Ancient Greek
166
Euthalius Diaconus, Apodemiae Pauli 166
Unproofread scanNot analysed yet
ἐτα εἰς Συρακούσας. Εἶτα εἰς Ῥήγιον. Κἀκεῖθεν εἰς Ποτιόλους. Κἀκεῖθεν πεζὸς ἀνῆλθεν εἰς Ῥώμην, ἀπαντησάντων αὐτῷ τῶν ἀδελφῶν, εἰς Ἀππίου φόον καὶ Τρεῖς Ταβέρνας, καὶ λοιπὸν εἰσελθὼν εἰς Ῥώμην. καὶ διδάξας χρόνον ἱκανὸν, ὕστερον ἐν αὐτῇ τῇ Ῥώμῃ ἐμαρτύρησεν, αὐτόθι τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος. Ῥωμαῖοι δὲ περικαλλέσιν οἴκοις καὶ βασιλείοις τὰ λείψανα τούτου καθείρξαντες, ἐπέτειον αὐτῷ μνήμης ἡμέραν πανηγυρίζουσι, τῇ πρὸ τριῶν καλανδῶν Ἰουλίων αὐτοῦ τὸ μαρτύριον ἑορτάζοντες. Πολλὰς δὲ καὶ πρὸ τούτου ἤδη παραινέσεις ὑπέρ τε βίου καὶ ἀρετῆς, ὁ μακάριος ἐποιήσατο, καὶ πολλὰ περὶ τῶν πρακτέων τοῖς ἀνθρώποις εἰσηγήσατο. Ἐτι δὲ καὶ ὅλως διὰ τῆς ὑφῆς τῶν δεκατεσσάρων ἐπιστολῶν τούτων, τὴν ὅλην ἀνθρώποις διέγραψε πολιτείαν. Ἀναγκαῖον δὲ ἡγησάμην ἐν βραχεῖ καὶ τὸν χρόνον ἐπισημειώσασθαι τοῦ κηρύγματος Παύλου, ἐκ τῶν χρονικῶν κανόνων Εὐσεβίου τοῦ Παμφίλου τὴν ἀνακεφαλαίωσιν ποιούμενος. Ἔνθα δὴ τὴν βίβλον μετὰ χεῖρας εἰληφώς, καὶ ταύτην ἀναπτύξας, εὑρίσκω τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος γεγενημένον, καὶ τὴν τριήμερον δὲ εὐθὺς ἀνάστασιν, καὶ πάλιν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Χριστοῦ. Καὶ μεθ´ ἡμέρας τινὰς ὀλίγας, εἶδον ἐκεῖ τοὺς ἀποστόλους προχειριζομένους εἰς διακονίαν τὸν αὐτοφερώνυμον Στέφανον, καὶ τοὺς ἀμφ´ αὐτόν. Καὶ μετέπειτα στάσιν Ἰουδαίων πἀλιν καταλαμβάνω, καθὼς ἤδη προείπομεν, καὶ τὸν Στέφανον ἀγωνιζόμενον ἐκεῖσε, καὶ τὸν Παῦλον συνειδοκοῦντα πάνυ τῷ φόνῳ. Ὃς μικρὸν ὕστερον τοῖς ἄρχουσι τῶν Ἰουδαίων παραστὰς, ἐπιστολὰς ἐκομίζετο πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους κατὰ τῶν μαθητῶν. Κατὰ δὲ μέσην τὴν ὁδὸν, ἡ κλῆσις αὐτῷ γεγένηται παρὰ τοῦ Θεοῦ, ὡς μικρῷ προσαναλωθηναι τὸ ἔτος ἐκεῖνο. Ἐπιλαβομένου δῆτα τοῦ ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, κατάρξασθαι τὸν Παῦλον τοῦ κηρύγματος, φησίν ἡ ἱστορία· καὶ τὴν ἅπασαν οἰκουμένην διαδραμεῖν, εὐαγγελιζόμενον τὴν εἰς Χριστὸν εὐσέβειαν, μέχρι τρισκαιδεκάτοῦ ἔτους Κλαυδίου Καίσαρος, ἡγεμονεύοντος τότε τῆς Ἰουδαίας Φήλικος· ἐφ´ οὗ κατηγορηθεὶς ὑπὸ Ἰουδαίων, τὴν ἀπολογίαν ἐποιήσατο Παῦλος. Ὃς δὴ τὸν ἀπόστολον εἰς τὸ κατὰ Καισάρειαν δεσμωτήριον καθεῖρξεν ἐπὶ δυσὶν ἔτεσι. Μεθ´ ὃν διαδεξάμενος τὴν ἀρχὴν Πόρκιος Φῆστος, εὐθὺς ἀνακρίνειν ὥρμησε τὸν Ἀπόστολον, τοῖς Ἰουδαίοις μεγίστην χάριν ἐντύτω κατατιθέμενος. Τότε οὖν ὁ μακάριος νομίσας οὐκ ἄλλως ἀπαλλαγήσεσθαι τῆς ἐπιβουλῆς, ἢ Καίσαρα ἐπικαλεσάμενος, ἐστὼς ἐπὶ τοῦ βήματος ἐπεκαλεῖτο Καίσαρα, καὶ εἰς Ῥώμην ἐκπέμπεται, πρὸς Καίσαρα Νέρωνα. Συνῆν δὲ αὐτῷ καὶ Ἀρίσταρχος, ὅν καὶ εἰκότως συναιχμάλωτόν που τῶν ἐπιστολῶν ἀποκαλεῖ, καὶ Λουκᾶς ὁ τὰς Πράξεις τῶν ἀποστόλων γραφῇ παραδούς. Κἀκεῖσε οὖν ὁ Παῦλος ἐπὶ τῆς Ῥωμαίων διετίαν ὅλην ἐφυλάττετο. Ταῦτα γὰρ καὶ μέχρι τούτων ἱστορεῖ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, κατὰ´ ἐκεῖνο καιροῦ τὸ βιβλίον