Ancient Greek · ~3 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.11
Not analysed yet
Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ Ῥωμαίοις ὁ̣?ʼσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. οἱ δὲ ἔφασαν οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ̓ ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο τρεῖς τε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὓς τῶν νεκρῶν ἐξεῖλε σωμάτων. ἐν τούτοις δ’ ὄντος Ἀννίβου Σκηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταῖς Ἱσπανίαις διατρίβοντα ʽἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου καταλελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας προσνεῖμαι τοῖς Ἄφροισ̓ καλοῦσιν εἰς μάχην καὶ νικῶσι νίκην λαμπράν: αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας. τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαντας δὲ εἴκοσι.