Ancient Greek · ~3 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.4
Not analysed yet
Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης: τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε. τέσσαρές τε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέ τε αὐτοῦ πανστρατιᾷ: μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τὶ προελθεῖν ἐξαπιναίως ἔν Ταρσῷ τῆς Κιλικίας.