Ancient Greek
167
Euthalius Diaconus, Apodemiae Pauli 167
Unproofread scanNot analysed yet
σκων οὐδὲ τὸ μαρτύριον αὐτοῦ ἐγκατέθετο τῇ βίβλῳ. Καταλιπόντες γὰρ αὐτὸν ἑκεῖ Λουκᾶς τε καὶ Ἀρίσταρχος, ἦλθον. Εὐσέβιος δὲ τοὺς μετέπειτα χρόνους ἀκριβῶς περιεργασάμενος, ἱστόρησεν ἡμῖν ἐν τῷ δευτέρῳ τόμῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας πούτου καὶ τὸ μαρτύριον, καὶ τὸν Παῦλον ἄνετον διατρίψαι, καὶ τὸν τοῦ Θεοῦ λόγον ἀκωλύτως κηρύξαι ἐπισημηνάμενος. Τότε μὲν οὖν ἐπὶ Νέρωνος ἀπολογησάμενον τὸν Παῦλον, αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι ὑπὸ Καίσαρος ἀπολυθέντα, εὐαγγελίσασθαι ἐφ´ ἑτέροις δέκα ἔτεσιν. Εἰς ἄκρον δὲ μανίας ὁ Νέρων ἀφικόμενος, ἀνεῖλε μὲν Ἀγριππίναν πρῶτα τὴν ἰδίαν μητέρα, ἕτι δὲ καὶ τὴν ἀδελφὴν τοῦ πατρὸς, καὶ Ὁκταυΐαν τὴν ἑαυτοῦ γυναῖκα, καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας. Μετέπειτα δὲ καθολικὸν ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν, καὶ οὕτως ἐπὶ τὰς τῶν ἀποστόλων ἦλθε σφαγάς. Μεταστειλάμενος γὰρ τὸν Παῦλον αὖθις τῷ βήματι παριστᾷ. Συνῆλθε δὲ πάλιν ὁ Λουκᾶς αὐτῷ. Ἔνθα δὴ συνέβη τὸν Παῦλον, τριακοστῷ ἕκτῳ ἔτει τοῦ σωτηρίου πάθους, τρισκαιδεκάτῳ δὲ Νέρωνος μαρτυρῆσαι, ξίφει τὴν κεφαλὴν ἀποτμηθέντα. Ἔστι τοίνυν ἀπὸ τοῦ ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, ἐξ οὗ κηρύς. σειν τὸ Εὐαγγέλιον ἤρξατο, ἔως τοῦ εἰκοστοῦ δευτέρου ἔτους, ἔτη τέσσαρα· καὶ τὰ Γαΐου δὲ ὡσαύτως, ἔτη τέσσαρα. Αὖθις δὲ καὶ τὰ Κλαυδίου ἔτη, μικρὸν κλάττω, δεκατέσσαρα. Ὃν διαδεξάμενος Νέρων, τρισκαιδεκάτῳ ἔτει τῆς ἑαυτοῦ ἀρχῆς, τὸν Ἀπόστολον ἀνεῖλεν. Γράφει γοῦν ὁ αὐτὸς ἀπόστολος Παῦλος Τιμοθέῳ, περὶ μὲν τῆς πρώτης αὐτοῦ ἀπολογίας τάδε· «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοισυμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. Μὴ αὐτοῖς λογισθείη. Ὃ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι´ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσι πάντα τὰ ἔθνη. Καὶ ἐρρύσθην ἐκ στόματος λέοντος· «τοῦτον λέγων εἶναι τὸν Νέρωνα. Περὶ δὲ τῆς δευτέρας ἐν ᾗ καὶ τελειοῦται τῷ κατ´ αὐτὸν μαρτυρίῳ, φησί· «Τὴν καλὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε. «Καὶ ὅτι Λουκᾶς ἦν πάλιν σὺν αὐτῷ, μετ´ ὀλίγα τῆς ἐπιστολῆς,» Ἀσπάζεταί σε, γράφει, Θ Λουκᾶς ὁ σὺν ἐμοί.» Ἕστιν οὖν ὁ πᾶς χρόνος τοῦ κηρύγματος Παύλου, εἴκοσι καὶ ἕν ἕτος. Καὶ Γῆ. έᾷᾷς, ϟτῳ κατὰ καισάρειαν δεσμωηρίῳ. Σρὸς δὲ τούτοις πάλν, τὰ ἐν θώνι πρότερα δύο ἔτη, καὶ τὰ τελευταῖα δὲ ἔτη δέκα· ὥστε εἶναι πάντα τὰ ἔτη ἀπὸ τῆς κλήσεως αὐτοῦ μέχρ τῆς τελειώσεως αὐτοῦ, τριάκοντα καὶ πέντε