Ancient Greek · ~5 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.10
Not analysed yet
Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν: ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ’ ἐκείνου τὸν τρόπον. ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος: συνέμιξαν τοίνυν ἐν Κάνναις χωρίῳ τῆς Ἀπουλίσ̣̔?ʼ: καὶ νικᾶται τῶν ὑπάτων ἑκατέρων τὸ στράτευμα. πίπτει μὲν γὰρ ἕτερος τῶν ὑπάτων, ὁ Παῦλος, ὑπατικοὶ δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι: συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα: ἐπιφανεῖς ἄλλως τριακόσιοι: τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν μὲν τεσσαράκοντα χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι. τῆς δὲ ἀντιπάλου στρατιᾶς ἔπεσον μὲν καὶ αὐτοῖς οὐκ ὀλίγοι: σχεδὸν δὲ ἅπαντες ἐγένοντο τραυματίαι. οὗ δὴ καὶ θαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος. τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιήσαντο: τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατολογίας: τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρατείαν ἐξεδόθησαν.