Ancient Greek · ~3 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.9
Not analysed yet
Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων: καὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης: ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολεμίοις: λαμπρός τε ὢν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι: καὶ αὐτόν τε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος δικτάτωρ ἀναδειχθείς, ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐτὴν προσδοκᾶσθαι ποιῶν ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων: καὶ ποτε ἀπροσδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείττονος ἀνεχώρησε.