Ancient Greek · ~2 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.17
Not analysed yet
Ἀνὰ δὲ τὴν Θεουπολιτῶν καὶ τὴν γείτονα Δάφνην, Τιβερίου Καίσαρος τρίτον ἔτος τὴν βασιλείαν διακυβερνῶντος,κλόνος τε τῆς γῆς γέγονεν ἐξαίσιος ἐς αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον, ὅτε καὶ σύμπασα Δάφνη τῶν σεισμῶν ἔργον γέγονε, τῶν ἐν Θεουπόλει δημοσίων καὶ ἰδιωτικῶν οἰκοδομιῶν διαρραγεισῶν μὲν μέχρι τῆς γῆς αὐτῆς, οὐ μὴν ἐς ἔδαφος γόνυ κλινασῶν. Γεγόνασι δὲ καὶ ἕτερα ἔνια λόγου πολλοῦ ἄξια ἀνά τε Θεούπολιν αὐτὴν καὶ τὴν βασιλεύουσαν, ἅπερ ἀμφοτέρας ἀνετάραξε καὶ ἐς μεγίστους ἀνεβάκχευσε θορύβους, τὴν ἀφορμὴν ἐκ θείου ζήλου λαχόντα, καὶ πέρας θεοπρεπὲς δεξάμενα, ἃ καὶ λέξων ἔρχομαι.