸς ὅμως ἐν καιρῷ καὶ κατὰ λόγον γινόμενον οὐκ ἔστιν ἀσύμφορον· ἤδη γάρ τις τὴν τοῦ τυράννου γυναῖκα διαφθείρας δι’ αὐτῆς ἠλευθέρωσε τὴν πατρίδα. οὐ τοῦ ἀπλῶς δὲ ἀλλὰ τοῦ διὰ τοῦ ἁπλῶς ἁμαρτήματος. ἀντὶ τοῦ τῇ φύσει καὶ κατὰ φύσιν. καὶ εἴη ἄν τὸ ἁπλῶς πρῶτον μὲν ληφθὲν ἐπὶ τοῦ κατὰ φύσιν, δεύτερον δὲ ἐπὶ τοῦ καθόλου. καὶ γὰρ ὑπερβάντα τὸ τεῖχός τινα ἐπι- κειμένων πολεμίων ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα ἢ μέλλουσαν ἀπολέσθαι ἐξ ἐπιβουλῆς διὰ τὸ μηνῦσαι ἢ διὰ τὸ ἀπόρρητά τινα ἐξειπεῖν ἔσωσεν. ὡσαύτως καὶ ἐπὶ τῆς παρακαταθήκης οὐ γὰρ ἀπέδωκεν ὅτι οὐ καλῶς εἶχεν ὁ παρακαταθέμενος κομίσασθαι) ἀφῆκεν ἐγκλήματος ὁ ἐπιεικὴς καὶ συνέγνω. καὶ ἔστιν αὕτη ἡ φύσις, ἀντὶ τοῦ οὐσί, ἐν ᾗ τὸ εἶναί ἐστιν αὐτοῦ, ἡ τοῦ ἐπιεικοῦς, τοῦ ὡς δευτέρου ἐπιεικοῦς δηλονότι λεγομένου ἀφ’ οὗ παρωνύμως ὁ ἐπιεικὴς λέγεται. ἢ ἐλλείπει διὰ τὸ καθόλου, ἀλλ’ οὐ διὰ τὸ κακῶς κεῖσθαι δηλονότι. τοῦτο γὰρ αἴτιον. οὐ γὰρ ἐπανόρθωμα νόμου ἐπιεικές· οὐ γὰρ ὁ τοὺς κακῶς κειμένους νόμους ἐπανορθῶν ἐπιεικὴς ἀλλ’ ὁ τὸ βλάπτον τῷ νόμῳ διὰ τὸ καθόλου εἰρῆσθαι ἐπανορθῶν οὗτός ἐστιν ἐπιεικής. καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι. ἡ τοιαύτη αὕτη τῶν πραγμάτων φύσις τῆς τοιαύτης διαμαρτίας κατὰ τοὺς νόμους αἰτία. ὅσα γὰρ ἄλλοτε ἄλλως ἔχει καὶ πρὸς τοὺς καιροὺς μεταπίπτει, περί τούτων οὐδὲν οἱ νόμοι λέγουσιν, ἀλλὰ πρὸς τὰ τοιαῦτα τοῖς ψηφίσμασι χρῶνται, οἷον τίσι δεῖ συμ |μαχεῖν πότε ἐξαγωγήν τινος τῶν ἐν τῇ χώρα γινομένων διδόναι καὶ ὅσα τοιαῦτα. οἱ γὰρ καιροὶ καὶ αἱ χρεῖαι τῶν τοιούτων ἕκαστον μηνύουσιν, ὧν ἀορίστων ὄντων ἀδύνατον καθόλου νόμῳ τινὶ καὶ κανόνι τὴν περίληψιν ποιήσασθαι. τὸ γὰρ ὁρίζειν τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον αὐτοῦ. διὸ καὶ συμμεταπίπτει τῇ τοῦ ὁριζομένου φύσει. