Ancient Greek · ~2 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.16
Not analysed yet
Ἰωάννου τοῦ καὶ Κατελλίνου τῆς ἐντεῦθεν μεταστάντος διαίτης, Βόνοσος τοὺς οἴακας τῆς ἐπισκοπῆς Ῥώμης ἐγχειρίζεται, καὶ μετ’ αὐτὸν ἕτερος Ἰωάννης, Πελάγιός τε αὖ. Τῆς δὲ βασιλίδος μετὰ Ἰωάννην ὁ πρό γε αὐτοῦ Εὐτύχιος. Μετὰ δὲ Ἀπολινάριον Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον, μεθ’ ὃν Εὐλόγιος. Ἐπὶ δὲ τὴν Ἱεροσολύμων ἄνεισιν ἱερωσύνην μετὰ Μακάριον Ἰωάννης, ἐν τῇ καλουμένῃ τῶν Ἀκοιμήτων μονῇ τὸν ἄσκευον βίον ἀγωνισάμενος, μηδενὸς νεωτερισθέντος περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν.