Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.8
Not analysed yet
Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας: Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ’ αὐτῷ στρατιὰ τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα ἐλέφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο. ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.