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ ὁ κανών ἐστι, τουτέστι κατὰ τὸ συμμεταπίπτειν τοῖς καιροῖς καὶ ταῖς τύχαις καὶ ταῖς περιστάσεσι. καὶ τῆς Λεσβίας ἃς οἰκοδομῆς ὁ μολίβδινος κανών· ὅτι οὐκ ἐκ λείων λίθων καὶ ἴσως τιθεμένων καὶ ἀπευθυνομένων ἡ καλουμένη Λέσβιος οἰκοδομία οἰκοδομεῖται. Λεσβία δὲ ὅτι ἐκείνοις ἐν συνηθείᾳ τοῦτο· εἰσοχὰς γὰρ καὶ ἐξοχὰς ἔχοντας τοὺς λίθους ἀνῳκοδόμουν. ὡς οὖν ὁ μολίβδινος κανὼν συσχηματίζεται ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ τὰ ψηφίσματα τοῖς τῶν πραγμάτων ἄλλοτε ἄλλαις χρείαις συμμεταβάλλεται. καὶ τίνος βέλτιον· τοῦ διημαρτημένου δηλονότι καὶ οὐ τοὐ ἀπλῶς καὶ κατὰ φύσιν καὶ καθόλου ἀδιαπτώτου. καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον. τοῦτο προσέθηκε. λέγει δὴ τὸ ἐπὶ τὸ χεῖρον, ἐπεὶ ἁπλῶς γε εἴη ἄν ὁ ἐπιεικὴς καὶ ἀκριβοδίκαιος, εἴ γε ἐν τοῖς δοκοῦσι δικαίοις τὸ ἀκριβὲς δίκαιον ζητῶν ἐπανορθοῖ καὶ τὴν ἐν τούτοις κακίαν. ἐπὶ τὸ χεῖρον δέ εἰσιν ἀκριβοδίκαιοι οἱ τὰ γεγραμμένα ἐν τοῖς νόμοις φυλάσσειν βουλόμενοι κατὰ τὸ ῥητὸν καὶ ἐπὶ τὸ χεῖρον, ὡς ἂν ἀκριβῶς δίκαιον ἐξηγούμενοι τὰ γεγραμμένα. ἀλλ’ ἐλαττωτικός· ἀντὶ τοῦ ἐπὶ τὸ ἔλαττον τὰς κολάσεις τρέπων· οὐ γὰρ πικροτέρως ἐπέξεισι τῷ ποιήσαντι τὸ μοχθηρὸν ὁ ἐλαττωτικός. καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστιν· ἀντὶ τοῦ τὸ ῥητὸν τοῦ νόμου. βοηθοῦν γὰρ ἔχει πρὸς τὸ πικρότερον κολάζειν ὁ ἐπιεικὴς τὸ ῥητὸν τοῦ νόμου, ὃ ἡμάρτηται διὰ τὸ ὡς καθόλου περὶ τοὐ μὴ ἐπιδεχομένου τὴν τοῦ καθόλου ὁμοιότητα τὰς κολάσεις ὁρίζειν. καὶ ἡ ἕξις |αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, τουτέστι τοῦ δικαίου στοχαστική. Πότερον δὲ ἐνδέχεται αὑτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ τῶν εἰρημένων. Φθάνει μὲν οὖν ἤδη περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ἀλλ’ ἐκεῖ μὲν οὐ καθόλου ἐζήτει προηγουμένως, εἰ ἐνδέχεται αὑτὸν ἀδικεῖν, ἀλλ’ ἐπὶ τοῦ ἀκρατοῦς