Ancient Greek
53 to 54
Eutocius, Commentarius in dimensionem circuli 53-54
Not analysed yet
Ἐπεὶ οὖν ἡ ὑπὸ ΖΕΓ τρίτον οὖσα ὀρθῆς δωδέκατον μέρος ἐστὶ τῶν τεσσάρων ὀρθῶν, ταύτης δὲ ἡμίσεια ἡ ὑπὸ ΗΕΓ, ἡ ὑπὸ ΗΕΓ εἰκοστοτέταρτον ἂν εἴη. Ταύτης δὲ ἡμίσεια ἡ ὑπὸ ΘΕΓ· ὥστε μη΄ ἐστιν. Ταύτης δὲ ἡμίσειά ἐστιν ἡ ὑπὸ ΚΕΓ· ϥϚ΄ ἄρα ἐστίν ἧς ἡμίσεια οὖσα ἡ ὑπὸ ΛΕΓ ρϥβ΄ ἐστίν. Κείσθω οὖν, φησίν, ἴση αὐτῇ ἡ ὑπὸ ΓΕΜ, καὶ ἐκβεβλήσθω ἡ ΖΓ ἐπὶ τὸ Μ· ἡ ἄρα ὑπὸ ΛΕΜ διπλασία τῆς ὑπὸ ΛΕΓ ϥϚ΄ ἐστὶ τῶν τεσσάρων ὀρθῶν· ὥστε καὶ ἡ ΛΜ πλευρά ἐστι τοῦ περὶ τὸν κύκλον περιγραφομένου πολυγώνου πλευρὰς ἔχοντος ϥϚ.