Ancient Greek · ~3 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.7
Not analysed yet
Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν: ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. τῶν Ῥωμαίων δὲ οὐ συνθεμένων ἀνήφθη πόλεμος μέγιστος, εἵπερ τις ἄλλος. καὶ τοῦτον μὲν ἡττήθησαν οἱ Λατῖνοι καὶ θρίαμβον ἔσχεν ἡ νίκη: τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὅ Ῥῶστρα καλοῦσιν, ἀνδριάντας ἀνέστησαν. τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας. ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. κατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳκίσθη καὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.