ἐζήτησεν, ὅτι εἰ ὁ ἀκρατὴς ἑκὼν βλάπτων ἑαυτὸν ἀδικεῖ ἑαυτόν. ὅτι γὰρ μὴ καθόλου περὶ τοῦ προβλήματος ἐζήτησεν ἐκεῖ, ὀλίγον προελθὼν μετὰ τὸ δεῖξαι ὅτι ὁ ἀκρατὴς οὐκ ἀδικεῖ ἑαυτόν, δύο εἶπε προβλήματα καταλείπεσθαι, τό τε πότερον ἀδικεῖ ὁ παρ’ ἀξίαν νέμων ἢ ὁ τὸ πλέον ἔχων, καὶ εἰ ἔστι τινὰ ἑαυτὸν ἀδικεῖν, ὡς οὐδέπω τὸν περὶ τούτου τοῦ προβλήματος λόγον πεποιημένος. εἰπὼν δὴ περὶ τοῦ ἑτέρου προβλήματος ὧν εἶπε δύο λοιπῶν καταλείπεσθαι διὰ μέσου, ἀγλα’ τινὰ προσθεὶς ἐπὶ τὸ καταλειπόμενον πρόβλημα τῶν περὶ δικαιοσύνης, ὡς αὐτὸς εἶπε, μέτεισιν, ὅπερ ἐστὶν τὸ εἰ ἐνδέχεταί τινα ἑαυτὸν ἀδικεῖν. τὰ μὲν γάρ ἐστιν αὐτῶν τῶν δικαίων περὶ ἑκατέρας δικαιοσύνης τε καὶ ἀδικίας φησί. προείρηται γὰρ αὐτῷ, ὅτι διττή ἐστιν ἡ δικαιοσύνη, ἡ μέν τις ὡς νομιμότης λεγομένη, ἥτις πάσης ἀρετῆς ἐστι περιεκτική, ἡ δέ τις ὡς μερική, μία τις τῶν πασῶν ἀρετή. ὁμοίως τῇ δικαιοσύνῃ καὶ ἡ ἀδικία διττή. ἐφ’ ἑκατέρας δὴ τὸν λόγον ποιήσεται καὶ δείξει ὅτι κατὰ μηδέτερον ἔστιν ἀδι- κεῖν ἑαυτόν. καὶ πρῶτόν γε ὅτι μὴ κατὰ τὴν καθόλου. ἐπιχειρεῖ δὲ πρῶτον ’τον εἰς τὸ ἐναντίον, ὅτι ἀδικεῖ ἑαυτὸν οὕτως, εἰ κτὰ τὴν δικαιοσύνην ἐκείνην πᾶν τὸ κατὰ νόμον καθ’ ἡντιναοῦν ἀρετὴν γινόμενον δίκαιόν ἐστι καὶ τὸ παρὰ τὸν νόμον γινόμενον πᾶν ἄδικον. οὐ κελεύει δὲ ὁ νόμος ἀποκτιννύναι ἑαυτόν. ὁ δὴ παρανομῶν ἀδικεῖ. ἐπεὶ δὲ ὁ ἀδικῶν τινα ἀδικεῖ, ὁ δὲ ἑαυτὸν ἀναιρῶν ἐν τῷ τοῦτο ποιεῖν παρανομεῖ, παρανομῶν δὲ ἀδικεῖ, ἑαυτὸν ἄρ εἴη ἄν ἀδικῶν. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων, τουτέστι μὴ ἀμυνόμενος τυχόν τινα ὑβρίσαντα ἀδικεῖ ἄρα, ἀντὶ τοῦ παρανομεῖ. ἀλλ. ὰ τίνα; οὐ γὰρ ἑαυτὸν ἀδικεῖ πῶς ὁ ἑκὼν αὑτὸν ἀναιρῶν; δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν ὅτι μηδεὶς ἑκὼν ἀδικεῖται), ἀλλὰ δηλονότι τὴν πόλιν. συγχωρῶν γὰρ ἀδικεῖν τὸν παρὰ τὸν νόμον ἑαυτὸν ἀδικοῦντα μὴ μὴν ἑαυτὸν, ὅπερ ἦν τὸ ζητούμενον, πει- ρᾶται δεικνύναι, ὅτι τὴν πόλιν ἀδικεῖ καὶ διὰ τί λέγει. ᾗ μὲν ἀφαιρεῖταί τινα τὴν πόλιν, ἄρχοντα ἢ στρατιώτην ἢ ἀστράτευτον ἢ ἀρχόμενον, εἰ οὕτω τύχοι, ταύτῃ δόξαι ἄν τὴν πόλιν ἀδικεῖν, ᾗ δὲ ἑκὼν ἑαυτὸν ἀναιρεῖ, ἀδικῶν διὰ τὸ παρανομεῖν οὐχ ἑαυτὸν ἀδικεῖ, καθὰ λέλεκται, ἀλλὰ τὴν πόλιν. ἢ τὴν πόλιν, τουτέστιν ἑαυτὸν ἀναιρῶν ζημιοῖ πολίτου τὴν πό- λιν. δι’ ὃ ἡ πόλις ζημιοῖ τοὺς τὰ τοιαῦτα δηλονότι ἄντικρυς αὐτὴν βλάπτοντας. αἱ γὰρ τῶν πόλεων ζημίαι ὑπὲρ τῶν τὰ κοινὰ πλημμελούντων γίνονται. πάντα γὰρ ἐφ’ οἷς αἱ κολάσεις τε καὶ ζημίαι ἐπὶ τῶν κοιἐκεῖ] ναντι καὶ μηκέτι ὄντι παρὰ τῆς πόλεως, ἐδήλωσε προσθεὶς τὸ καί τις ἀτιμία πρόσεστι τῶ ἑαυτὸν ἀποκτείναντι. ἀτάφους γὰρ αὐτοὺς κε- λεύουσι ῥίπτεσθαι, ἤ τινα ἄλλην τοιαύτην ἀτιμίαν ὁρίζουσιν οἱ νόμοι κατ᾿ αὐτῶν. Ἔτι καθ’ ὃ ἄδικος ὁ μόνον ἀδικῶν. Δείξας κατὰ τὴν κοινήν τε καὶ καθόλου δικαιοσύνην τε καὶ ἀδικίαν μὴ οἷόν τε εἶναι ἑαυτὸν ἀδικεῖν, μέτεισιν ἐπὶ τὴν ἑτέραν δικαιοσύνην, ἥτις μία τῶν ἀρετῶν ἐστι, καὶ τὴν ἀντικειμένην αὖ τῇ δικαιοσύνῃ, ἥτις ἐστὶ πλεονεξία δι’ ὃ οὐ παράνομος· κοινὸς γὰρ οὗτος οὐκ ἐν μόνῳ τῷ ἀδικεῖν ἀλλ’ ἐν πάσι φαῦλός ἐστι. τοῦτο γὰρ ἄλλο ἐκείνου· τουτέστι τὸ ἄδικος τοῦ ὡς ὅλου. ὥσπερ ὁ δειλός· τῇ τούτου παραθέσει πῶς ἐστιν ἄλλος ἔδει- ξεν· οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, τουτέστιν οὐχ ἅπασαν ἀλλὰ δηλονότι μίαν, τὴν ἀντικειμένην τῇ ἀνδρείᾳ. ὥστ’ οὐδὲ κατὰ ταύτην ἀδικεῖ, τὴν ἰδίως δηλονότι λεγομένην ἀδικίαν. τὸ δὲ ἀδικεῖν πρόσκειται ὡσανεὶ τοῦ λόγου δηλοῦντος ὅτι ἑαυτόν τις οὐκ ἀδικεῖ. καὶ διὰ τί λέγει· ἐπεὶ γὰρ ἦν ὁ οὕτως ἄδικος πλεονέκτης καὶ ἄνισος, ὁ δὲ πλεονεκτῶν τινα πλεονεκτεῖ, οὗ πλέον ἔχει ὁ μὲν γὰρ πλεονεκτῶν πλέον ἔχει ἀγαθοῦ τινος, ὁ δὲ πλεονεκτούμενος ἔλαττον ἔχει), εἰ δή τις ἑαυτὸν ἀδικῶν, κατὰ τὴν ἀδικίαν ταύτην ἑαυτὸν ἄν πλεονεκτοίη. εἰ δὲ τοῦτο, καὶ πλέον καὶ ἔλαττον ἅμα ἔχει καὶ ὃ ἀφῄρηται ὡς ἀδικούμενος τοῦτο ἕξει ὡς ἀδικῶν. ἄτοπον δὲ τοῦτο καὶ ἀδύνατον. τὸ γὰρ δίκαιον καὶ τὸ ἄδικον ἐν πλείοσίν ἐστιν, ὡς εἴρηται, καὶ οὐχ ἑνὶ αὐτῷ πρὸς ἑαυτόν. τοῦτο δὲ ἀδύνατον. αὐτὸς γὰρ ἀδικῶν ἑαυτὸν ὑφ’ ἑαυτοῦ ἀδικεῖται. ἅμα γοῦν ὁ αὐτὸς ἀδικῶν ἀδικεῖται εἷς ὢν τῷ ἀριθμῷ ἀδύνατον οὖν. ἐν πλείοσι γὰρ ἀεὶ καὶ τὸ νεμητικὸν δίκαιον καὶ τὸ διορθωτικόν, ὁμοίως καὶ τὸ τούτῳ ἀντικείμενον ἄδικον. καὶ οὐκ αὐτὸ πρὸς αὐτὸ ἀλλ’ ὁμοίως ἐν πλείοσιν. Ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως. Καὶ τοῦτο δεικτικὸν τοῦ ὡς οὐχ οἷόν τέ ἐστιν αὐτὸν ἑαυτὸν ἀδικεῖν. καὶ πρότερον, τουτέστι τὴν ἀρχὴν ἔχοντος ἐν αὑτῷ τοῦ ἀδικοῦντος καὶ τοῦ ἀρχομένου. ὁ γὰρ ἀρχόμενος τοῦ βλάπτειν οὗτος ἀδικεῖ, ὁ δὲ ἀμυνόμενος καὶ διότι ἔπαθε τὰ αὐτὰ ἀντιποιῶν τὸν δράσαντα οὐ δοκεῖ ἀδικεῖν. ταῦτα γὰρ παρέθετο τοῦ προτέρου ἐξηγητικά. εἰ δὴ δεῖ τῆς βλάβης τὴν ἀρχὴν ἐν τῷ ἀδικοῦντι εἶναι καὶ οὐκ ἐν τῷ ἀδικουμένῳ καὶ δὴ ἄλλον εἶναι τὸν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς βλάβης παρὰ τὸν ἀδικούμενον, οὐκ ἄν εἴη αὑτὸν ἀδικεῖν. ἕτερος γὰρ αὐτὸς ἑαυτοῦ. καὶ διὰ τοῦτο πλείους ὁ αὐτὸς εἷς ὢν ὑπάρξει, ὃ ἀδύνατον. εἰ γὰρ ἅμα βλάπτει καὶ βλάπτεται, εἴη ἂν ἀντιδι ποιῶν καὶ οὐ καταρχόμενος. οὕτω δὲ οὐκ ἄν ἀδικοίη τις ἑαυτόν τί γὰρ μᾶλλον ἄρχεται ἢ ἀμύνεται; ἡ γὰρ αὐτὴ ἀρχὴ τοῦ τε πάσχειν καὶ τοῦ ποιεῖν ἐστιν· εἰ οὐδεὶς ἑκὼν ἀδικεῖται, οὐδὲ ἑαυτὸν οὐδεὶς ἀδικεῖ. τὸ δὲ πρῶτον, καὶ τὸ δεύτερον ἄρα ὁ ἑαυτὸν ἀδικῶν ἑαυτὸν πλεονεκτεῖ, ὁ ἑαυτὸν πλεονεκτῶν ἅμ πλέον καὶ ἔλαττον ἔχει, ὁ ἄρα ἑαυτὸν ἀδικῶν οὗτος ἅμα πλέον ἔχει καὶ ἔλαττον, ὅπερ ἀδύνατον. