Ancient Greek · ~3 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.7
Not analysed yet
Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον: καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανία πόλιν Ῥωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν. καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρεσβείαν ἐπ’αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντιοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.