Ancient Greek · ~3 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.26
Not analysed yet
Ἀλλ’ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κακουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων: τὴν τραχύτητά τε τὴν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι: καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτέρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτός τε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων: καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε: πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περιβολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.