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖ- σθαι. ἐχρήσατο ταύτῃ τῇ ἐπιχειρήσει καὶ ὅτε ἐδείκνυτο ὅτι ὁ ἑαυτὸν σφάττων οὐκ ἀδικεῖ ἑαυτὸν ἀλλὰ τὴν πόλιν. διὸ καὶ νῦν βραχέως αὐτοῦ ἐμνημόνευσε. πρὸς δὲ τούτοις ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ. ἡ ἐπιχείρησις τοιαύτη ἐστίν· εἰ τὸ ἀδικεῖν ἐνεργεῖν ἐστι περὶ τὰ καθ’ ἕκαστα, εἴη ἄν τὸ ἀδικεῖν ἐν τοῖς κατὰ μέρος ἀδικήμασι γινόμενον· ἀλλὰ μὴν τῶν κατὰ μέρος ἀδικημάτων οὐδὲν οἷόν τε πρὸς αὑ- τὸν γίνεσθαι· ὥστε οὐδ’ ἂν ὅλως τὸ ἀδικεῖν πρὸς ἑαυτὸν εἴη. ὡς γὰρ οὐδεὶς τὴν ἑαυτοῦ γυναῖκα μοιχεύει, οὕτως οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ οἶκον· εἰ δὲ μηδὲν τῶν κατὰ μέρος ἀδίκων οἷόν τε πρὸς ἑαυτὸν ποιεῖν οὐδὲ ἑαυτὸν ἀδικεῖν ὅλως εἴη ἄν. ὅλως δὲ λύεται τὸ ἑαυτὸν ἀδικεῖν κατὰ τὸν διορισμὸν τὸν περὶ τὸ ὗ’ ἑκουσίως ἀδικεῖσθαι. τὸ γὰρ παρὰ τὴν αὐτοῦ βούλησιν κατὰ τὸ ἑκούσιον βλαπτόμενον εἶπεν ἀδικεῖσθαι· οὐχ οἷόν τε δὲ παρὰ τὴν αὐτοῦ βούλησιν ἀδικεῖσθαι τὸν αὐτὸν ὑφ’ ἑαυτοῦ ἀδικούμενον ἑκουσίως. Φανερὸν ’δε ὅτι καὶ ἄμφω μὲν φαῦλα καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. Τοῦτο τοιοῦτόν ἐστι· παράβασις γὰρ τοῦ μέσου καὶ τοῦ συμμέτρου. εἰ γὰρ τὸ ἴσον καὶ τὸ μέσον ἀγαθόν, ἡ τούτου παράβασις κακόν, τὸ δὲ πλεῖον ἔχειν ἐστὶ <παράβασις> τοῦ μέσου, τοῦ ἴσου δηλονότι καὶ ἀγαθοῦ. καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ. διὰ τῶν παραδειγμάτων συνέστησεν, ὅτι ἀμφότερα οὕτως ἔχει. ὡς γὰρ τὸ ὑγιεινὸν τὸ ἐν ἰατρικῇ, ὃ ἔστιν ἐν συμμετρίᾳ τινῶν, <οὗ> ὅ τε τὸ πλέον καὶ (6) τὸ ἔλαττον ἔχων ἐκπεπτώκασιν, ὁμοίως καὶ τοῦ εὐεκτικοῦ τοῦ ἐν γυμναστικῇ καὶ γὰρ καὶ τοῦτο ἐν συμμετρίᾳ τινῶν), οὕτω δὴ καὶ ἐπὶ τοῦ μέσου τε καὶ ἴσου, ὅπερ ἐστὶ δίκαιον, ἔχει. ἔστι δὲ συμμετρία ἐν ἰατρικῇ τυχὸν ὁμοιομερῶν τινῶν ἢ δυνάμεων ὁρατῶν, θερμοῦ εἰ τύχοι ἢ ψυχροῦ ἢ ξηροῦ ἢ ὑγροῦ. καὶ κακίας, τουτέστιν ἀπὸ κακίας τῆς ἀδικίας · γίνεται. μέγιστα δὲ τῶν κακῶν αἱ κακίαι ὥσπερ τῶν ἀγαθῶν αἱ ἀρεταί. τελείας δὲ εἶπεν οἱονεὶ μετὰ παρανόμου ἢ τῆς κυρίως ἀδικίας. |ἡ γὰρ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχει. ὅτι γὰρ οὕτω λέγει νῦν τὴν τελείαν κακίαν, δῆλον ἐξ ὧν ἐπήνεγκεν· οὐ γὰρ ἂρ πᾶν τὸ ἑκούσιον μετὰ ἀδικίας· οἱ γὰρ δι’ ὀργὴν ἑκόντες μὲν ποιοῦσιν, οὐ μήν γε καὶ κατὰ προαίρεσιν. οἱ δὲ οὕτω ποιοῦντες οὐδέπω μὲν κατὰ κακίαν ποι- οῦσιν. ἐγγὺς γάρ εἰσι τοῦ εἶναι τοιοῦτοι ἡττώμενοί γε τῶν παθῶν. ἢ τῆς τελείας καὶ ἁπλῶς· ἢ τῆς τελείας κακίας. τελεία γὰρ καὶ αὕτη κακία ἐστὶ πάσας περιέχουσα τὰς κακίας, διὸ καὶ ἁπλῶς κακία ἐστὶ καὶ λέγεται. ἢ νῦν οὐκ ἐκείνην λέγει τὴν τελείαν κακίαν ἀλλὰ τὴν κυρίως κακίαν καὶ ἀδικίαν· αὕτη δὲ ἦν ἡ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχουσα. οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίας. ἐπὶ πλέον γὰρ τὸ ἑκούσιον καὶ τὸ βού- λεσθαι καὶ θέλειν. κατὰ συμβεβηκὸς δ’ οὐθὲν κωλύει μεῖζον κακόν· εἰ οἱ ἀδικήσαντες τούτους μὴ κατ’ ἄκραν ἀδικίαν ἠδικήκασιν ἀλλ’ ὡς οἱ ἑκόντες μέν οὐ μὴν καὶ προαιρούμενοι. τῶν γὰρ καθ’ αὑτό ἐστιν ἐξεταστικὴ ἡ τέχνη. τὸ δὲ μεῖζον κακὸν πρόσκειται οἱονεὶ τῷ ἀδικηθῆναί τις ὑπερλυπηθεὶς κατέσφαξεν ἑαυτόν. ἀλλὰ πλευρῖτιν. καίτοι δύναταί ποτε κατὰ συμβεβηκὸς τὸ πρόσπταισμα μεῖζον γενέσθαι κακόν. ὁ γὰρ προσπταίσας καὶ καταπεσὼν καὶ διὰ τοῦτο ληφθεὶς ὑπὸ τῶν πολεμίων κατὰ συμβεβηκὸς †μετὰ ἀδικίαν φρενῶν, ἐν μείζονι κακῷ γέγονε διὰ τὸ πρόσπταισμα. τοῦ δὲ ***τί δέοντος ἢ πλεῖ ***οὐκοῦν καὶ ὁ περὶ τῶν τοιούτων ἀγαθῶν καὶ κακῶν διαλαμβάνων καὶ κριτὴς ὢν καὶ τεχνίτης τοῦ καθ’ αὑτὰ καὶ τῇ αὐτοῦ φύσει φευκτότερα ἀπλῶς μεῖζον κακὸν λέγει τοῦ τῇ μὲν οἰκείᾳ φύσει ἐλάττονος. δυναμένου δέ ποτε κατὰ συμβεβηκὸς γενέσθαι μείζονος κακοῦ. Κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητά ἔστι. |Δοκεῖ διὰ τοῦτο μνημονευκέναι καὶ δεδειχέναι, ὅτι τὸ οὕτως λεγόμενον δίκαιον κατὰ μεταφοράν τε λέγεται καὶ οὐ κυρίως διὰ τοὺς τὴν δικαιοσύνην ὁριζομένους ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν. λέγει δὲ τοῦτο Πλάτων’. οὐ πᾶν δὲ δίκαιον. οὐ γὰρ τὸ πολιτικὸν καὶ κυρίως λεγόμενον, ἀλλ’ ἤτοι τὸ δεσποτικόν, ὃ οὐ, φησίν, ἐν τοῖς κυρίως δικαίοις ἠριθμεῖτο. οὐ γὰρ ἔστι τι δίκαιον οἰκέτῃ πρὸς δεσπότην, καθὼς ἀνώτερον εἴρηται. ἀλλὰ τὸ δεσποτικόν. μεῖζον κακόν. ἐπιστῆσαι ἄξιον, πῶς τοῦτο εἴη ἄν ἀληθές. πᾶσα γὰρ καὶ ἡ μεγίστη βλάβη ἐλάττων ἐστὶν ἀδικίας καθ’ ἣν ἀδικεῖ ὁ ἀδικῶν. ἢ τοῦτο ἔσται, ὅταν ὁ ἀδικηθεὶς εἰς κακίαν καὶ ὠμότητα ἐξέχῃ λέγειν πόθῳ τοῦ τὸν ἀδικήσαντα πολλὰ καὶ ἀνήκεστα ποιῆσαι κακά, ὡς ἤδη τινὲς ἀδικηθέντες ὑπό τινων εἰς λῃστείαν μετέβαλον καὶ δράσαντες τὰ ὠμότατα καὶ ἀδικώτατα καὶ τελευταῖον αὐτοὶ ληφθέντες ἀνεσκολοπίσθησαν. ἐν τούτοις γὰρ τὸ ἀδικηθῆναι κατὰ συμβεβηκὸς μεῖζον κακὸν ἦν †τοῖς ἀδικήσασιν αὐτοὺς τοῦ ἀδικηθῆναι, εἴ γε πρὸς τῇ τῆς κακίας ἐπιτάσει, ἣν ἔσχον διὰ τὸ ἀδικηθῆναι, πρόσεστι καὶ ἡ εἰς τὸ σῶμα κόλασίς τε καὶ κακία καὶ ἡ ἐξ ἀρχῆς βλάβη. ἐν τούτοις γὰρ τοῖς λόγοις δι- έστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον. τὸ μὲν γὰρ λόγον ἔχει τῆς ψυχῆς, τὸ δὲ ἄλογον· τοιαύτην δὲ ἔσχηκε διάστασιν ἀπ’ ἀλλήλων, ὡς εἶναι κατὰ φύσιν τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. τοῦτο δὲ τὸ δίκαιόν φησιν ἢ δεσποτικὸν ἢ οἰκονομικόν. εἰς γὰρ ταῦτα ἀποβλέ- πουσι δοκεῖν ἔστι τῷ πρὸς ἑαυτὸν δίκαιον εἶναί τι ἢ ἄδικον. δίκαιον μὲν γάρ, ὅταν τὸ μὲν πεφυκὸς ἐν αὑτῷ τὴν ἀρχὴν ἔχῃ, τὸ δὲ ἄρχηται, ὅταν δ’ ἀνάπαλιν γίνηται καὶ ἄρχῃ μὲν τὸ ἄλογον, ἄρχηται δὲ τὸ λογικόν, ἀδικία· ὡς ἄν ὁ δοῦλος τοῦ δεσπότου ἄρχῃ. ἐν γὰρ τῷ ἀκρατεῖ ἡ τῶν προειρημένων μερῶν ἀδικία, ὡς ἐν τῷ ἐγκρατεῖ καὶ σώφρονι ἡ τῶν αὐτῶν τούτων δικαιοσύνη. ὑπείκει γὰρ τὰ πάθη τῷ λόγῳ ἢ τῷ δεσποτικῷ δικαίῳ κυρι- ευόμενα, ὡς ἐπὶ τῷ ἐγκρατεῖ, ἢ τᾷ οἰκονομικῷ διαταττόμενα καὶ τῷ κρείττονι παραχωροῦντα, ὡς ἐπὶ τοῦ σώφρονος ἔστιν ἰδεῖν.