Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.24.1
Not analysed yet
Σὺν θεῷ δὲ ἡμῖν καὶ τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας εὐσυνόπτως ἀπόκειται διὰ τῶν ἱστορημένων, μέχρι μὲν Κωνσταντίνου Εὐσεβίῳ τῷ Παμφίλου, ἐξ ἐκείνου δὲ μέχρι Θεοδοσίου τοῦ νέου, Θεοδωρήτῳ, Σωζομενῷ τε καὶ Σωκράτει, καὶ ὧν ὁ παρὼν ἡμῖν ἐξέλεξε πόνος. Καὶ ἡ ἀρχαία δὲ καὶ ἡ θύραθεν ἱστορία καθ’ εἱρμὸν τοῖς φιλοπόνοις διασώζεται, Μωσέως μὲν γὰρ ἄρξαντος ἱστορίας καὶ συγγραφῆς, ὡς τοῖς τὰ περὶ τούτων συναγαγοῦσι σαφῶς ἀποδέδεικται, καὶ ἀπ’ ἀρχῆς κόσμου ἀληθῶς γράψαντος ἐξ ὧν ἐντυγχάνων τῷ θεῷ μεμάθηκεν ἀνὰ τὸ Σινᾶ ὄρος, καὶ ὧν οἱ μετ’ αὐτὸν τὴν ἡμετέραν προοδοποιοῦντες θρησκείαν διὰ τῆς θείας ἀπέθεντο γραφῆς. Πολλὴν δὲ καὶ Ἰώσηπος ἔγραψεν ἱστορίαν, χρειώδη ἐς ἅπαντα τυγχάνουσαν. Ὅσα δὲ εἴτε μυθώδη εἴτε μετὰ τῶν ἀληθῶν γεγένηται, Ἑλλήνων τε καὶ τῶν ἀρχαίων βαρβάρων πρὸς ἑαυτούς τε καὶ πρὸς ἐκείνους διαγωνιζομένων, ἢ εἴ τι καὶ ἄλλο ἐξειργάσθη ἐξ ὅτου ἀνθρώπους ἱστόρησαν εἶναι, Χάρακί τε γέγραπται καὶ Ἐφόρῳ καὶ Θεοπόμπῳ καὶ ἄλλοις ἀναρίθμοις. Αἱ δὲ κατὰ Ῥωμαίους πράξεις πᾶσαν κοσμικὴν ἱστορίαν ἐν ἑαυταῖς περιλαμβάνουσαι, ἢ εἴ τι καὶ ἄλλο γέγονεν εἴτε ἐς ἑαυτοὺς διαιρουμένων εἴτε καὶ καθ’ ἑτέρων πραττόντων, πεπόνηται Διονυσίῳ μὲν τῷ Ἁλικαρνασεῖ,ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων τὴν ἱστορίαν ἑλκύσαντι μέχρι τοῦ Ἠπειρώτου Πύρρου· ἐξ ἐκείνου δὲ Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, καταγαγόντι ἕως τῆς Καρχηδόνος ἁλώσεως. Ἅπερ Ἀππιανὸς εὐκρινῶς διέτεμεν, ἑκάστην πρᾶξιν εἰς ἓν ἀγείρας, εἰ καὶ κατὰ διαφόρους γέγονε χρόνους. Καὶ τὰ μετ’ ἐκείνους ὡσαύτως εἰργασμένα, Διοδώρῳ τε τῷ Σικελιώτῃ πεποίηται τὰ μέχρις Ἰουλίου Καίσαρος, καὶ Δίωνι τῷ Κασσίῳ γράψαντι μέχρις Ἀντωνίνου τοῦ ἐξ Ἐμεσῶν. Ἐκθεμένου δὲ τὰ τοιαῦτα καὶ Ἡρωδιανοῦ, τὰ μέχρι τῆς Μαξιμίνου τελευτῆς δηλοῦται. Νικοστράτου τε τοῦ σοφιστοῦ τοῦ ἐκ Τραπεζούντων συγγράψαντος, τὰ ἀπὸ Φιλίππου τοῦ μετὰ Γορδιανὸν ἐκτίθεται ἕως Ὀδαινάθου τοῦ ἐκ Παλμυρῶν καὶ τῆς Οὐαλλεριανοῦ πρὸς Πέρσας αἰσχρᾶς ἀφίξεως. Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλλιηνὸν βασιλείαν· οἷς συνανείληπται περὶ ὧν Κάρποι καὶ ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν. Καὶ Εὐσέβιος δὲ ἀπὸ Ὀκταβιανοῦ καὶ Τραϊανοῦ καὶ Μάρκου λαβὼν ἕως τῆς τελευτῆς Κάρου κατήντησεν. Γέγραπται δὲ περὶ τῶν χρόνων τούτων ἔνια Ἀρριανῷ τε καὶ Ἀσινίῳ Κουαδράτῳ. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων· καὶ ὅσα μετ’ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφανεῖ ἐπιτέτμηται πανάριστα ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Καὶ Προκοπίῳ δὲ τῷ ῥήτορι πεποίηται τὰ ἐξ ἐκείνου ἕως τῶν Ἰουστινιανοῦ χρόνων. Καὶ τὰ ἐχόμενα δὲ τούτοις Ἀγαθίᾳ τῷ ῥήτορι καὶ Ἰωάννῃ ἐμῷ τε πολίτῃ καὶ συγγενεῖ καθ’ εἱρμὸν ἱστόρηται, μέχρι τῆς Χοσρόου τοῦ νέου πρὸς Ῥωμαίους φυγῆς καὶ τῆς ἐς τὴν αὐτοῦ βασιλείαν ἀποκαταστάσεως· Μαυρικίου μηδαμῶς πρὸς τὴν πρᾶξιν ἐλινύσαντος, ὑποδεξαμένου δὲ βασιλικῶς, καὶ μάλιστα τάχιστα εἰς τὴν βασιλείαν χρήμασί τε μεγάλοις καὶ στρατεύμασι καταγαγόντος· εἰ καὶ μήπω ἔτυχον ἐκδεδωκότες. Περὶ ὧν καὶ ἡμεῖς τῆς ἄνωθεν ἐπιτρεπούσης εὐμενείας ἐν τοῖς ἐφεξῆς τὰ πρόσφορα λέξομεν. Τέλος τοῦ ε τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.