Ancient Greek · ~2 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.23
Not analysed yet
Ὡς ἂν δὲ καὶ οἱ χρόνοι σὺν πάσῃ ἀκριβείᾳ ἀναγραφεῖεν, ἰστέον ὡς βεβασίλευκεν ὁ Ἰουστῖνος ὁ νέος, καθ’ αὑτὸν μὲν ἔτη δυοκαίδεκα πρὸς μησὶ δέκα καὶ ἥμισυ, σὺν Τιβερίῳ δὲ ἔτη τρία μῆνας ἕνδεκα, τὰ δὲ πάντα ἔτη ἓξ καὶ δέκα πρὸς μησὶν ἐννέα καὶ ἥμισυ· ἐβασίλευσε δὲ καὶ Τιβέριος καθ’ αὑτόν τε ἔτη τέσσαρα· ὡς συνάγεσθαι ἀπὸ Ῥωμύλου μέχρι τῆς ἀναρρήσεως Μαυρικίου Τιβερίου **,ὥς τε τὰ προλαβόντα τά τε παρόντα δεδηλώκασιν ἔτη.