Ancient Greek · ~6 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.6
Not analysed yet
Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς: λέγερε γὰρ παῤ αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἐξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακισχιλίους τελεῖν: καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων: τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἤ συμμίξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐκάλει. τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος καὶ σκευασάμενος ἐπῆλθεν. ὁρμῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιπτὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα. καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν: ὁ δὲ κόραξ τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα κωλύων εὐθὺ τῷ πολεμοῦντι προσβλέπειν: καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προσηγορίαν: Κορβῖνος γὰρ ὠνομάσθη τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν: καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη: ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.